§11.83.1οἱ δὲ Βοιωτοὶ παροξυνθέντες ἐπὶ τῇ διαφθορᾷ τῆς χώρας, συνεστράφησαν πανδημεί, καὶ στρατεύσαντες ἤθροισαν μεγάλην δύναμιν.
ボイオティア人たちは、国土の荒廃に憤慨し、総出で結束し、軍を起こして大軍を集めた。
γενομένης δὲ μάχης ἐν Οἰνοφύτοις τῆς Βοιωτίας, καὶ τὸ δεινὸν ἀμφοτέρων ταῖς ψυχαῖς ἐρρωμένως ὑπομενόντων, διημέρευσαν ἐν τῇ μάχῃ·
ボイオティアのオイノフュタで戦いが起こり、両軍が強い精神で恐るべき事態を毅然と持ちこたえたため、彼らは戦闘の中で丸一日を過ごした。
μόγις δὲ τῶν Ἀθηναίων τρεψαμένων τοὺς Βοιωτούς, ὁ Μυρωνίδης πασῶν τῶν κατὰ τὴν Βοιωτίαν πόλεων ἐγκρατὴς ἐγένετο πλὴν Θηβῶν.
アテナイ人たちが辛うじてボイオティア人を敗走させると、ミュロニデスはテーバイを除くボイオティアのすべての都市を支配下に置いた。
§11.83.2μετὰ δὲ ταῦτα ἐκ τῆς Βοιωτίας ἀναζεύξας ἐστράτευσεν ἐπὶ Λοκροὺς τοὺς ὀνομαζομένους Ὀπουντίους.
この後、ボイオティアから陣を払い、彼はオプンティオスと呼ばれるロクリス人たちに対して遠征した。
τούτους δὲ ἐξ ἐφόδου χειρωσάμενος, καὶ λαβὼν ὁμήρους, ἐνέβαλεν εἰς τὴν Παρνασίαν.
彼らを急襲によって屈服させ、人質を取ると、パルナシア地方へと侵入した。
§11.83.3παραπλησίως δὲ τοῖς Λοκροῖς καὶ τοὺς Φωκεῖς καταπολεμήσας, καὶ λαβὼν ὁμήρους, ἀνέζευξεν εἰς τὴν Θετταλίαν, ἐγκαλῶν μὲν περὶ τῆς γενομένης προδοσίας, προστάττων δὲ καταδέχεσθαι τοὺς φυγάδας·
ロクリス人たちと同様に、フォキス人たちをも戦争で打ち破って人質を取ると、彼はテッサリアへと進軍した。 その際、起きた裏切りについて彼らを咎め、また、追放者たちを帰還させるように命令した。
τῶν δὲ Φαρσαλίων οὐ προσδεχομένων, ἐπολιόρκει τὴν πόλιν.
しかし、ファルサロス人たちがこれを受け入れなかったので、彼はその都市を包囲した。
§11.83.4ἐπεὶ δὲ τὴν μὲν πόλιν οὐκ ἠδύνατο βίᾳ χειρώσασθαι, τὴν δὲ πολιορκίαν πολὺν χρόνον ὑπέμενον οἱ Φαρσάλιοι, τὸ τηνικαῦτα ἀπογνοὺς τὰ κατὰ τὴν Θετταλίαν ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
しかし、武力によってその都市を屈服させることができず、ファルサロス人たちも長い間包囲に耐え抜いたため、そのとき彼はテッサリアでの作戦をあきらめ、アテナイへと帰還した。
Μυρωνίδης μὲν οὖν ἐν ὀλίγῳ χρόνῳ μεγάλας πράξεις ἐπιτελεσάμενος περιβόητον ἔσχε τὴν δόξαν παρὰ τοῖς πολίταις.
こうしてミュロニデスは、短期間に偉大な事業を成し遂げて、市民たちの間で広く知れ渡った名声を獲得した。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
これらのことは、この年のうちに成し遂げられた。