§13.3.1τῇ δʼ ὑστεραίᾳ κατέβαινον οἱ στρατηγοὶ μετὰ τῶν στρατιωτῶν εἰς τὸν Πειραιέα, καὶ συνηκολούθει πᾶς ὁ κατὰ τὴν πόλιν ὄχλος ἀναμὶξ ἀστῶν τε καὶ ξένων, ἑκάστου τοὺς ἰδίους συγγενεῖς τε καὶ φίλους προπέμποντος.
翌日、将軍たちは兵士たちとともにペイライエウスへと下っていき、市民や在留外人が入り混じった市内の全群衆がこれに同行した。 各々が自分の親族や友人を送り出すためであった。
§13.3.2αἱ μὲν οὖν τριήρεις παρʼ ὅλον τὸν λιμένα παρώρμουν κεκοσμημέναι τοῖς ἐπὶ ταῖς πρῴραις ἐπισήμασι καὶ τῇ λαμπρότητι τῶν ὅπλων·
三段櫂船は、船首の徽章や武器の輝きで美しく飾られて港全体に停泊していた。
ὁ δὲ κύκλος ἅπας τοῦ λιμένος ἔγεμε θυμιατηρίων καὶ κρατήρων ἀργυρῶν, ἐξ ὧν ἐκπώμασι χρυσοῖς ἔσπενδον οἱ τιμῶντες τὸ θεῖον καὶ προσευχόμενοι κατατυχεῖν τῆς στρατείας.
また、港の周囲全体が香炉や銀の混酒器で満ちており、神性を敬い、遠征の成功を祈る人々が、それらの混酒器から金の杯で献酒を行っていた。
§13.3.3ἀναχθέντες οὖν ἐκ τοῦ Πειραιέως περιέπλευσαν τὴν Πελοπόννησον καὶ κατηνέχθησαν εἰς Κόρκυραν·
こうして彼らはペイライエウスから出帆すると、ペロポネソスを周航してコルキュラに入港した。
ἐνταῦθα γὰρ παραμένειν παρήγγελτο καὶ προσαναλαμβάνειν τοὺς παροίκους τῶν συμμάχων.
というのは、この地に留まり、近隣の同盟者たちを追加で乗船させるよう命じられていたからである。
ἐπεὶ δʼ ἅπαντες ἠθροίσθησαν, διαπλεύσαντες τὸν Ἰόνιον πόρον πρὸς ἄκραν Ἰαπυγίαν κατηνέχθησαν, κἀκεῖθεν ἤδη παρελέγοντο τὴν Ἰταλίαν.
全員が集まると、イオニア海峡を渡ってヤピュギア岬に到着し、そこからさらにイタリアの沿岸を進んでいった。
§13.3.4ὑπὸ μὲν οὖν Ταραντίνων οὐ προσεδέχθησαν, Μεταποντίνους δὲ καὶ Ἡρακλειώτας παρέπλευσαν· εἰς δὲ Θουρίους κατενεχθέντες πάντων ἔτυχον τῶν φιλανθρώπων.
さて、タラス人には受け入れられなかったものの、メタポントン人とヘラクレイア人の地は通り過ぎ、トゥリに入港した際にはあらゆる好意的なもてなしを受けた。
ἐκεῖθεν δὲ καταπλεύσαντες εἰς Κρότωνα, καὶ λαβόντες ἀγορὰν παρὰ τῶν Κροτωνιατῶν, τῆς τε Λακινίας Ἥρας τὸ ἱερὸν παρέπλευσαν καὶ τὴν Διοσκουριάδα καλουμένην ἄκραν ὑπερέθεντο.
そこからクロトンに向けて出航し、クロトン人から市場の提供を受けると、ラキニアのヘラ神殿を通り過ぎ、ディオスクリアスと呼ばれる岬を越えた。
§13.3.5μετὰ δὲ ταῦτα τὸ καλούμενόν τε Σκυλλήτιον καὶ Λοκροὺς παρήλλαξαν, καὶ τοῦ Ῥηγίου καθορμισθέντες ἐγγὺς ἔπειθον τοὺς Ῥηγίνους συμμαχεῖν·
この後、スキュレティオンと呼ばれる土地とロクリ人を通過し、レギオンの近くに停泊すると、レギオン人に同盟を結ぶよう説得しようとした。
οἱ δὲ ἀπεκρίναντο βουλεύσεσθαι μετὰ τῶν ἄλλων Ἰταλιωτῶν.
しかし彼らは、他のイタリアのギリシア人と相談して決めると答えた。