§12.70.1ἀμφοτέρων δὲ προθύμως ὡρμημένων παρετάχθησαν αἱ δυνάμεις τόνδε τὸν τρόπον.
両者が熱心に急ぎ進む中、軍勢は次のように整列した。
παρὰ τοῖς Βοιωτοῖς ἐτάχθησαν ἐπὶ τὸ δεξιὸν κέρας Θηβαῖοι, ἐπὶ δὲ τὸ εὐώνυμον Ὀρχομένιοι, τὴν δὲ μέσην ἀνεπλήρουν φάλαγγα Βοιωτοί·
ボイオティア人側では、右翼にテーバイ人が、左翼にオルコメノス人が配置され、中央の隊列はボイオティア人が満たした。
προεμάχοντο δὲ πάντων οἱ παρʼ ἐκείνοις ἡνίοχοι καὶ παραβάται καλούμενοι, ἄνδρες ἐπίλεκτοι τριακόσιοι.
そして、彼らの間で「御者と戦客」と呼ばれる、選り抜きの精鋭三百人が、全員の先頭に立って戦った。
Ἀθηναῖοι δὲ διατάττοντες ἔτι τὴν δύναμιν ἠναγκάσθησαν συνάψαι μάχην.
一方、アテナイ人は軍勢をまだ整列させている最中に、戦闘を交えることを余儀なくされた。
§12.70.2γενομένης δὲ τῆς παρατάξεως ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ τῶν Ἀθηναίων ἱππεῖς ἀγωνιζόμενοι λαμπρῶς ἠνάγκασαν φυγεῖν τοὺς ἀντιστάντας ἱππεῖς·
戦闘が激しく始まると、最初はアテナイ人の騎兵が見事に戦い、対峙する敵の騎兵を敗走させた。
μετὰ δὲ ταῦτα τῶν πεζῶν διαγωνισαμένων οἱ ταχθέντες κατὰ τοὺς Θηβαίους Ἀθηναῖοι βιασθέντες ἐτράπησαν, οἱ δὲ λοιποὶ τοὺς ἄλλους Βοιωτοὺς τρεψάμενοι καὶ συχνοὺς ἀνελόντες ἐφʼ ἱκανὸν τόπον ἐδίωξαν.
その後に歩兵同士が戦うと、テーバイ人と対峙するように配置されていたアテナイ人たちは、圧倒されて敗走し、残りのアテナイ人は他のボイオティア人たちを敗走させて多くを殺害し、かなりの距離を追撃した。
§12.70.3οἱ δὲ Θηβαῖοι, διαφέροντες ταῖς τῶν σωμάτων ῥώμαις, ἐπέστρεψαν ἀπὸ τοῦ διωγμοῦ, καὶ τοῖς διώκουσι τῶν Ἀθηναίων ἐπιπεσόντες φυγεῖν ἠνάγκασαν·
しかし、肉体の頑健さにおいて優れていたテーバイ人たちは、追撃から引き返し、追撃中であったアテナイ人たちに襲いかかって敗走させた。
ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες μεγάλην ἀπηνέγκαντο δόξαν πρὸς ἀνδρείαν.
そして、目覚ましい戦闘において勝利を収め、勇気に関して大いなる名声を手に入れた。
§12.70.4τῶν δʼ Ἀθηναίων οἱ μὲν εἰς Ὠρωπόν, οἱ δὲ εἰς τὸ Δήλιον κατέφυγον, τινὲς δὲ πρὸς τὴν θάλατταν διέτειναν πρὸς τὰς ἰδίας ναῦς, ἄλλοι δὲ κατʼ ἄλλους ὡς ἔτυχε τόπους διεσπάρησαν.
アテナイ人のうち、ある者はオロポスへ、ある者はデリオンへと逃れ、一部は自分たちの船を目指して海へと走り、他の者たちはそれぞれ思い思いの場所へと散り散りになった。
ἐπιγενομένης δὲ τῆς νυκτὸς ἔπεσον τῶν μὲν Βοιωτῶν οὐ πλείους τῶν πεντακοσίων, τῶν δʼ Ἀθηναίων πολλαπλάσιοι τούτων.
夜が訪れたときには、ボイオティア人の死者は五百人を超えなかったが、アテナイ人の死者はその数倍に達していた。
εἰ μὲν οὖν ἡ νὺξ μὴ προκατέλαβεν, οἱ πλεῖστοι τῶν Ἀθηναίων ἂν ἐτελεύτησαν·
したがって、もし夜が先んじて彼らを襲わなかったならば、アテナイ人の大部分が命を落としていたであろう。
αὕτη γὰρ μεσολαβήσασα τὰς τῶν διωκόντων ὁρμὰς διέσωσε τοὺς φεύγοντας.
というのも、この夜が、追撃する者たちの勢いを遮ることで、逃亡する者たちを救ったからである。
§12.70.5ὅμως δὲ τοσοῦτο πλῆθος τῶν ἀναιρεθέντων ἦν, ὥστε τοὺς Θηβαίους ἐκ τῆς τῶν λαφύρων τιμῆς τήν τε στοὰν τὴν μεγάλην ἐν ἀγορᾷ κατασκευάσαι καὶ χαλκοῖς ἀνδριᾶσι κοσμῆσαι, τοὺς δὲ ναοὺς καὶ τὰς κατὰ τὴν ἀγορὰν στοὰς τοῖς ὅπλοις τοῖς ἐκ τῶν σκύλων προσηλωθεῖσι καταχαλκῶσαι· τήν τε τῶν Δηλίων πανήγυριν ἀπὸ τούτων τῶν χρημάτων ἐνεστήσαντο ποιεῖν.
それにもかかわらず、討ち取られた者の数は非常に多かったため、テーバイ人は戦利品の売却益によって、広場に大柱廊を建設して青銅の立像で飾り、また、神殿や広場にある柱廊を、戦利品から得られた武具を打ち付けることによって青銅で覆い、そして、デリオンの祭典をこれらの資金から挙行することを制定した。
§12.70.6μετὰ δὲ τὴν μάχην οἱ μὲν Βοιωτοὶ τῷ Δηλίῳ προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλον τὸ χωρίον·
戦闘の後、ボイオティア人たちはデリオンに攻撃を加え、力攻めによってその場所を占領した。
τῶν δὲ φρουρούντων τὸ Δήλιον οἱ πλείους μὲν μαχόμενοι γενναίως ἀπέθανον, διακόσιοι δὲ ἥλωσαν·
デリオンを守備していた者たちのうち、大部分は勇敢に戦って死に、二百人が捕虜となった。
οἱ δὲ λοιποὶ κατέφυγον εἰς τὰς ναῦς, καὶ διεκομίσθησαν μετὰ τῶν ἄλλων εἰς τὴν Ἀττικήν.
残りの者たちは船へと逃れ、他の者たちとともにアッティカへと運ばれた。
Ἀθηναῖοι μὲν οὖν ἐπιβουλεύσαντες τοῖς Βοιωτοῖς τοιαύτῃ συμφορᾷ περιέπεσον.
このようにして、ボイオティア人に対して陰謀を企てたアテナイ人は、このような災難に見舞われたのである。