§12.77.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀστυφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κοΐντιον καὶ Αὖλον Σεμπρώνιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ἐνενηκοστήν, καθʼ ἣν ἐνίκα στάδιον Ὑπέρβιος Συρακόσιος. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν κατά τινα χρησμὸν Δηλίοις ἀπέδοσαν τὴν νῆσον, καὶ κατῆλθον εἰς τὴν πατρίδα οἱ τὸ Ἀδραμύτιον οἰκοῦντες Δήλιοι. §12.77.2τῶν δὲ Ἀθηναίων οὐκ ἀποδόντων Λακεδαιμονίοις τὴν Πύλον, πάλιν αἱ πόλεις αὗται πρὸς ἀλλήλας διεφέροντο καὶ πολεμικῶς εἶχον. ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀργείων ἔπεισε τοὺς Ἀθηναίους φιλίαν συνθέσθαι πρὸς τοὺς Ἀργείους. §12.77.3αὐξομένης δὲ τῆς διαφορᾶς, οἱ μὲν Λακεδαιμόνιοι τοὺς Κορινθίους ἔπεισαν ἐγκαταλιπεῖν τὴν κοινὴν σύνοδον καὶ συμμαχεῖν τοῖς Λακεδαιμονίοις. τοιαύτης δὲ ταραχῆς γενομένης καὶ ἀναρχίας οὔσης, τὰ κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. §12.77.4ἐν δὲ τοῖς ἐκτὸς τόποις Αἰνιᾶνες καὶ Δόλοπες καὶ Μηλιεῖς συμφρονήσαντες δυνάμεσιν ἀξιολόγοις ἐστράτευσαν ἐπὶ τὴν Ἡράκλειαν τὴν ἐν Τραχῖνι. ἀντιταχθέντων δὲ τῶν Ἡρακλεωτῶν, καὶ μάχης γενομένης ἰσχυρᾶς, ἡττήθησαν οἱ τὴν Ἡράκλειαν κατοικοῦντες. πολλοὺς δʼ ἀποβαλόντες στρατιώτας, καὶ συμφυγόντες ἐντὸς τῶν τειχῶν, μετεπέμψαντο βοήθειαν παρὰ τῶν Βοιωτῶν. ἀποστειλάντων δʼ αὐτοῖς τῶν Θηβαίων χιλίους ὁπλίτας ἐπιλέκτους, μετʼ αὐτῶν ἠμύνοντο τοὺς ἐπεστρατευκότας. §12.77.5ἅμα δὲ τούτοις πραττομένοις Ὀλύνθιοι μὲν στρατεύσαντες ἐπὶ πόλιν Μηκύβερναν, φρουρουμένην ὑπʼ Ἀθηναίων, τὴν μὲν φρουρὰν ἐξέβαλον, αὐτοὶ δὲ τὴν πόλιν κατέσχον.
アテネにおいてアスティピロスがアルコンであったとき、ローマ人はルキウス・クィンクティウスとアウルス・センプロニウスを執政官に任命し、エリス人は第九十回オリンピア競技大会を催したが、この大会ではシュラクサイのヒュペルビオスがスタディオン競走で優勝した。この執政官たちの任期中に、アテネ人はある神託に従ってデロス人にその島を返還し、アドラミュティオンに居住していたデロス人たちは祖国へと帰還した。しかし、アテネ人がラケダイモン人にピュロスを返還しなかったため、これらの都市は再び互いに対立し、敵対状態にあった。これを知ったアルゴスの民衆は、アテネ人を説得してアルゴス人との間に友好関係を結ばせた。対立が深まる中、ラケダイモン人はコリントス人を説得して共同同盟を離脱させ、ラケダイモン人と同盟を結ばせた。このような混乱が生じ、無秩序な状態にある中で、ペロポネソスの情勢はこのような状態にあった。ペロポネソス以外の地域では、アイニアネス人、ドロペス人、メリエウス人が結託し、相当な軍勢を率いてトラキスのヘラクレイアへと遠征した。ヘラクレイア人が立ち向かって激しい戦闘が行われたが、ヘラクレイアの住民は敗北した。多くの兵士を失い、城壁の内側へと逃げ込んだ彼らは、ボイオティア人に救援を求めた。テーバイ人が彼らに一千人の精鋭重装歩兵を派遣すると、彼らはこれらの兵とともに、遠征してきた者たちを撃退した。これらのことが行われている一方で、オリントス人はアテネ人によって守備されていた都市メキュベルナへと遠征し、守備隊を追い払って、自らその都市を占領した。