§11.63.1ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
さて、これらのことはこの年のうちに執り行われた。
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φαίωνος ἐν Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Λεύκιος Φούριος Μεδιολανὸς καὶ Μάρκος Μανίλιος Οὐάσων.
アテナイにおいてパイオンがアルコンであった時、ローマではルキウス・フリウス・メドゥリヌスとマルクス・マンリウス・ウルソが執政官の職を引き継いだ。
ἐπὶ δὲ τούτων μεγάλη τις καὶ παράδοξος ἐγένετο συμφορὰ τοῖς Λακεδαιμονίοις·
彼らの任期において、ラケダイモン人たちに何か大きくて思いがけない災難が生じた。
ἐν γὰρ τῇ Σπάρτῃ γενομένων σεισμῶν μεγάλων συνέβη πεσεῖν τὰς οἰκίας ἐκ θεμελίων καὶ τῶν Λακεδαιμονίων πλείους τῶν δισμυρίων φθαρῆναι.
すなわち、スパルタで大地震が発生したため、家々が土台から崩れ落ち、二万人を超えるラケダイモン人たちが命を落とす事態となったのである。
§11.63.2ἐπὶ πολὺν δὲ χρόνον συνεχῶς τῆς πόλεως καταφερομένης καὶ τῶν οἰκιῶν πιπτουσῶν πολλὰ σώματα τοῖς πτώμασι τῶν τοίχων ἀπολαμβανόμενα διεφθάρη, οὐκ ὀλίγον δὲ τῶν κατὰ τὰς οἰκίας χρημάτων ὁ σεισμὸς ἐλυμήνατο.
長い間、絶え間なく都市が崩壊し、家々が倒壊し続けたため、多くの人々が壁の崩落に閉じ込められて落命し、地震は家々の財産の少なからぬ部分をも台無しにした。
§11.63.3καὶ τοῦτο μὲν τὸ κακὸν ὥσπερ δαιμονίου τινὸς νεμεσήσαντος αὐτοῖς ἔπαθον, ἄλλους δὲ κινδύνους ὑπʼ ἀνθρώπων αὐτοῖς συνέβη γενέσθαι διὰ τοιαύτας αἰτίας.
そして一方では、彼らはまるで神的な何かが自分たちに神罰を下したかのようにこの災厄を被ったが、他方では、人間による他の危機が、次のような原因によって彼らに生じることとなった。
§11.63.4Εἵλωτες καὶ Μεσσήνιοι πρὸς Λακεδαιμονίους ἀλλοτρίως ἔχοντες τὸ μὲν πρὸ τοῦ ἡσυχίαν εἶχον, φοβούμενοι τὴν τῆς Σπάρτης ὑπεροχήν τε καὶ δύναμιν·
ヘイロタイとメッセニア人たちは、ラケダイモン人たちに対して敵意を抱いていたものの、以前はスパルタの優位性と力を恐れて平穏を保っていた。
ἐπεὶ δὲ διὰ τὸν σεισμὸν ἑώρων τοὺς πλείους αὐτῶν ἀπολωλότας, κατεφρόνησαν τῶν ἀπολελειμμένων, ὀλίγων ὄντων.
しかし、地震によって彼らの大半が死亡したのを目にすると、少数しか残されていない生存者たちを侮るようになった。
διόπερ πρὸς ἀλλήλους συνθέμενοι κοινῇ τὸν πόλεμον ἐξήνεγκαν τὸν πρὸς τοὺς Λακεδαιμονίους.
それゆえ、彼らは互いに同盟を固めて、共同でラケダイモン人に対する戦争を起こしたのである。
§11.63.5ὁ δὲ βασιλεὺς τῶν Λακεδαιμονίων Ἀρχίδαμος διὰ τῆς ἰδίας προνοίας καὶ κατὰ τὸν σεισμὸν ἔσωζε τοὺς πολίτας καὶ κατὰ τὸν πόλεμον γενναίως τοῖς ἐπιτιθεμένοις ἀντετάξατο.
しかし、ラケダイモン人の王アルキダモスは、自らの先見の明によって、地震の際にも市民たちを救い、戦争の際にも襲いかかる敵に対して勇敢に立ち向かった。
§11.63.6τῆς μὲν γὰρ πόλεως συνεχομένης ὑπὸ τῆς τοῦ σεισμοῦ δεινότητος, πρῶτος Σπαρτιατῶν ἐκ τῆς πόλεως ἁρπάσας τὴν πανοπλίαν ἐπὶ τὴν χώραν ἐξεπήδησε, καὶ τοῖς ἄλλοις πολίταις τὸ αὐτὸ πράττειν παρήγγειλεν.
実際、都市が地震の凄まじさに襲われていた時、彼はスパルタ人の中で真っ先に重装兵の武具をひっつかんで都市から野外へ飛び出し、他の市民たちにも同じことをするよう命じたのである。
§11.63.7ὑπακουσάντων δὲ τῶν Σπαρτιατῶν, τοῦτον τὸν τρόπον οἱ περιλειφθέντες ἐσώθησαν, οὓς συντάξας ὁ βασιλεὺς Ἀρχίδαμος παρεσκευάζετο πολεμεῖν τοῖς ἀφεστηκόσιν.
スパルタ人たちがこれに従ったため、このようにして生き残った人々は救われた。 アルキダモス王は彼らを整列させ、反乱を起こした者たちと戦う準備を整えた。