§11.73.1οὗτοι τῆς ἐκ τῶν ἀρχαιρεσιῶν τιμῆς ἀπελαυνόμενοι χαλεπῶς ἔφερον, καὶ συμφρονήσαντες ἀπέστησαν τῶν Συρακοσίων, καὶ τῆς πόλεως κατελάβοντο τήν τε Ἀχραδινὴν καὶ τὴν Νῆσον, ἀμφοτέρων τῶν τόπων τούτων ἐχόντων ἴδιον τεῖχος καλῶς κατεσκευασμένον.
These men, being excluded from the honor of public office derived from elections, took it hard, and conspiring together they revolted from the Syracusans and occupied both Achradina and the Island of the city, since both of these places had their own wall beautifully constructed.
§11.73.2οἱ δὲ Συρακόσιοι πάλιν ἐμπεσόντες εἰς ταραχὴν τὸ λοιπὸν τῆς πόλεως κατεῖχον, καὶ τὸ πρὸς τὰς Ἐπιπολὰς τετραμμένον αὐτῆς ἀπετείχισαν καὶ πολλὴν ἀσφάλειαν ἑαυτοῖς κατεσκεύασαν· εὐθὺς γὰρ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἀφεστηκότας εὐχερῶς εἶργον καὶ ταχὺ τῶν ἐπιτηδείων ἐποίησαν ἀπορεῖν.
The Syracusans, having fallen again into confusion, held the rest of the city, and they walled off the part of it turned toward Epipolae and secured great safety for themselves; for they easily debarred the rebels from exit to the countryside and quickly made them suffer from a lack of provisions.
§11.73.3οἱ δὲ ξένοι τοῖς μὲν πλήθεσιν ἐλείποντο τῶν Συρακοσίων, ταῖς δὲ ἐμπειρίαις ταῖς κατὰ πόλεμον πολὺ προεῖχον· διὸ καὶ γινομένων κατὰ τὴν πόλιν ἐπιθέσεων καὶ κατὰ μέρος συμπλοκῶν, ταῖς μὲν μάχαις οἱ ξένοι ἐπροτέρουν, εἰργόμενοι δὲ τῆς χώρας ἐλείποντο ταῖς παρασκευαῖς καὶ τροφῆς ἐσπάνιζον.
The foreigners were inferior to the Syracusans in numbers, but in military experience they were far superior; therefore, while attacks and partial skirmishes were taking place throughout the city, in the battles the foreigners had the upper hand, but because they were shut off from the countryside, they fell behind in supplies and ran short of food.
καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
And such was the state of affairs in Sicily.