§13.7.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τισάνδρου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Πόπλιον Λουκρήτιον, Γάιον Σερουίλιον, Ἀγρίππαν Μενήνιον, Σπούριον Οὐετούριον.
アテナイでティサンドロスがアルコンであった時、ローマ人は執政官に代えて、プブリウス・ルクレティウス、ガイウス・セルウィリウス、アグリッパ・メネニウス、スプリウス・ウェトゥリウスという4人の兵士千人隊長を任命した。
ἐπὶ δὲ τούτων Συρακόσιοι πρέσβεις ἀποστείλαντες εἴς τε Κόρινθον καὶ Λακεδαίμονα παρεκάλουν βοηθῆσαι καὶ μὴ περιορᾶν αὐτοὺς περὶ τῶν ὅλων κινδυνεύοντας.
この彼らの時代に、シラクサ人はコリントスとラケダイモンに使節を派遣して支援を要請し、自分たちが国家の存亡に関わる危険に瀕しているのを見過ごさないよう求めた。
§13.7.2συνηγορήσαντος δʼ αὐτοῖς Ἀλκιβιάδου Λακεδαιμόνιοι μὲν ψηφισάμενοι βοηθεῖν τοῖς Συρακοσίοις στρατηγὸν εἵλοντο Γύλιππον, Κορίνθιοι δὲ πλείονας μὲν τριήρεις παρεσκευάζοντο πέμπειν, τότε δὲ μετὰ Γυλίππου Πύθην μετὰ δύο τριήρων προαπέστειλαν εἰς Σικελίαν.
アルキビアデスが彼らを支持して演説したため、ラケダイモン人はシラクサ人を支援することを決議し、ギュリッポスを将軍に選出した。 一方、コリントス人はより多くの三段櫂船を派遣する準備をしていたが、そのときはギュリッポスとともにピュテンを2隻の三段櫂船とともにシケリアへ先発させた。
§13.7.3ἐν δὲ τῇ Κατάνῃ Νικίας καὶ Λάμαχος οἱ τῶν Ἀθηναίων στρατηγοί, παραγενομένων αὐτοῖς ἐξ Ἀθηνῶν ἱππέων μὲν διακοσίων πεντήκοντα, ἀργυρίου δὲ ταλάντων τριακοσίων, ἀναλαβόντες τὴν δύναμιν ἔπλευσαν εἰς Συρακούσας.
カタネにおいては、アテナイの将軍たちであるニキアスとラマコスが、アテナイから彼らのもとに騎兵250名と銀300タラントンが到着したため、軍勢を率いてシラクサへと航行した。
καὶ προσενεχθέντες τῇ πόλει νυκτὸς ἔλαθον τοὺς Συρακοσίους καταλαβόμενοι τὰς Ἐπιπολάς.
そして、夜間に都市に接近し、シラクサ人に気づかれずにエピポライを占領した。
αἰσθόμενοι δʼ οἱ Συρακόσιοι κατὰ τάχος ἐβοήθουν, καὶ ἀποβαλόντες τῶν στρατιωτῶν τριακοσίους εἰς τὴν πόλιν συνεδιώχθησαν.
シラクサ人たちはこれに気づくと急いで救援に向かったが、兵士のうち300人を失って都市の中へと追い詰められた。
§13.7.4μετὰ δὲ ταῦτα παραγενομένων τοῖς Ἀθηναίοις ἐξ Αἰγέστης τριακοσίων μὲν ἱππέων, παρὰ δὲ τῶν Σικελῶν ἱππέων διακοσίων πεντήκοντα, συνήγαγον ἱππεῖς τοὺς πάντας ὀκτακοσίους.
この後、アテナイ人のもとにアイゲスタから300名の騎兵、シケリア人たちから250名の騎兵が到着したため、彼らは全部で800名の騎兵を集めた。
κατασκευάσαντες δὲ περὶ τὸ Λάβδαλον ὀχύρωμα, τὴν πόλιν τῶν Συρακοσίων ἀπετείχιζον καὶ πολὺν φόβον τοῖς Συρακοσίοις ἐπέστησαν.
そしてラブダロンの周辺に砦を築き、シラクサの都市に包囲壁を築き始め、シラクサ人たちに大きな恐怖をもたらした。
§13.7.5διόπερ ἐπεξελθόντες ἐκ τῆς πόλεως ἐπεχείρησαν διακωλύειν τοὺς οἰκοδομοῦντας τὸ τεῖχος·
そのため、彼らは都市から出撃して壁を建設している人々を阻止しようとした。
γενομένης δʼ ἱππομαχίας συχνοὺς ἀποβαλόντες ἐτράπησαν.
しかし騎兵戦が起こり、多くの者を失って彼らは敗走した。
οἱ δʼ Ἀθηναῖοι τῷ μέρει τῆς δυνάμεως τὸν ὑπερκείμενον τοῦ λιμένος τόπον κατελάβοντο, καὶ τὴν καλουμένην Πολίχνην τειχίσαντες τό τε τοῦ Διὸς ἱερὸν περιεβάλοντο καὶ ἐξ ἀμφοτέρων τῶν μερῶν τὰς Συρακούσας ἐπολιόρκουν.
アテナイ人は軍勢の一部をもって港を見下ろす場所を占領し、「ポリクネ」と呼ばれる場所を要塞化してゼウスの神殿を包囲壁で囲み、両方向からシラクサを包囲した。
§13.7.6τοιούτων δὲ ἐλαττωμάτων περὶ τοὺς Συρακοσίους γενομένων ἠθύμουν οἱ κατὰ τὴν πόλιν·
シラクサ人たちにこのような敗北が生じたため、市内の人々は意気消沈していた。
ὡς δʼ ἤκουσαν Γύλιππον εἰς Ἱμέραν καταπεπλευκέναι καὶ στρατιώτας ἀθροίζειν, πάλιν ἐθάρρησαν.
しかし、ギュリッポスがヒメラに入港し、兵を集めていると聞くと、彼らは再び勇気を取り戻した。
§13.7.7ὁ γὰρ Γύλιππος μετὰ τεττάρων τριήρων καταπλεύσας εἰς Ἱμέραν τὰς μὲν ναῦς ἐνεώλκησε, τοὺς δʼ Ἱμεραίους πείσας συμμαχεῖν τοῖς Συρακοσίοις, παρά τε τούτων καὶ Γελῴων, ἔτι δὲ Σελινουντίων καὶ Σικανῶν ἤθροιζε στρατιώτας.
というのも、ギュリッポスは4隻の三段櫂船を率いてヒメラに入港して船を引き揚げ、ヒメラ人たちを説得してシラクサ人の同盟者とし、彼らやゲラ人、さらにはセリヌス人やシカノイ人から兵を集めていたからである。
συναγαγὼν δὲ τοὺς ἅπαντας τρισχιλίους μὲν πεζούς, διακοσίους δʼ ἱππεῖς, διὰ τῆς μεσογείου παρῆγεν εἰς Συρακούσας.
彼は歩兵3000名、騎兵200名の全員を招集すると、内陸を通ってシラクサへと進軍した。