§13.6.1οἱ δʼ ἐν Σικελίᾳ στρατηγοὶ μετὰ τῆς τῶν Ἀθηναίων δυνάμεως παραπλεύσαντες εἰς Αἴγεσταν, Ὕκκαρα μὲν Σικελικὸν πολισμάτιον ἑλόντες ἐκ τῶν λαφύρων συνήγαγον ἑκατὸν τάλαντα·
シケリアのアテナイ軍の将軍たちは、アテナイの軍勢とともにアイゲスタへと沿岸を航行し、シケリア人の小さな町ヒュカラを攻略して、戦利品から100タラントンを集めた。
κομισάμενοι δὲ καὶ τριάκοντα τάλαντα παρὰ τῶν Αἰγεσταίων κατέπλευσαν εἰς Κατάνην.
また、アイゲスタ人たちから30タラントンを受け取ると、カタネへと帰航した。
§13.6.2βουλόμενοι δὲ τὸν πρὸς τῷ μεγάλῳ λιμένι τόπον Συρακοσίων ἀκινδύνως καταλαβέσθαι, πέμπουσιν ἄνδρα Καταναῖον, ἑαυτοῖς μὲν πιστόν, τοῖς δὲ Συρακοσίων στρατηγοῖς πιθανόν,διακελευσάμενοι λέγειν τοῖς ἡγεμόσι τῶν Συρακοσίων, ὅτι τινὲς Καταναίων συστάντες βούλονται συχνοὺς τῶν Ἀθηναίων αὐλιζομένους ἀπὸ τῶν ὅπλων ἐν τῇ πόλει νυκτὸς ἄφνω συλλαβόντες τὰς ἐν τῷ λιμένι ναῦς ἐμπρῆσαι·
彼らは、シラクサの「大港」の近くの場所を危険を冒さずに占領したいと考え、自分たちには忠実であるが、シラクサの将軍たちには信用されやすいカタネの男を派遣し、シラクサの指導者たちに次のように伝えるよう命じた。
πρὸς δὲ τὴν τούτων συντέλειαν ἀξιοῦν τοὺς στρατηγοὺς ἐπιφανῆναι μετὰ δυνάμεως, μήποτε τῆς ἐπιβολῆς ἀποτύχωσιν.
すなわち、カタネ人の一部の者たちが結託して、夜間に、市内で武器から離れて野営している多くのアテナイ人を突然捕らえ、港にある船を焼き払うことを望んでおり、この企てを完遂するために、将軍たちに軍勢を率いて現れるよう求めている、さもなければ企てが失敗するかもしれないから、と。
§13.6.3ἐλθόντος δὲ τοῦ Καταναίου πρὸς τοὺς ἡγεμόνας τῶν Συρακοσίων καὶ δηλώσαντος τὰ προειρημένα, πιστεύσαντες περὶ τούτων οἱ στρατηγοὶ συνετάξαντο νύκτα καθʼ ἣν ἐξάξουσι τὴν δύναμιν, καὶ τὸν ἄνθρωπον ἐξαπέστειλαν εἰς τὴν Κατάνην.
そのカタネの男がシラクサの指導者たちのもとに行き、上述の事柄を伝えると、将軍たちはこれを信じて軍勢を出撃させる夜を取り決め、その男をカタネへと送り出した。
§13.6.4οἱ μὲν οὖν Συρακόσιοι κατὰ τὴν τεταγμένην νύκτα ἦγον τὸ στρατόπεδον ἐπὶ τὴν Κατάνην, οἱ δὲ Ἀθηναῖοι παραπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων μετὰ πολλῆς ἡσυχίας τοῦ τε Ὀλυμπίου κύριοι κατέστησαν καὶ πάντα τὸν περικείμενον τόπον καταλαβόμενοι παρεμβολὴν ἐποιήσαντο.
そこでシラクサ人たちは、定められた夜に軍をカタネへと進めたが、アテナイ人たちは極めて静かにシラクサの大港へと沿岸を航行し、オリンピエイオンを制圧し、周辺の土地をすべて占領して陣地を築いた。
§13.6.5οἱ δὲ στρατηγοὶ τῶν Συρακοσίων ὡς ᾔσθοντο τὴν ἀπάτην, ταχέως ἀναστρέψαντες προσέβαλον τῇ παρεμβολῇ τῶν Ἀθηναίων.
シラクサの将軍たちは、だまされたことに気づくと、急いで引き返してアテナイ人の陣地に攻撃を仕掛けた。
ἐπεξελθόντων οὖν τῶν πολεμίων συνέστη μάχη, καθʼ ἣν οἱ Ἀθηναῖοι τετρακοσίους τῶν ἐναντίων ἀνελόντες φυγεῖν ἠνάγκασαν τοὺς Συρακοσίους.
そこで敵が出撃してきたため戦闘が起こり、その中でアテナイ人は敵のうち400人を討ち取り、シラクサ人を敗走させた。
§13.6.6οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ θεωροῦντες τοὺς πολεμίους ἱπποκρατοῦντας, καὶ βουλόμενοι βέλτιον τὰ πρὸς τὴν πολιορκίαν κατασκευάσασθαι, πάλιν ἀπέπλευσαν εἰς τὴν Κατάνην.
しかしアテナイの将軍たちは、敵が騎兵において優勢であることを見て、また包囲戦のための諸準備をより良く整えたいと望み、再びカタネへと引き返した。
πέμψαντες δʼ εἰς Ἀθήνας τινὰς ἔγραψαν πρὸς τὸν δῆμον ἐπιστολάς, ἐν αἷς ἠξίουν ἱππεῖς ἀποστεῖλαι καὶ χρήματα·
そしてアテナイに何人かを派遣して民衆に手紙を送り、その中で騎兵と資金の送付を求めた。
πολυχρόνιον γὰρ ἔσεσθαι τὴν πολιορκίαν ὑπελάμβανον.
包囲戦は長期に及ぶだろうと考えたからである。
οἱ δʼ Ἀθηναῖοι τριακόσια τάλαντα καὶ τῶν ἱππέων τινὰς ἐψηφίσαντο πέμπειν εἰς τὴν Σικελίαν.
そこでアテナイ人は、300タラントンと騎兵の一部をシケリアに送ることを決議した。
§13.6.7τούτων δὲ πραττομένων Διαγόρας ὁ κληθεὶς ἄθεος, διαβολῆς τυχὼν ἐπʼ ἀσεβείᾳ καὶ φοβηθεὶς τὸν δῆμον, ἔφυγεν ἐκ τῆς Ἀττικῆς·
これらのことが行われている間に、「無神論者」と呼ばれたディアゴラスが不敬による中傷に遭い、民衆を恐れてアッティカから逃亡した。
οἱ δʼ Ἀθηναῖοι τῷ ἀνελόντι Διαγόραν ἀργυρίου τάλαντον ἐπεκήρυξαν.
アテナイ人は、ディアゴラスを殺害した者に銀1タラントンの懸賞金を出すと布告した。
§13.6.8κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Αἴκους πόλεμον ἔχοντες Λαβικοὺς ἐξεπολιόρκησαν.
イタリアでは、ローマ人がアイクイ人との戦争においてラビキを包囲して陥落させた。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
こうして、これらのことがこの年に起こった。