Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.72.1-11.72.3

西西里的繁荣与叙拉古内讧的端倪

第 73 段,共 723 段 · 希腊语

内容简介

在西西里,推翻僭主统治后恢复了和平与繁荣,但在叙拉古,由于公民将官职限制在原有公民中,并排斥了在盖隆时期获得公民权的外国雇佣兵,再次引发了内讧的危机。

§11.72.1κατὰ δὲ τὴν Σικελίαν ἄρτι καταλελυμένης τῆς ἐν ταῖς Συρακούσαις τυραννίδος καὶ πασῶν τῶν κατὰ τὴν νῆσον πόλεων ἠλευθερωμένων, πολλὴν ἐπίδοσιν ἐλάμβανεν ἡ σύμπασα Σικελία πρὸς εὐδαιμονίαν·
在西西里,由于叙拉古的僭主统治刚刚被推翻,岛上的所有城市都获得了解放,整个西西里在走向繁荣的过程中取得了巨大的进步。
εἰρήνην γὰρ ἔχοντες οἱ Σικελιῶται καὶ χώραν ἀγαθὴν νεμόμενοι, διὰ τὸ πλῆθος τῶν καρπῶν ταχὺ ταῖς οὐσίαις ἀνέτρεχον καὶ τὴν χώραν ἐπλήρωσαν οἰκετῶν καὶ κτηνῶν καὶ τῆς ἄλλης εὐδαιμονίας, μεγάλας μὲν λαμβάνοντες προσόδους, οὐδὲν δὲ εἰς τοὺς εἰωθότας πολέμους ἀναλίσκοντες.
因为西西里人享有和平并耕作着肥沃的土地,由于农作物的丰收,他们的财富迅速恢复,并在土地上充斥着奴隶、牲畜和其他财富,他们获得了巨大的收入,而没有在惯常的战争中消耗任何东西。
§11.72.2μετὰ δὲ ταῦτα πάλιν εἰς πολέμους καὶ στάσεις ἐνέπεσον διὰ τοιαύτας τινὰς αἰτίας.
此后,由于以下一些原因,他们再次陷入战争和内讧。
καταλύσαντες τὴν Θρασυβούλου τυραννίδα συνήγαγον ἐκκλησίαν, καὶ περὶ τῆς ἰδίας δημοκρατίας βουλευσάμενοι πάντες ὁμογνωμόνως ἐψηφίσαντο Διὸς μὲν ἐλευθερίου κολοττιαῖον ἀνδριάντα κατασκευάσαι, κατʼ ἐνιαυτὸν δὲ θύειν ἐλευθέρια καὶ ἀγῶνας ἐπιφανεῖς ποιεῖν κατὰ τὴν αὐτὴν ἡμέραν, ἐν ᾗ τὸν τύραννον καταλύσαντες ἠλευθέρωσαν τὴν πατρίδα· θύειν δʼ ἐν τοῖς ἀγῶσι τοῖς θεοῖς ταύρους τετρακοσίους καὶ πεντήκοντα, καὶ τούτους δαπανᾶν εἰς τὴν τῶν πολιτῶν εὐωχίαν.
在推翻了色拉西布洛斯的僭主统治后,他们召集了公民大会,并在共同商议了他们自己的民主政体后,一致投票决定建造一座“解放者宙斯”的巨像,并在每年推翻僭主、解放祖国的同一天举行“解放节”并举办盛大的竞技会;并在竞技会中向神明献祭四百五十头公牛,并将这些公牛用于市民的宴享。
§11.72.3τὰς δὲ ἀρχὰς ἁπάσας τοῖς ἀρχαίοις πολίταις ἀπένεμον· τοὺς δὲ ξένους τοὺς ἐπὶ τοῦ Γέλωνος πολιτευθέντας οὐκ ἠξίουν μετέχειν ταύτης τῆς τιμῆς, εἴτε οὐκ ἀξίους κρίναντες, εἴτε καὶ ἀπιστοῦντες μήποτε συντεθραμμένοι τυραννίδι καὶ μονάρχῳ συνεστρατευμένοι νεωτερίζειν ἐπιχειρήσωσιν· ὅπερ καὶ συνέβη γενέσθαι.
他们把所有的官职都分配给原有的公民;但对于在盖隆统治时期获得公民权的外国人,他们认为这些人不配分享这一荣誉,或许是因为他们判定这些人不配,或许是因为他们不信任他们,担心他们由于在僭主统治下共同成长并曾随君主征战,会企图发动叛乱——而这件事情确实发生了。
τοῦ γὰρ Γέλωνος πλείονας τῶν μυρίων πολιτογραφήσαντος ξένους μισθοφόρους, ἐκ τούτων περιελείποντο πλείους τῶν ἑπτακισχιλίων κατὰ τοὺς ὑποκειμένους καιρούς.
因为盖隆曾将一万多名外国雇佣兵登记为公民,而在目前所谈到的这个时候,这些人中还剩下七千多人。

词汇与语法注释

  1. §11.72.1ταῖς οὐσίαις ἀνέτρεχον — “财富迅速恢复”。动词 ἀνατρέχω 意为“跑回、恢复”,在此与表示关系或手段的与格 ταῖς οὐσίαις(财产、资力)连用,表示“在财产方面(或通过财产)得以恢复”。
  2. §11.72.3ἀπιστοῦντες μήποτε ... νεωτερίζειν ἐπιχειρήσωσιν — 分词 ἀπιστοῦντες(怀疑、不信任)引导了一个由表示担心的虚词 μήποτε(唯恐、是不是会)和虚拟语气 ἐπιχειρήσωσιν 组成的从属节,其用法类似于表示恐惧或担心的动词。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.72.1-11.72.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.72.1-11.72.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。