§12.24.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσανίου Ῥωμαῖοι πάλιν δέκα ἄνδρας νομοθέτας εἵλοντο, Ἄππιον Κλώδιον, Μάρκον Κορνήλιον, Λεύκιον Μινύκιον, Γάιον Σέργιον, Κόιντον Πόπλιον, Μάνιον Ῥαβολήιον, Σπόριον Οὐετούριον.
アテナイにおいてリュサニアスがアルコンであった時、ローマ人は再び十人の立法委員を選出した。 アッピウス・クラウディウス、マルクス・コルネリウス、ルキウス・ミヌキウス、ガイウス・セルギウス、クィントゥス・プブリウス、マニウス・ラボレイウス、スプリウス・ウェトゥリウスである。
§12.24.2οὗτοι δὲ τοὺς νόμους οὐκ ἠδυνήθησαν συντελέσαι.
しかし、彼らは法律を完成させることができなかった。
εἷς δʼ ἐξ αὐτῶν ἐρασθεὶς εὐγενοῦς παρθένου πενιχρᾶς, τὸ μὲν πρῶτον χρήμασι διαφθεῖραι τὴν κόρην ἐπεβάλετο, ὡς δʼ οὐ προσεῖχεν αὐτῷ, ἐπαπέστειλε συκοφάντην ἐπʼ αὐτήν, προστάξας ἄγειν εἰς δουλείαν.
彼らのうちの一人が、貧しい名門の乙女に恋をし、最初は金でその娘を誘惑しようと企てたが、彼女が彼を相手にしなかったので、彼女に対して告訴人を送り、奴隷として連行するように命じた。
§12.24.3τοῦ δὲ συκοφάντου φήσαντος ἰδίαν αὑτοῦ εἶναι δούλην καὶ πρὸς τὸν ἄρχοντα καταστήσαντος δουλαγωγουμένην, προσαγαγὼν κατηγόρησεν ὡς δούλης.
その告訴人が、彼女は自分自身の奴隷であると主張し、奴隷として引き立てて執政官の前に連れて行くと、彼女を引き出して奴隷であるとして告発した。
τοῦ δὲ διακούσαντος τῆς κατηγορίας καὶ τὴν κόρην ἐγχειρίσαντος, ἐπιλαβόμενος ὁ συκοφάντης ἀπῆγεν ὡς ἰδίαν δούλην.
そして彼が告発を審理し、その娘を引き渡すと、告訴人は彼女を捕らえて自らの奴隷として連れ去ろうとした。
§12.24.4ὁ δὲ πατὴρ τῆς παρθένου παρὼν καὶ δεινοπαθῶν, ὡς οὐδεὶς αὐτῷ προσεῖχε, παραπορευόμενος κατὰ τύχην παρὰ κρεοπώλιον, ἁρπάσας τὴν παρακειμένην ἐπὶ τῆς σανίδος κοπίδα, ταύτῃ πατάξας τὴν θυγατέρα ἀπέκτεινεν, ἵνα μὴ τῆς ὕβρεως λάβῃ πεῖραν, αὐτὸς δʼ ἐκ τῆς πόλεως ἐκπηδήσας ἀπῆλθε πρὸς τὸ στρατόπεδον τὸ ἐν τῷ Ἀλγίδῳ καλουμένῳ τότε ὑπάρχον.
その乙女の父親は、その場に居合わせて激しく憤慨していたが、誰も自分を助けてくれないので、たまたま肉屋のそばを通りかかった際、台の上に置かれていた肉切り包丁をひったくり、これをもって娘を刺して殺した。 彼女が恥辱を経験させられないようにするためであった。 そして自らは市から脱出し、当時アルギドゥスと呼ばれていた場所にあった陣営へと赴いた。
§12.24.5καταφυγὼν δὲ ἐπὶ τὸ πλῆθος καὶ μετὰ δακρύων τὴν καθʼ αὑτὸν συμφορὰν ἀπαγγείλας, ἅπαντας ἤγαγεν εἰς ἔλεον καὶ πολλὴν συμπάθειαν.
彼は兵士たちのもとに逃げ込み、涙ながらに自らに起こった悲劇を告げると、全員に哀れみと深い同情を引き起こした。
πάντων δʼ ἐπιβοηθεῖν τοῖς ἠτυχηκόσιν ὁρμησάντων, μετὰ τῶν ὅπλων νυκτὸς εἰς τὴν Ῥώμην εἰσέπεσον.
全員が、不幸に見舞われた人々を助けようと立ち上がると、武器を手にして夜間にローマに突入した。
οὗτοι μὲν οὖν κατελάβοντο λόφον τὸν ὀνομαζόμενον Ἀουεντῖνον.
こうして彼らはアウェンティヌスと呼ばれる丘を占拠した。