Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.72.1-11.72.3

シケリアの繁栄とシュラクサイの内紛の兆し

73 / 723 箇所 · ギリシア語

要旨

シケリアでは僭主政が打倒されて平和と繁栄が訪れたが、シュラクサイの市民が旧来の市民のみに官職を制限し、ゲロンによって市民権を得た外国人傭兵を排除したため、再び内紛の危機が生じる。

§11.72.1κατὰ δὲ τὴν Σικελίαν ἄρτι καταλελυμένης τῆς ἐν ταῖς Συρακούσαις τυραννίδος καὶ πασῶν τῶν κατὰ τὴν νῆσον πόλεων ἠλευθερωμένων, πολλὴν ἐπίδοσιν ἐλάμβανεν ἡ σύμπασα Σικελία πρὸς εὐδαιμονίαν· εἰρήνην γὰρ ἔχοντες οἱ Σικελιῶται καὶ χώραν ἀγαθὴν νεμόμενοι, διὰ τὸ πλῆθος τῶν καρπῶν ταχὺ ταῖς οὐσίαις ἀνέτρεχον καὶ τὴν χώραν ἐπλήρωσαν οἰκετῶν καὶ κτηνῶν καὶ τῆς ἄλλης εὐδαιμονίας, μεγάλας μὲν λαμβάνοντες προσόδους, οὐδὲν δὲ εἰς τοὺς εἰωθότας πολέμους ἀναλίσκοντες. §11.72.2μετὰ δὲ ταῦτα πάλιν εἰς πολέμους καὶ στάσεις ἐνέπεσον διὰ τοιαύτας τινὰς αἰτίας. καταλύσαντες τὴν Θρασυβούλου τυραννίδα συνήγαγον ἐκκλησίαν, καὶ περὶ τῆς ἰδίας δημοκρατίας βουλευσάμενοι πάντες ὁμογνωμόνως ἐψηφίσαντο Διὸς μὲν ἐλευθερίου κολοττιαῖον ἀνδριάντα κατασκευάσαι, κατʼ ἐνιαυτὸν δὲ θύειν ἐλευθέρια καὶ ἀγῶνας ἐπιφανεῖς ποιεῖν κατὰ τὴν αὐτὴν ἡμέραν, ἐν ᾗ τὸν τύραννον καταλύσαντες ἠλευθέρωσαν τὴν πατρίδα· θύειν δʼ ἐν τοῖς ἀγῶσι τοῖς θεοῖς ταύρους τετρακοσίους καὶ πεντήκοντα, καὶ τούτους δαπανᾶν εἰς τὴν τῶν πολιτῶν εὐωχίαν. §11.72.3τὰς δὲ ἀρχὰς ἁπάσας τοῖς ἀρχαίοις πολίταις ἀπένεμον· τοὺς δὲ ξένους τοὺς ἐπὶ τοῦ Γέλωνος πολιτευθέντας οὐκ ἠξίουν μετέχειν ταύτης τῆς τιμῆς, εἴτε οὐκ ἀξίους κρίναντες, εἴτε καὶ ἀπιστοῦντες μήποτε συντεθραμμένοι τυραννίδι καὶ μονάρχῳ συνεστρατευμένοι νεωτερίζειν ἐπιχειρήσωσιν· ὅπερ καὶ συνέβη γενέσθαι. τοῦ γὰρ Γέλωνος πλείονας τῶν μυρίων πολιτογραφήσαντος ξένους μισθοφόρους, ἐκ τούτων περιελείποντο πλείους τῶν ἑπτακισχιλίων κατὰ τοὺς ὑποκειμένους καιρούς.
一方、シケリアにおいては、シュラクサイにおける僭主政がちょうど打倒され、島全体のすべての都市が解放されたため、シケリア全体が繁栄に向けて大きな進歩を遂げていた。というのも、シケリア人たちは平和を享受し、肥沃な土地を耕作していたため、作物の豊作によって急速に富を回復し、その土地を奴隷や家畜、その他の富で満たしたからである。彼らは莫大な収入を得る一方で、いつもの戦争には何も費やさなかった。しかしこの後、彼らは次のような理由から、再び戦争と内紛に陥った。トラシュブロスの僭主政を打倒した彼らは民会を招集し、自分たちの民主政について議論した上で、全員一致で次のように決議した。すなわち、解放者ゼウスの巨像を建立すること、そして僭主を打倒して祖国を解放したまさにその日に、毎年解放の祝祭を執り行い、盛大な競技会を開催すること。また、その競技会において神々に四百五十頭の牡牛を捧げ、これらを市民の饗宴のために消費すること。そして彼らはすべての官職を従来の市民に配分した。しかし、ゲロンの時代に市民権を得ていた外国人については、この名誉を分かち合うに値しないと判断したか、あるいは、僭主政のもとで共に育ち、君主とともに従軍した彼らが反乱を企てるのではないかと不信感を抱いたため、この名誉にあずかるに値しないとみなした。そして、まさにその通りのことが起こった。ゲロンは一万人以上の外国人傭兵を市民として登録していたが、当時、彼らのうち七千人以上がまだ残っていたからである。

語釈・文法注

  1. §11.72.1ταῖς οὐσίαις ἀνέτρεχον — 「財産を急速に回復させた」。動詞 ἀνατρέχω は「駆け上がる、回復する」を意味し、ここでは関係または手段の与格 ταῖς οὐσίαις を伴って「財産の面において(または財産によって)上向く、回復する」という状態を表している。
  2. §11.72.3ἀπιστοῦντες μήποτε ... νεωτερίζειν ἐπιχειρήσωσιν — 分詞 ἀπιστοῦντες(不信を抱く、疑う)が、懸念を表す接続法を導く小辞 μήποτε(〜しはしないかと)を伴う従属節を従えている。恐れや懸念を表す動詞と同様の構文である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.72.1-11.72.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.72.1-11.72.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。