Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.80.1-11.80.6

タナグラの戦いとテッサリア人の裏切り

81 / 723 箇所 · ギリシア語

要旨

アテナイ軍は帰還途上のラケダイモン軍を待ち伏せしようとしてタナグラで衝突する。戦闘中に同盟者のテッサリア人が裏切ってアテナイの補給部隊を奇襲するが、最終的には両軍全軍が激突する全面戦争となり、勝敗がつかないまま4ヶ月の休戦協定を結んだ。

§11.80.1Ἀθηναῖοι δὲ πυθόμενοι τοὺς Λακεδαιμονίους τὸν μὲν πρὸς Φωκεῖς πόλεμον καταλελυκέναι, αὐτοὺς δὲ μέλλειν τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι, ἔγνωσαν ἐπιθέσθαι κατὰ τὴν ὁδοιπορίαν τοῖς Λακεδαιμονίοις.
アテナイ人は、ラケダイモン人がフォキス人との戦争を終結させ、自分たちが帰路につくつもりであることを知ると、道中でラケダイモン人に攻撃することを決意した。
ἐστράτευσαν οὖν ἐπʼ αὐτούς, παραλαβόντες τοὺς Ἀργείους καὶ Θετταλούς· καὶ πεντήκοντα μὲν ναυσί, στρατιώταις δὲ μυρίοις καὶ τετρακισχιλίοις ἐπιβαλοῦντες αὐτοῖς κατελάβοντο τὰς περὶ τὴν Γεράνειαν παρόδους.
そこで彼らは、アルゴス人とテッサリア人を味方に引き入れて彼らに向けて出陣し、五十隻の船と一万四千人の兵士をもって彼らに襲いかかろうと、ゲラネイア周辺の通路を占拠した。
§11.80.2Λακεδαιμόνιοι δὲ πυνθανόμενοι τὰ κατὰ τοὺς Ἀθηναίους παρῆλθον τῆς Βοιωτίας εἰς Τάναγραν.
ラケダイモン人はアテナイ人の動向を知ると、ボイオティアを通ってタナグラへと進んだ。
τῶν δὲ Ἀθηναίων παραγενομένων εἰς τὴν Βοιωτίαν καὶ παρατάξεως γενομένης, ἰσχυρὰ συνέστη μάχη·
アテナイ人がボイオティアに到着して布陣が行われると、激しい戦闘が始まった。
καὶ τῶν μὲν Θετταλῶν μεταβαλομένων ἐν τῇ μάχῃ πρὸς τοὺς Λακεδαιμονίους, τῶν δὲ Ἀθηναίων καὶ τῶν Ἀργείων οὐδὲν ἧττον διαγωνιζομένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρʼ ἀμφοτέροις, νυκτὸς δʼ ἐπιλαβούσης διελύθησαν.
そして、戦闘中にテッサリア人がラケダイモン人の側へ寝返ったものの、アテナイ人とアルゴス人がそれにもかかわらず戦い続けたため、双方に少なからぬ戦死者が出たが、夜が訪れたので両軍は引き分けた。
§11.80.3μετὰ δὲ ταῦτα τοῖς Ἀθηναίοις κομιζομένης ἀγορᾶς πολλῆς ἐκ τῆς Ἀττικῆς, οἱ Θετταλοὶ κρίναντες ἐπιθέσθαι ταύτῃ καὶ αὐτῆς ὥρας δειπνοποιησάμενοι νυκτὸς ἀπήντων τοῖς κομίζουσι τὰς ἀγοράς.
この後、アテナイ人のためにアッティカから多くの食糧が運ばれていた際、テッサリア人はこれを襲撃することを決意し、ただちに夕食を済ませて、夜の間に食糧を運ぶ者たちを迎え撃った。
§11.80.4τῶν δὲ παραφυλαττόντων Ἀθηναίων ἀγνοούντων καὶ προσδεξαμένων τοὺς Θετταλοὺς ὡς φίλους, συνέβη πολλοὺς καὶ ποικίλους ἀγῶνας γενέσθαι περὶ τῆς ἀγορᾶς.
護衛していたアテナイ人たちは何も知らず、テッサリア人を友人として受け入れたため、食糧をめぐって多くの多様な戦いが生じることとなった。
τὸ μὲν γὰρ πρῶτον οἱ Θετταλοί, προσδεχθέντες ὑπὸ τῶν πολεμίων διὰ τὴν ἄγνοιαν, ἔκτεινον τοὺς ἐντυγχάνοντας, καὶ συντεταγμένοι τοῖς τεθορυβημένοις συμπλεκόμενοι πολλοὺς ἀνῄρουν.
というのも、当初テッサリア人は、敵の無知ゆえに受け入れられて、遭遇した人々を殺害し、整然とした陣容で混乱した者たちに襲いかかって多くを討ち取ったからである。
§11.80.5οἱ δὲ κατὰ τὴν στρατοπεδείαν ὄντες Ἀθηναῖοι πυθόμενοι τὴν τῶν Θετταλῶν ἐπίθεσιν, ἧκον κατὰ σπουδήν, καὶ τοὺς Θετταλοὺς ἐξ ἐφόδου τρεψάμενοι πολὺν ἐποίουν φόνον.
陣営にいたアテナイ人たちは、テッサリア人の襲撃を知ると急いで駆けつけ、最初の突撃でテッサリア人を敗走させて多大な殺戮を行った。
§11.80.6ἐπιβοηθησάντων δὲ τῶν Λακεδαιμονίων τοῖς Θετταλοῖς συντεταγμένῃ τῇ δυνάμει, καὶ τοῖς στρατοπέδοις ὅλοις γενομένης παρατάξεως, συνέβη διὰ τὴν γενομένην φιλοτιμίαν πολλοὺς παρʼ ἀμφοτέροις ἀναιρεθῆναι.
しかし、ラケダイモン人が整然とした軍勢でテッサリア人の救援に駆けつけ、両軍全体での会戦が行われると、生じた闘志のゆえに、双方に多くの戦死者が出ることとなった。
τέλος δὲ τῆς μάχης ἀμφίδοξον λαβούσης τὸ τέλος, συνέβη τούς τε Λακεδαιμονίους ἀμφισβητῆσαι περὶ τῆς νίκης καὶ τοὺς Ἀθηναίους.
ついに戦いの結末が勝敗のつかないものとなると、ラケダイモン人もアテナイ人も勝利を主張することになった。
τότε μὲν οὖν ἐπιλαβούσης νυκτὸς καὶ τῆς νίκης ἀμφιδόξου γενομένης, διεπρεσβεύοντο πρὸς ἀλλήλους καὶ τετραμηνιαίους σπονδὰς ἐποιήσαντο.
その時は夜が訪れ、勝利の行方が不分明であったため、両者は互いに使節を送り、四ヶ月の休戦協定を結んだ。

語釈・文法注

  1. §11.80.1ἐπιβαλοῦντες — 動詞 ἐπιβάλλω の未来能動態分詞(複数主格男性)であり、アテナイ人が「彼らを攻撃する意図を持って」ゲラネイアを占拠したという、目的や意図のニュアンスを示している。
  2. §11.80.3αὐτῆς ὥρας — 時の属格であり、「まさにその時間に」「ただちに」という副詞的な意味で機能している。
  3. §11.80.4ὑπὸ τῶν πολεμίων — 受動態分詞 προσδεχθέντες(受け入れられた)の行為者を示す。ここでの「敵(πολέμιοι)」は、テッサリア人の視点から見たアテナイ人(彼らを味方と信じて受け入れた側)を指している。
  4. §11.80.6τέλος δὲ τῆς μάχης ἀμφίδοξον λαβούσης τὸ τέλος — 文頭の τέλος(最後に)と、属格独立構文内の τὸ τέλος が重複している。これは文体的な同語反復(tautology)か、写本上の誤記の可能性がある。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.80.1-11.80.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.80.1-11.80.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。