Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.80.1-12.80.8

アルゴスとスパルタの講和と寡頭政クーデター

174 / 723 箇所 · ギリシア語

要旨

アテネとローマの公職交代とアルゴス・スパルタ間の和約が述べられ、アルゴスでの短期の寡頭クーデター、フォキス・ロクリス間の戦い、メロス島等のアテネによる攻略、さらにローマとフィデナエ人の開戦が語られる。

§12.80.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀντιφῶν, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τέτταρες κατεστάθησαν, Γάιος Φούριος καὶ Τίτος Κοΐντιος, ἔτι δὲ Μάρκος Ποστούμιος καὶ Αὖλος Κορνήλιος.
一年の歳月が経過したとき、アテネではアンティポンがアルコンであり、ローマでは執政官に代わって四人の軍事執政官、すなわちガイウス・フリウス、ティトゥス・クィンクティウス、さらにはマルクス・ポストゥミウス、アウルス・コルネリウスが任命された。
ἐπὶ δὲ τούτων Ἀργεῖοι καὶ Λακεδαιμόνιοι διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην ἐποιήσαντο καὶ συμμαχίαν συνέθεντο.
彼らの任期において、アルゴス人とラケダイモン人は互いに使節を送り合って和平を結び、同盟を締結した。
§12.80.2διόπερ οἱ Μαντινεῖς ἀποβαλόντες τὴν ἀπὸ τῶν Ἀργείων βοήθειαν ἠναγκάσθησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις.
それゆえ、マンティネア人はアルゴス人からの援助を失ったため、ラケダイモン人に服従することを余儀なくされた。
περὶ δὲ τοὺς αὐτοὺς χρόνους ἐν τῇ πόλει τῶν Ἀργείων οἱ κατʼ ἐκλογὴν κεκριμένοι τῶν πολιτῶν χίλιοι συνεφώνησαν, καὶ τὴν μὲν δημοκρατίαν ἔγνωσαν καταλύειν, ἀριστοκρατίαν δʼ ἐξ αὑτῶν καθιστάναι.
ほぼ同じ時期に、アルゴスの都市において、市民の中から選抜された千人の者たちが共謀し、民主政を打破して、自分たちの中から貴族政を樹立することを決定した。
§12.80.3ἔχοντες δὲ πολλοὺς συνεργοὺς διὰ τὸ προέχειν τῶν πολιτῶν ταῖς οὐσίαις καὶ ταῖς ἀνδραγαθίαις, τὸ μὲν πρῶτον συλλαβόντες τοὺς δημαγωγεῖν εἰωθότας ἀπέκτειναν, τοὺς δʼ ἄλλους καταπληξάμενοι κατέλυσαν τοὺς νόμους καὶ διʼ ἑαυτῶν τὰ δημόσια διῴκουν.
彼らは財産と勇敢さにおいて他の市民たちに勝っていたため、多くの協力者を得ており、まず最初に、民衆を率いることに慣れていた者たちを捕らえて殺害し、他の人々を威嚇して法律を廃止し、自ら国政を運営した。
διακατασχόντες δὲ ταύτην τὴν πολιτείαν μῆνας ὀκτὼ κατελύθησαν, τοῦ δήμου συστάντος ἐπʼ αὐτούς·
この政体を八ヶ月間維持したものの、民衆が彼らに対して蜂起したため、彼らは打倒された。
διὸ καὶ τούτων ἀναιρεθέντων ὁ δῆμος ἐκομίσατο τὴν δημοκρατίαν.
それゆえ、これらの者たちが殺害されたことで、民衆は民主政を取り戻した。
§12.80.4ἐγένετο δὲ καὶ ἑτέρα κίνησις κατὰ τὴν Ἑλλάδα·
ギリシアでは別の動乱も起こった。
καὶ Φωκεῖς γὰρ πρὸς Λοκροὺς διενεχθέντες παρατάξει ἐκρίθησαν διὰ τὴν οἰκείαν ἀνδρείαν·
というのも、フォキス人がロクリス人と対立し、自らの勇敢さによって会戦において決着をつけたからである。
ἐνίκησαν γὰρ Φωκεῖς ἀνελόντες Λοκρῶν πλείους χιλίων.
すなわち、フォキス人が千人以上のロクリス人を殺害して勝利した。
§12.80.5Ἀθηναῖοι δὲ Νικίου στρατηγοῦντος εἷλον δύο πόλεις, Κύθηρα καὶ Νίσαιαν·
アテネ人はニキアスが将軍を務めるなかで、キテラとニサイアの二つの都市を攻略した。
τήν τε Μῆλον ἐκπολιορκήσαντες πάντας ἡβηδὸν ἀπέσφαξαν, παῖδας δὲ καὶ γυναῖκας ἐξηνδραποδίσαντο.
また、メロスを包囲して攻略し、大人の男たちを全員虐殺し、子供と女たちを奴隷にした。
§12.80.6καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν.
ギリシア人に関する事柄は以上のようであった。
κατὰ δὲ τὴν Ἰταλίαν Φιδηνᾶται μέν, παραγενομένων εἰς τὴν πόλιν αὐτῶν πρέσβεων ἐκ τῆς Ῥώμης, ἐπὶ μικραῖς αἰτίαις ἀνεῖλον τούτους.
一方イタリアでは、フィデナエ人が、ローマからの使節たちが自分たちの都市にやって来たとき、些細な理由で彼らを殺害した。
§12.80.7ἐφʼ οἷς οἱ Ῥωμαῖοι παροξυνθέντες ἐψηφίσαντο πολεμεῖν, καὶ προχειρισάμενοι δύναμιν ἀξιόλογον εἵλοντο δικτάτωρα Ἄνιον Αἰμίλιον καὶ μετὰ τούτου κατὰ τὸ ἔθος Αὖλον Κορνήλιον ἵππαρχον.
これに憤慨したローマ人は戦争を議決して決意し、かなりの規模の軍勢を準備すると、アニオス・アエミリウスを独裁官に選び、彼とともに慣例に従ってアウルス・コルネリウスを騎兵長官に選んだ。
§12.80.8ὁ δʼ Αἰμίλιος παρασκευασάμενος τὰ πρὸς τὸν πόλεμον, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τοὺς Φιδηνάτας.
アエミリウスは戦争への準備を整えると、軍勢を率いてフィデナエ人に向けて進軍した。
ἀντιταξαμένων δὲ τῶν Φιδηνατῶν ἐγένετο μάχη ἐπὶ πολὺν χρόνον ἰσχυρά, καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων ἰσόρροπος ὁ ἀγὼν ἐγένετο.
フィデナエ人が対峙すると、長い間激しい戦闘が行われ、両軍に多くの戦死者が出たため、戦いは互角となった。

語釈・文法注

  1. §12.80.2οἱ κατʼ ἐκλογὴν κεκριμένοι — 分詞 κεκριμένοι(選ばれた者たち)が前置詞句 κατʼ ἐκλογὴν(選抜によって)を伴って冠詞 οἱ とともに名詞的に機能しており、後続の τῶν πολιτῶν(市民のうちの)は部分属格としてこれに係る。全体として「市民の中から選抜によって選ばれた者たち」という関係を形成している。
  2. §12.80.3διὰ τὸ προέχειν — 前置詞 διά に冠詞付き不定詞 τὸ προέχειν(優れていること)の対格が続く因果関係の構文。不定詞の意味上の主語は主節の主語(選ばれた千人)と一致するため省略されている。τῶν πολιτῶν は προέχειν が支配する比較の属格であり、ταῖς οὐσίαις καὶ ταῖς ἀνδραγαθίαις は基準を示す与格である。
  3. §12.80.7ἐφʼ οἷς — 前置詞 ἐπί(〜に対して、〜の理由で)と関係代名詞の中性複数 οἷς が結びついた関係句。先行詞は特定の語ではなく、直前の文に記述された「フィデナエ人によるローマ使節の殺害」という出来事全体を指し、「これらのことに対して」という意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.80.1-12.80.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.80.1-12.80.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。