§12.11.1ὀλίγον δὲ χρόνον ὁμονοήσαντες οἱ Θούριοι στάσει μεγάλῃ περιέπεσον οὐκ ἀλόγως.
しばらくの間は協調していたトゥリオイの住民たちであったが、もっともな理由から、大きな内紛に陥った。
οἱ γὰρ προϋπάρχοντες Συβαρῖται τὰς μὲν ἀξιολογωτάτας ἀρχὰς ἑαυτοῖς προσένεμον, τὰς δʼ εὐτελεῖς τοῖς ὕστερον προσγεγραμμένοις πολίταις·
というのも、元からいたシバリス人たちは、最も重要な官職を自分たちに配分し、重要度の低い官職を後から登録された市民たちに配分したからである。
καὶ τὰς γυναῖκας ἐπιθύειν τοῖς θεοῖς ᾤοντο δεῖν πρώτας μὲν τὰς πολίτιδας, ὑστέρας δὲ τὰς μεταγενεστέρας·
また、神々に犠牲を捧げるに際しても、女たちについて、まず旧来の女市民たちが先であり、後から来た女たちは後であるべきだと考えていた。
πρὸς δὲ τούτοις τὴν μὲν σύνεγγυς τῇ πόλει χώραν κατεκληρούχουν ἑαυτοῖς, τὴν δὲ πόρρω κειμένην τοῖς ἐπήλυσι.
これらに加えて、都市に近い土地を自分たちに割り当て、遠くにある土地を新来者たちに割り当てたからである。
§12.11.2γενομένης δὲ διαφορᾶς διὰ τὰς εἰρημένας αἰτίας, οἱ προσγραφέντες ὕστερον πολῖται πλείους καὶ κρείττονες ὄντες ἀπέκτειναν σχεδὸν ἅπαντας τοὺς προϋπάρχοντας Συβαρίτας, καὶ τὴν πόλιν αὐτοὶ κατῴκησαν.
上述の理由から不和が生じたため、後から登録された市民たちは、数においても優れ、力においても勝っていたので、元からいたシバリス人をほぼ全員殺害し、自らその都市に居住した。
πολλῆς δὲ οὔσης καὶ καλῆς χώρας, οἰκήτορας ἐκ τῆς Ἑλλάδος μεταπεμψάμενοι συχνούς, διενείμαντο τὴν πόλιν καὶ τὴν χώραν ἐπʼ ἴσης ἔνεμον.
そして、土地が広大で肥沃であったため、ギリシアから多くの入植者を呼び寄せ、都市を分かち合い、土地を平等に分配した。
§12.11.3οἱ δὲ διαμένοντες ταχὺ πλούτους μεγάλους ἐκτήσαντο, καὶ πρὸς τοὺς Κροτωνιάτας φιλίαν συνθέμενοι καλῶς ἐπολιτεύοντο.
残留した人々は急速に大きな富を築き、クロトン人たちと同盟を結んで、立派な国家統治を行った。
συστησάμενοι δὲ πολίτευμα δημοκρατικὸν διεῖλον τοὺς πολίτας εἰς δέκα φυλάς, καὶ τὰς προσηγορίας ἁπάσαις περιέθηκαν ἐκ τῶν ἐθνῶν, τρεῖς μὲν ἀπὸ τῶν ἐκ Πελοποννήσου συναχθέντων ὀνομάσαντες Ἀρκάδα καὶ Ἀχαΐδα καὶ Ἠλείαν, τὰς ἴσας δὲ ἀπὸ τῶν ἔξωθεν ὁμοεθνῶν, Βοιωτίαν, Ἀμφικτυονίδα, Δωρίδα, τὰς δὲ λοιπὰς τέτταρας ἀπὸ τῶν ἄλλων γενῶν, Ἰάδα, Ἀθηναΐδα, Εὐβοΐδα, Νησιῶτιν.
そして、民主制の政体を組織すると、市民を十の部族に分割し、それらすべてに諸民族に由来する名称を与えた。 すなわち、ペロポネソスから集まった人々から三つの部族をアルカス、アカイアス、エレイアスと名付け、同数の部族をその他の地域の同胞からボイオティアス、アムピクテュオニス、ドリアスと名付け、残りの四つの部族をその他の血統からイアス、アテナイアス、エウボイアス、ネシオティスと名付けた。
εἵλοντο δὲ καὶ νομοθέτην τὸν ἄριστον τῶν ἐν παιδείᾳ θαυμαζομένων πολιτῶν Χαρώνδαν.
また、教養において称賛されていた市民の中から最も優れた人物であるカロンダスを立法者として選出した。
§12.11.4οὗτος δὲ ἐπισκεψάμενος τὰς ἁπάντων νομοθεσίας ἐξελέξατο τὰ κράτιστα καὶ κατέταξεν εἰς τοὺς νόμους·
この人物は、あらゆる人々の法制を検討し、最良のものを選択して自らの法律に組み込んだ。
πολλὰ δὲ καὶ ἴδια ἐπινοησάμενος ἐξεῦρε, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστιν ἐπιμνησθῆναι πρὸς διόρθωσιν τῶν ἀναγινωσκόντων.
また、多くの独自の法律も考案して創り出したが、それらについて言及することは、読者の向上のために不適切ではないであろう。