§12.52.1ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν παραλαβόντες τοὺς ἐκ Πελοποννήσου συμμάχους εἰσέβαλον εἰς τὴν Ἀττικήν, ἔχοντος τὴν ἡγεμονίαν Ἀρχιδάμου τοῦ βασιλέως, τὸν δὲ σῖτον ἐν τῇ χλόῃ διέφθειραν, καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὰς πατρίδας.
これらのことが行われているのと同時に、ラケダイモン人たちはペロポネソスからの同盟軍を引き連れて、王アルキダモスが指揮を執るなかでアッティカに侵攻し、穀物をまだ青いうちに台無しにし、その地を略奪したのち、それぞれの祖国へと帰還した。
§12.52.2οἱ δʼ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐ τολμῶντες, ὑπὸ δὲ τῆς νόσου καὶ τῆς σιτοδείας πιεζόμενοι, κακὰς περὶ τοῦ μέλλοντος ἐλάμβανον ἐλπίδας.
一方アテナイ人たちは、陣を張って戦う勇気はなく、疫病と食糧不足に苦しめられていたため、将来について暗い見通しを抱いていた。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
こうして、これらのことがこの年の間に実行された。