§11.71.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τληπολέμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Κόιντον Σερουίλιον Στροῦκτον.
アテナイでトレポレモスが執政官であったとき、ローマ人はティトス・コインティウスとコイントス・セルウィリウス・ストルクトゥスを執政官に任命した。
ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ βασιλεὺς τῶν Περσῶν ἄρτι τὴν βασιλείαν ἀνακτησάμενος, τὸ μὲν πρῶτον κολάσας τοὺς μετεσχηκότας τῆς τοῦ πατρὸς ἀναιρέσεως διέταξε τὰ κατὰ τὴν βασιλείαν συμφερόντως αὐτῷ.
これらの者の任期中、ペルシア人の王アルタクセルクセスは、王位を取り戻したばかりであったが、まず父の暗殺に関与した者たちを処罰し、王国の諸事を自分に都合の良いように整えた。
§11.71.2τῶν μὲν γὰρ ὑπαρχόντων σατραπῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς αὐτὸν ἀπέστησε, τῶν δὲ αὑτοῦ φίλων ἐπιλέξας τοὺς εὐθέτους παρέδωκε τὰς σατραπείας.
なぜなら、既存の総督たちのうち、自分に対して敵意を抱いている者たちを免職にし、自分の友人たちの中から適任者を選び出して総督領を委ねたからである。
ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς δυνάμεων κατασκευῆς, καὶ καθόλου τὴν βασιλείαν ὅλην ἐπιεικῶς διοικῶν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς Πέρσαις.
彼はまた、歳入と軍備の構築にも配慮し、総じて王国全体を穏健に統治したため、ペルシア人たちの間で大きな支持を得た。
§11.71.3οἱ δὲ τὴν Αἴγυπτον κατοικοῦντες πυθόμενοι τὴν Ξέρξου τελευτὴν καὶ τὴν ὅλην ἐπίθεσιν καὶ ταραχὴν ἐν τῇ βασιλείᾳ τῶν Περσῶν, ἔκριναν ἀντέχεσθαι τῆς ἐλευθερίας.
一方、エジプトに居住する者たちは、クセルクセスの死とペルシア王国内の全面的な反乱や混乱を知ると、自由を勝ち取ろうと決意した。
εὐθὺς οὖν ἀθροίσαντες δύναμιν ἀπέστησαν τῶν Περσῶν, καὶ τοὺς φορολογοῦντας τὴν Αἴγυπτον τῶν Περσῶν ἐκβαλόντες κατέστησαν βασιλέα τὸν ὀνομαζόμενον Ἰναρώ.
そこで直ちに軍勢を集めてペルシア人から離反し、エジプトで徴税を行っていたペルシア人たちを追放して、イナロスと呼ばれる者を王に立てた。
§11.71.4οὗτος δὲ τὸ μὲν πρῶτον ἐκ τῶν ἐγχωρίων κατέλεγε στρατιώτας, μετὰ δὲ ταῦτα καὶ μισθοφόρους ἐκ τῶν ἀλλοεθνῶν ἀθροίζων κατεσκεύαζε δύναμιν ἀξιόχρεων.
彼はまず地元住民から兵士を募り、その後は外国からの傭兵も集めて、十分な軍勢を構築した。
ἔπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις περὶ συμμαχίας, ὑπισχνούμενος αὐτοῖς, ἐὰν ἐλευθερώσωσι τοὺς Αἰγυπτίους, κοινὴν αὐτοῖς παρέξεσθαι τὴν βασιλείαν καὶ πολλαπλασίους τῆς εὐεργεσίας ἀποδώσειν χάριτας.
また、アテナイ人に対しても同盟を求めて使節を派遣し、もし彼らがエジプト人を解放してくれるなら、王国を彼らと共有し、その恩義に対して何倍もの感謝を報いると約束した。
§11.71.5οἱ δὲ Ἀθηναῖοι κρίναντες συμφέρειν αὐτοῖς τοὺς μὲν Πέρσας εἰς τὸ δυνατὸν ταπεινοῦν, τοὺς δὲ Αἰγυπτίους ἰδίους ἑαυτοῖς παρασκευάσαι πρὸς τὰ παράλογα τῆς τύχης, ἐψηφίσαντο τριακοσίαις τριήρεσι βοηθεῖν τοῖς Αἰγυπτίοις.
アテナイ人は、ペルシア人を可能な限り弱体化させ、運命の不測の事態に備えてエジプト人を自分たちの味方にしておくことが自国に有利であると判断し、三段櫂船三百隻でエジプト人を援助することを決議した。
§11.71.6οἱ μὲν οὖν Ἀθηναῖοι μετὰ πολλῆς προθυμίας περὶ τὴν τοῦ στόλου παρασκευὴν ἐγίνοντο.
こうして、アテナイ人は多大な熱意を以て艦隊の準備に着手した。
Ἀρταξέρξης δὲ πυθόμενος τὴν ἀπόστασιν τῶν Αἰγυπτίων καὶ τὰς εἰς τὸν πόλεμον παρασκευάς, ἔκρινε δεῖν τῷ μεγέθει τῶν δυνάμεων ὑπερᾶραι τοὺς Αἰγυπτίους.
一方、アルタクセルクセスはエジプト人の離反と戦争への準備を知り、軍勢の規模においてエジプト人を圧倒する必要があると判断した。
εὐθὺς οὖν ἐξ ἁπασῶν τῶν σατραπειῶν κατέλεγε στρατιώτας καὶ ναῦς κατεσκεύαζε, καὶ τῆς ἄλλης ἁπάσης παρασκευῆς ἐπιμέλειαν ἐποιεῖτο.
そこで直ちにすべての総督領から兵士を募り、船を建造させ、その他のあらゆる準備に配慮した。
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν καὶ τὴν Αἴγυπτον ἐν τούτοις ἦν.
アジアとエジプトの情勢はこのような状況にあった。