§12.34.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντιοχίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Πόστουμον Αἰβούτιον Οὔλεκον.
アテナイでアンティオキデスがアルコンのとき、ローマ人はマルクス・ファビウスとポストゥムス・アエブティウス・ウルクスを執政官に任命した。
ἐπὶ δὲ τούτων, Ἀθηναίων μὲν συνηγωνισμένων τοῖς Κερκυραίοις καὶ τῆς κατὰ τὴν ναυμαχίαν νίκης αἰτίων γενομένων, χαλεπῶς εἶχον πρὸς αὐτοὺς οἱ Κορίνθιοι.
彼らの任期中、アテナイ人がケルキュラ人とともに戦い、海戦での勝利の原因となったため、コリントス人は彼らに対して怒りを抱いていた。
§12.34.2διόπερ ἀμύνεσθαι σπεύδοντες τοὺς Ἀθηναίους, ἀπέστησαν ἀπʼ αὐτῶν πόλιν Ποτίδαιαν, οὖσαν ἑαυτῶν ἄποικον.
それゆえ、彼らはアテナイ人に報復することを切望し、自分たちの植民都市であったポティダイア市を彼らから離反させた。
ὁμοίως δὲ τούτοις καὶ Περδίκκας ὁ τῶν Μακεδόνων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς Ἀθηναίους, ἔπεισε τοὺς Χαλκιδεῖς ἀποστάντας Ἀθηναίων τὰς μὲν ἐπὶ θαλάττῃ πόλεις ἐκλιπεῖν, εἰς μίαν δὲ συνοικισθῆναι τὴν ὀνομαζομένην Ὄλυνθον.
これらと同様に、マケドニア人の王ペルディッカスもアテナイ人に敵対的な態度をとっており、ハルキディケ人たちを説得して、アテナイ人から離反させ、海沿いの都市を放棄して、オリュントスと呼ばれる一つの都市へ移住させた。
§12.34.3οἱ δʼ Ἀθηναῖοι τὴν ἀπόστασιν τῶν Ποτιδαιατῶν ἀκούσαντες ἐξέπεμψαν τριάκοντα ναῦς καὶ προσέταξαν τήν τε χώραν τῶν ἀφεστηκότων λεηλατῆσαι καὶ τὴν πόλιν πορθῆσαι.
アテナイ人はポティダイア人の離反を聞いて30隻の船を送り出し、離反した者たちの土地を略奪し、その都市を破壊するように命じた。
οἱ δὲ πεμφθέντες καταπλεύσαντες εἰς τὴν Μακεδονίαν κατὰ τὰς ἐντολὰς τοῦ δήμου, συνεστήσαντο πολιορκίαν τῆς Ποτιδαίας.
派遣された者たちは、民衆の命令に従ってマケドニアに上陸し、ポティダイアの包囲を開始した。
§12.34.4ἔνθα δὴ τῶν Κορινθίων βοηθησάντων τοῖς πολιορκουμένοις δισχιλίοις στρατιώταις, δισχιλίους καὶ ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε.
そこで、コリントス人が2000人の兵士で包囲されている者たちを救援したため、アテナイの民衆もまた2000人を送り出した。
γενομένης δὲ μάχης περὶ τὸν ἰσθμὸν τὸν πλησίον τῆς Παλληνίων, καὶ τῶν Ἀθηναίων νικησάντων καὶ πλείους τῶν τριακοσίων ἀνελόντων, οἱ Ποτιδαιᾶται συνεκλείσθησαν εἰς πολιορκίαν.
パレネの近くの地峡の周辺で戦闘が起こり、アテナイ人が勝利して300人以上を殺害したため、ポティダイア人は包囲の中に閉じ込められた。
§12.34.5ἅμα δὲ τούτοις πραττομένοις ἔκτισαν οἱ Ἀθηναῖοι πόλιν ἐν τῇ Προποντίδι τὴν ὀνομαζομένην Ἀστακόν.
これらのことが行われているのと同時に、アテナイ人はプロポンティスにアスタコスと呼ばれる都市を創建した。
κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πέμψαντες ἀποίκους εἰς Ἄρδεα τὴν χώραν κατεκληρούχησαν.
イタリアでは、ローマ人がアルデアに植民者を派遣してその土地を分譲した。