§13.62.1οἱ δʼ ἐν τῇ πόλει καταλειφθέντες διενυκτέρευον μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τῶν τειχῶν·
都市に残された者たちは、武器を手にして城壁の上で夜を明かした。
ἅμα δʼ ἡμέρᾳ τῶν Καρχηδονίων περιστρατοπεδευσάντων τὴν πόλιν καὶ πυκνὰς προσβολὰς ποιουμένων, οἱ καταλειφθέντες τῶν Ἱμεραίων ἀφειδῶς ἠγωνίζοντο, προσδοκῶντες τὴν τῶν νεῶν παρουσίαν.
夜が明けると同時に、カルタゴ軍が都市を包囲して激しい攻撃を何度も仕掛けてきたが、ヒメラ人のうち取り残された人々は、船の到着を待ち望みつつ、身を惜しまずに戦った。
§13.62.2ἐκείνην μὲν οὖν τὴν ἡμέραν διεκαρτέρησαν, τῇ δʼ ὑστεραίᾳ τῶν τριήρων ἐπιφαινομένων ἤδη συνέβαινε τὸ μὲν τεῖχος πεσεῖν ὑπὸ τῶν μηχανῶν, τοὺς δʼ Ἴβηρας ἀθρόους παρεισπεσεῖν εἰς τὴν πόλιν.
このようにして彼らはその日一日を耐え抜いたが、翌日、三段櫂船がすでに姿を見せつつあるとき、攻城兵器によって城壁が崩れ落ち、イベリア人たちが一塊になって市内に乱入することとなった。
τῶν δὲ βαρβάρων οἱ μὲν ἠμύνοντο τοὺς παραβοηθοῦντας τῶν Ἱμεραίων, οἱ δὲ καταλαμβανόμενοι τὰ τείχη παρεδέχοντο τοὺς ἰδίους.
野蛮人たちのうち、ある者は救援に駆けつけたヒメラ人を撃退し、他の者は城壁を占領して自分たちの仲間を中に受け入れた。
§13.62.3κατὰ κράτος οὖν ἁλούσης τῆς πόλεως, ἐπὶ πολὺν χρόνον οἱ βάρβαροι πάντας ἐφόνευον τοὺς καταλαμβανομένους ἀσυμπαθῶς.
こうして都市が力ずくで攻略されると、野蛮人たちは長い間にわたって、捕らえたすべての人々を無慈悲に虐殺した。
τοῦ δʼ Ἀννίβα ζωγρεῖν παραγγείλαντος ὁ μὲν φόνος ἔληξεν, ἡ δʼ ἐκ τῶν οἰκιῶν εὐδαιμονία διεφορεῖτο.
しかしハンニバルが生け捕りにするよう命じると、虐殺は止まり、家々からの財宝の略奪が行われた。
§13.62.4ὁ δʼ Ἀννίβας τὰ μὲν ἱερὰ συλήσας καὶ τοὺς καταφυγόντας ἱκέτας ἀποσπάσας ἐνέπρησε, καὶ τὴν πόλιν εἰς ἔδαφος κατέσκαψεν, οἰκισθεῖσαν ἔτη διακόσια τεσσαράκοντα·
一方、ハンニバルは神殿を略奪し、そこへ逃げ込んだ懇願者たちを引きずり出して火を放ち、創業から二百四十年になるこの都市を跡形もなく破壊した。
τῶν δʼ αἰχμαλώτων γυναῖκας καὶ παῖδας διαδοὺς εἰς τὸ στρατόπεδον παρεφύλαττε, τῶν δʼ ἀνδρῶν τοὺς ἁλόντας εἰς τρισχιλίους ὄντας παρήγαγεν ἐπὶ τὸν τόπον, ἐν ᾧ πρότερον Ἀμίλκας ὁ πάππος αὐτοῦ ὑπὸ Γέλωνος ἀνῃρέθη, καὶ πάντας αἰκισάμενος κατέσφαξεν.
そして捕虜のうち、女や子どもは軍営に分配して監視下に置き、捕らえられた男たちのうち三千人ほどに上る者を、かつて彼の祖父ハミルカルがゲロンによって殺害された場所へ連行し、全員を虐待した上で惨殺した。
§13.62.5μετὰ δὲ ταῦτα διαλύσας τὸ στρατόπεδον, τοὺς μὲν ἀπὸ Σικελίας συμμάχους ἀπέστειλεν εἰς τὰς πατρίδας, μεθʼ ὧν καὶ Καμπανοὶ συνηκολούθησαν, ἐγκαλοῦντες τοῖς Καρχηδονίοις ὡς αἰτιώτατοι μὲν τῶν εὐημερημάτων γεγενημένοι, οὐκ ἀξίας δὲ χάριτας εἰληφότες τῶν πεπραγμένων·
この後、彼は軍営を解散し、シケリアからの同盟軍をそれぞれの祖国へと送り出したが、彼らとともにカンパニア人たちも従った。 彼らはカルタゴ人に対し、自分たちが勝利の最大の功労者であったにもかかわらず、その功績に見合う恩賞を受け取っていないと抗議していた。
§13.62.6ὁ δʼ Ἀννίβας εἰς τὰς μακρὰς ναῦς καὶ φορτηγοὺς ἐμβιβάσας τὴν δύναμιν, καὶ τοὺς ἱκανοὺς τοῖς συμμάχοις ἀπολιπὼν στρατιώτας, ἐξέπλευσεν ἐκ τῆς Σικελίας.
ハンニバルは軍勢を軍船や輸送船に乗せ、同盟軍には十分な数の兵士を残した上で、シケリアから出航した。
ἐπεὶ δʼ εἰς Καρχηδόνα κατέπλευσε μετὰ πολλῶν λαφύρων, ἀπήντων αὐτῷ πάντες δεξιούμενοι καὶ τιμῶντες ὡς ἐν ὀλίγῳ χρόνῳ μείζονα πράξαντα τῶν πρότερον στρατηγῶν.
彼が多くの戦利品とともにカルタゴに入港すると、すべての人々が彼を出迎え、短い期間に先代の将軍たちよりも大きな業績を成し遂げた者として敬意を表し、称えた。