§13.13.1οἱ δὲ Συρακόσιοι παρά τινων αὐτομόλων πυθόμενοι τὴν αἰτίαν τοῦ ὑπερτεθεῖσθαι τὸν ἀπόπλουν, τάς τε τριήρεις πάσας ἐπλήρωσαν, οὔσας ἑβδομήκοντα καὶ τέσσαρας, καὶ τὰς πεζὰς δυνάμεις ἐξαγαγόντες προσέβαλον τοῖς πολεμίοις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
The Syracusans, having learned from certain deserters the reason why the departure had been postponed, manned all their triremes, which were seventy-four in number, and leading out their land forces, attacked the enemy both by land and by sea.
§13.13.2οἱ δʼ Ἀθηναῖοι τριήρεις πληρώσαντες ἓξ πρὸς ταῖς ὀγδοήκοντα, τὸ μὲν δεξιὸν κέρας παρέδωκαν Εὐρυμέδοντι τῷ στρατηγῷ, καθʼ ὃ ἐτάχθη ὁ τῶν Συρακοσίων στρατηγὸς Ἀγάθαρχος· ἐπὶ δὲ θατέρου μέρους Εὐθύδημος ἐτέτακτο, καθʼ ὃν ἀντετάξατο Σικανὸς τῶν Συρακοσίων ἡγούμενος· τῆς δὲ μέσης τάξεως εἶχε τὴν ἡγεμονίαν παρὰ μὲν τοῖς Ἀθηναίοις Μένανδρος, παρὰ δὲ τοῖς Συρακοσίοις Πύθης ὁ Κορίνθιος.
The Athenians, having manned eighty-six triremes, entrusted the right wing to the general Eurymedon, opposite whom the Syracusan general Agatharchus was stationed; on the other part, Euthydemus was stationed, opposite whom Sicanus, leading the Syracusans, drew up his forces; of the center, Menander had the command on the side of the Athenians, and Pythees the Corinthian on the side of the Syracusans.
§13.13.3ὑπερτεινούσης δὲ τῆς τῶν Ἀθηναίων φάλαγγος διὰ τὸ πλείοσιν αὐτοὺς ἀγωνίζεσθαι τριήρεσιν, οὐχ ἥκιστα καθʼ ὃ πλεονεκτεῖν ἐδόκουν κατὰ τοῦτο ἠλαττώθησαν.
Although the phalanx of the Athenians extended beyond the enemy's because they were fighting with more triremes, they were worsted in no small degree in the very respect where they seemed to have the advantage.
ὁ γὰρ Εὐρυμέδων ἐπιχειρήσας περιπλεῖν τὸ κέρας τῶν ἐναντίων, ὡς ἀπεσπάσθη τῆς τάξεως, ἐπιστρεψάντων ἐπʼ αὐτὸν τῶν Συρακοσίων ἀπελήφθη πρὸς τὸν κόλπον τὸν Δάσκωνα μὲν καλούμενον, ὑπὸ δὲ τῶν Συρακοσίων κατεχόμενον.
For Eurymedon, having attempted to sail around the wing of the enemy, when he became separated from his line, was cut off toward the gulf called Dascon, which was held by the Syracusans, as they turned against him.
§13.13.4κατακλεισθεὶς δʼ εἰς στενὸν τόπον καὶ βιασθεὶς εἰς τὴν γῆν ἐκπεσεῖν, αὐτὸς μὲν ὑπό τινος τρωθεὶς καιρίᾳ πληγῇ τὸν βίον μετήλλαξεν, ἑπτὰ δὲ ναῦς ἐν τούτῳ τῷ τόπῳ διεφθάρησαν.
Having been shut up into a narrow place and forced to run aground on land, he himself was wounded with a mortal blow and ended his life, and seven ships in this place were destroyed.
§13.13.5τῆς δὲ ναυμαχίας ἤδη γινομένης ὅλοις τοῖς στόλοις, ὡς διεδόθη λόγος τόν τε στρατηγὸν ἀνῃρῆσθαι καί τινας ναῦς ἀπολωλέναι, τὸ μὲν πρῶτον αἱ μάλιστα συνεγγίζουσαι ταῖς διεφθαρμέναις ναυσὶν ἐνέκλιναν, μετὰ δὲ ταῦτα τῶν Συρακοσίων ἐπικειμένων καὶ διὰ τὸ γεγονὸς εὐημέρημα θρασέως ἀγωνιζομένων, βιασθέντες οἱ Ἀθηναῖοι πάντες φυγεῖν ἠναγκάσθησαν.
When the sea battle was already taking place with the entire fleets, as the report was spread abroad that the general had been slain and some ships destroyed, at first those who were closest to the destroyed ships gave way, and after this, as the Syracusans pressed hard upon them and fought boldly because of the success that had occurred, all the Athenians were forced to flee.
§13.13.6γενομένου δὲ τοῦ διωγμοῦ πρὸς τὸ τεναγῶδες μέρος τοῦ λιμένος, οὐκ ὀλίγαι τῶν τριήρων ἐν τοῖς βράχεσιν ἐπώκειλαν.
When the pursuit took place toward the shallow part of the harbor, not a few of the triremes ran aground on the shoals.
ὧν συμβαινόντων Σικανὸς ὁ τῶν Συρακοσίων στρατηγὸς ταχέως ὁλκάδα κληματίδων καὶ δᾴδων, ἔτι δὲ πίττης πληρώσας, ἐνέπρησε τὰς ἐν τοῖς βράχεσι ναῦς κυλινδουμένας.
Under these circumstances, Sicanus, the Syracusan general, quickly filling a cargo ship with brushwood and torches, and furthermore with pitch, set fire to the ships that were tossing about on the shoals.
§13.13.7ὧν ἀναφθεισῶν οἱ μὲν Ἀθηναῖοι ταχέως τήν τε φλόγα κατέσβεσαν καὶ ἀπὸ τῶν νεῶν ἐρρωμένως ἠμύναντο τοὺς ἐπιφερομένους, ἄλλην οὐδεμίαν εὑρίσκοντες σωτηρίαν· τὰ δὲ πεζὰ στρατόπεδα παρεβοήθει παρὰ τὸν αἰγιαλόν, ἐφʼ ὃν αἱ ναῦς ἐξεπεπτώκεισαν.
When these caught fire, the Athenians quickly extinguished the flame and vigorously defended themselves from the ships against those who were attacking them, finding no other means of safety; and the land forces came to help along the shore where the ships had run aground.
§13.13.8ἁπάντων δὲ καρτερῶς ὑπομενόντων τὸν κίνδυνον, ἐπὶ μὲν τῆς γῆς ἐτράπησαν οἱ Συρακόσιοι, κατὰ θάλατταν δὲ προτερήσαντες ἀπέπλευσαν εἰς τὴν πόλιν.
Since everyone endured the danger stoutly, on land the Syracusans were routed, but at sea, having gained the upper hand, they sailed back to the city.
ἀπώλοντο δὲ τῶν μὲν Συρακοσίων ὀλίγοι, τῶν δʼ Ἀθηναίων ἄνδρες μὲν οὐκ ἐλάττους δισχιλίων, τριήρεις δʼ ὀκτωκαίδεκα.
Of the Syracusans, only a few perished, but of the Athenians, not fewer than two thousand men, and eighteen triremes.