Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.109.1-13.109.5

ディオニュシオスのゲラ救援とカルタゴ軍への作戦計画

288 / 723 箇所 · ギリシア語

要旨

ディオニュシオスは大軍を率いてゲラ救援に到着し、海辺に陣を敷いて補給の遮断を試みた後、歩兵を三部隊に分けてカルタゴ軍陣営への同時攻撃を計画・命令する。

§13.109.1Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος μεταπεμψάμενος παρὰ τῶν ἐξ Ἰταλίας Ἑλλήνων βοήθειαν ἐξῆγε καὶ παρὰ τῶν ἄλλων συμμάχων δύναμιν· ἐπέλεξε δὲ καὶ τῶν Συρακοσίων τοὺς πλείστους τῶν ἐν ἡλικίᾳ καὶ τοὺς μισθοφόρους κατέλεξεν εἰς τὸ στρατόπεδον.
シュラクサイの僭主ディオニュシオスは、イタリアのギリシア人たちに援助を要請し、また他の同盟国からも軍勢を率い出し、さらにシュラクサイ人のうち兵役に適した年齢の者の大半を選び出し、傭兵たちも軍隊に登録した。
§13.109.2εἶχε δὲ τοὺς ἅπαντας, ὡς μέν τινες, πεντακισμυρίους, ὡς δὲ Τίμαιος ἀνέγραψε, πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ χιλίους, ναῦς δὲ καταφράκτους πεντήκοντα.
彼は総勢で、ある人々によれば五万人、ティマイオスが記録したところによれば、歩兵三万人、騎兵千人、甲板のある船五十隻を有していた。
μετὰ δὲ τοσαύτης δυνάμεως ἐξορμήσας ἐπὶ τὴν βοήθειαν τοῖς Γελῴοις, ὡς ἤγγισε τῆς πόλεως, κατεστρατοπέδευσε παρὰ τὴν θάλατταν.
これほどの軍勢を率いてゲラ人への救援に出発し、都市に近づくと、海辺に陣を敷いた。
§13.109.3ἔσπευδε γὰρ μὴ διασπᾶν τὴν στρατιάν, ἀλλʼ ἐκ τοῦ αὐτοῦ τόπου τὴν ὁρμὴν ποιούμενος κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν ἀγωνίζεσθαι·
というのも、彼は軍勢を分断させまいと努め、むしろ同じ場所から出撃して陸と海で同時に戦うことを望んでいたからである。
τοῖς μὲν γὰρ ψιλοῖς ἠγωνίζετο καὶ τὴν χώραν οὐκ εἴα προνομεύεσθαι, τοῖς δʼ ἱππεῦσι καὶ ταῖς ναυσὶν ἐπειρᾶτο τὰς ἀγορὰς ἀφαιρεῖσθαι τὰς κομιζομένας τοῖς Καρχηδονίοις ἐκ τῆς ἰδίας ἐπικρατείας.
実際、彼は軽装兵たちを用いて戦い、領地が略奪されるのを許さず、騎兵と船を用いて、カルタゴ人たちへ彼らの支配地から運ばれてくる食糧を遮断しようと試みた。
§13.109.4ἐφʼ ἡμέρας μὲν οὖν εἴκοσι διέτριβον οὐδὲν ἄξιον λόγου πράττοντες·
こうして二十日間、彼らは特筆すべきことも行わずに時を過ごした。
μετὰ δὲ ταῦτα Διονύσιος τοὺς πεζοὺς εἰς τρία μέρη διεῖλεν, ἓν μὲν τάγμα ποιήσας τῶν Σικελιωτῶν, οἷς προσέταξεν ἐν ἀριστερᾷ τὴν πόλιν ἔχοντας ἐπὶ τὸν χάρακα τῶν ἐναντίων πορεύεσθαι·
その後、ディオニュシオスは歩兵を三つの部分に分け、一つはシケリア人からなる部隊とし、彼らには都市を左手に見ながら敵の柵に向かって進むよう命じた。
τὸ δʼ ἕτερον τάγμα συμμάχων καταστήσας ἐκέλευσεν ἐν δεξιᾷ τὴν πόλιν ἔχοντας ἐπείγεσθαι παρʼ αὐτὸν τὸν αἰγιαλόν·
もう一つは同盟軍からなる部隊を編成し、都市を右手に見ながら海岸線に沿って進撃するよう命じた。
αὐτὸς δʼ ἔχων τὸ τῶν μισθοφόρων σύνταγμα διὰ τῆς πόλεως ὥρμησεν ἐπὶ τὸν τόπον, οὗ τὰ μηχανήματα τῶν Καρχηδονίων ἦν.
彼自身は傭兵の部隊を率いて都市を通り、カルタゴ人の兵器がある場所へと突撃した。
§13.109.5καὶ τοῖς μὲν ἱππεῦσι παρήγγειλεν, ἐπειδὰν ἴδωσι τοὺς πεζοὺς ὡρμημένους, διαβῆναι τὸν ποταμὸν καὶ τὸ πεδίον καθιππάζεσθαι, κἂν μὲν ὁρῶσι τοὺς ἰδίους προτεροῦντας, συνεπιλαμβάνεσθαι τῆς μάχης, ἂν δʼ ἐλαττωμένους, δέχεσθαι τοὺς θλιβομένους·
そして騎兵たちには、歩兵たちが出撃したのを見たならば、川を渡って平野を駆け巡り、もし味方が優勢であるのを見たならば戦闘に加勢し、劣勢であるならば圧迫されている者たちを受け入れるようにと命じた。
τοῖς δʼ ἐν ταῖς ναυσὶ παρήγγειλε πρὸς τὴν τῶν Ἰταλιωτῶν ἔφοδον τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπλεῦσαι.
また船に乗っている者たちには、イタリア人たちの攻撃に合わせて敵の陣営に向かって船を進めるよう命じた。

語釈・文法注

  1. 13.109.1τῶν ἐν ἡλικίᾳ — 「兵役に適した年齢の者たち」を指す。冠詞付きの形容詞句で、ここでは軍役に徴集可能な成年男子を表す。
  2. 13.109.3τὴν χώραν οὐκ εἴα προνομεύεσθαι — προνομεύεσθαι は中動相または受動相の不定詞。ここでは受動「領地が略奪されるのを(ディオニュシオスが)許さなかった」と解釈するのが、文脈上自然である。
  3. 13.109.4ἐν ἀριστερᾷ τὴν πόλιν ἔχοντας — 分詞 ἔχοντας の意味上の主語は Σικελιωτῶν(属格)に係る関係代名詞 οἷς(与格)を実質的な主語とする対格不定詞構造。対格になっているのは、命令を表す動詞の客体として、あるいは不定詞 πορεύεσθαι の意味上の主語として一致しているため。
  4. 13.109.5πρὸς τὴν τῶν Ἰταλιωτῶν ἔφοδον — 前置詞 πρὸς は「〜に合わせて、調和して」の意味。Ἰταλιῶται(イタリアのギリシア人)は、109.1の παρὰ τῶν ἐξ Ἰταλίας Ἑλλήνων(イタリアのギリシア人からの援軍)を指し、109.4の「同盟軍」の主力として海岸沿いを進撃する部隊に対応している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.109.1-13.109.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.109.1-13.109.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。