§13.46.1οὐ μὴν οὐδʼ οἱ τοῖς καταστρώμασιν ἐπιβεβηκότες ἄπρακτον εἶχον τὴν φιλοτιμίαν, ἀλλʼ οἱ μὲν ἐκ πολλοῦ διαστήματος ἐφεστηκότες ἐτόξευον κατὰ τὸ συνεχές, καὶ ταχὺ ὁ τόπος ἦν βελῶν πλήρης· οἱ δʼ ἀεὶ προσιόντες ἐγγυτέρω τὰς λόγχας ἠκόντιζον, οἱ μὲν ἐπὶ τοὺς ἀμυνομένους ἐπιβάτας, οἱ δʼ ἐπʼ αὐτοὺς βαλεῖν φιλοτιμούμενοι τοὺς κυβερνήτας· ὁπότε δὲ συνερείσειαν αἱ ναῦς, τοῖς τε δόρασιν ἠγωνίζοντο καὶ κατὰ τὰς προσαγωγὰς εἰς τὰς τῶν πολεμίων τριήρεις μεθαλλόμενοι τοῖς ξίφεσιν ἀλλήλους ἠμύνοντο.
Indeed, neither did those who had boarded the decks keep their ambition inactive, but some, stationed at a great distance, kept shooting arrows continuously, and soon the place was full of missiles; others, constantly coming closer, hurled their spears, some at the defending marines, and others striving to hit the pilots themselves; and whenever the ships crashed together, they fought with their spears, and in the boarding actions, leaping over into the triremes of the enemy, they defended themselves against one another with their swords.
§13.46.2κατὰ δὲ τὰς γινομένας ἐλαττώσεις τῶν νικώντων ἐπαλαλαζόντων καὶ τῶν ἄλλων μετὰ βοῆς παραβοηθούντων, κραυγὴ σύμμικτος ἐγίνετο παρʼ ὅλον τὸν τῆς ναυμαχίας τόπον.
And in accordance with the setbacks that occurred, as the victors shouted their battle cry and the others brought aid with shouting, a mingled cry arose along the whole area of the sea battle.
ἐπὶ πολὺν οὖν χρόνον ἰσόρροπος ἦν ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἀμφοτέροις φιλοτιμίας· μετὰ δὲ ταῦτα Ἀλκιβιάδης ἐκ Σάμου παραδόξως ἐπεφάνη μετὰ νεῶν εἴκοσι, πλέων κατὰ τύχην εἰς Ἑλλήσποντον.
For a long time, therefore, the battle was evenly balanced because of the extreme ambition on both sides; but after this Alcibiades unexpectedly appeared from Samos with twenty ships, sailing by chance to the Hellespont.
§13.46.3τούτων δὲ πόρρω μὲν οὐσῶν, ἑκάτεροι σφίσι βοήθειαν ἐλπίζοντες παραγενέσθαι, μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο καὶ πολὺ προθυμότερον ταῖς τόλμαις διεκινδύνευον· ἐπεὶ δʼ ἤδη σύνεγγυς ἦν ὁ στόλος, καὶ τοῖς μὲν Λακεδαιμονίοις οὐδὲν ἐφαίνετο σύσσημον, τοῖς δʼ Ἀθηναίοις Ἀλκιβιάδης μετέωρον ἐποίησεν ἐπίσημον φοινικοῦν ἀπὸ τῆς ἰδίας νεώς, ὅπερ ἦν σύσσημον αὐτοῖς διατεταγμένον, οἱ μὲν Λακεδαιμόνιοι καταπλαγέντες ἐτράπησαν, οἱ δʼ Ἀθηναῖοι τῷ προτερήματι μετεωρισθέντες μετὰ σπουδῆς ἐπεδίωκον τὰς ὑποφευγούσας.
While these were still far off, both sides, hoping that aid had arrived for themselves, became buoyant in their hopes and risked danger with much greater eagerness in their daring deeds; but when the fleet was already close, and no signal was visible to the Lacedaemonians, whereas for the Athenians Alcibiades raised aloft a red banner from his own ship, which had been the agreed signal for them, the Lacedaemonians were struck with terror and turned in flight, while the Athenians, encouraged by their advantage, pursued the fleeing ships with haste.
§13.46.4καὶ δέκα μὲν νεῶν εὐθὺς ἐκυρίευσαν, μετὰ δὲ ταῦτα χειμῶνος ἐπιγενομένου καὶ πνευμάτων μεγάλων πολλὰ περὶ τὸν διωγμὸν αὐτοὺς ἐμποδίζεσθαι συνέβαινε· διὰ γὰρ τὸ μέγεθος τῶν κυμάτων τὰ μὲν σκάφη τοῖς οἴαξιν ἠπείθει, τὰς δʼ ἐμβολὰς ἀπράκτους συνέβαινε γίνεσθαι, τῶν τυπτομένων νεῶν ὑποχωρουσῶν.
And they immediately captured ten ships, but after this, a storm having come on and great winds, it happened that they were hindered in many ways in their pursuit; for because of the size of the waves, the hulls would not obey the rudders, and it happened that the rams struck without effect, since the ships that were being hit gave way.
§13.46.5τέλος δʼ οἱ μὲν Λακεδαιμόνιοι πρὸς τὴν γῆν κατενεχθέντες ἔφυγον πρὸς τὸ πεζὸν τοῦ Φαρναβάζου στρατόπεδον, οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον ἐπεχείρησαν ἀποσπᾶν τὰς ναῦς ἀπὸ τῆς γῆς καὶ παραβόλως διεκινδύνευον, ὑπὸ δὲ τοῦ Περσικοῦ στρατεύματος ἀνακοπέντες ἀπέπλευσαν εἰς Σηστόν.
Finally, the Lacedaemonians, having been driven to the land, fled to the land army of Pharnabazus, and the Athenians at first attempted to drag the ships away from the land and risked themselves hazardously, but being repulsed by the Persian army, they sailed back to Sestos.
§13.46.6ὁ γὰρ Φαρνάβαζος βουλόμενος τοῖς Λακεδαιμονίοις ὑπὲρ ὧν ἐνεκάλουν ἀπολογεῖσθαι, βιαιότερον διηγωνίζετο πρὸς τοὺς Ἀθηναίους· ἅμα δὲ καὶ περὶ τῶν εἰς Φοινίκην ἀποσταλεισῶν νεῶν τριακοσίων ἐδίδαξεν, ὡς τοῦτο ἔπραξε πυνθανόμενος τόν τε τῶν Ἀράβων βασιλέα καὶ τὸν τῶν Αἰγυπτίων ἐπιβουλεύειν τοῖς περὶ Φοινίκην πράγμασιν.
For Pharnabazus, wishing to defend himself to the Lacedaemonians against the accusations they were making, fought all the more violently against the Athenians; and at the same time, he also explained concerning the three hundred ships sent to Phoenicia, that he had done this because he learned that both the king of the Arabs and the king of the Egyptians were plotting against the affairs in Phoenicia.