§11.54.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πραξιέργου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Αὖλον Οὐεργίνιον Τρίκοστον καὶ Γάιον Σερουίλιον Στροῦκτον. ἐπὶ δὲ τούτων Ἠλεῖοι μὲν πλείους καὶ μικρὰς πόλεις οἰκοῦντες εἰς μίαν συνῳκίσθησαν τὴν ὀνομαζομένην Ἦλιν. §11.54.2Λακεδαιμόνιοι δὲ ὁρῶντες τὴν μὲν Σπάρτην διὰ τὴν Παυσανίου τοῦ στρατηγοῦ προδοσίαν ταπεινῶς πράττουσαν, τοὺς δὲ Ἀθηναίους εὐδοκιμοῦντας διὰ τὸ μηδένα παρʼ αὐτοῖς πολίτην ἐπὶ προδοσίᾳ κατεγνῶσθαι, ἔσπευδον τὰς Ἀθήνας ταῖς ὁμοίαις περιβαλεῖν διαβολαῖς. §11.54.3διόπερ εὐδοκιμοῦντος παρʼ αὐτοῖς Θεμιστοκλέους καὶ μεγάλην δόξαν ἔχοντος ἐπʼ ἀρετῇ, κατηγόρησαν προδοσίαν αὐτοῦ, φάσκοντες φίλον γενέσθαι τοῦ Παυσανίου μέγιστον, καὶ μετὰ τούτου συντεθεῖσθαι κοινῇ προδοῦναι τὴν Ἑλλάδα τῷ Ξέρξῃ. §11.54.4διελέγοντο δὲ καὶ τοῖς ἐχθροῖς τοῦ Θεμιστοκλέους, παροξύνοντες αὐτοὺς πρὸς τὴν κατηγορίαν, καὶ χρήματα ἔδοσαν, διδάσκοντες ὅτι Παυσανίας μὲν κρίνας προδιδόναι τοὺς Ἕλληνας ἐδήλωσε τὴν ἰδίαν ἐπιβολὴν Θεμιστοκλεῖ καὶ παρεκάλεσε κοινωνεῖν τῆς προθέσεως, ὁ δὲ Θεμιστοκλῆς οὔτε προσεδέξατο τὴν ἔντευξιν οὔτε διαβάλλειν ἔκρινε δεῖν ἄνδρα φίλον. §11.54.5οὐ μὴν ἀλλὰ κατηγορηθεὶς ὁ Θεμιστοκλῆς τότε μὲν ἀπέφυγε τὴν τῆς προδοσίας κρίσιν. διὸ καὶ τὸ μὲν πρῶτον μετὰ τὴν ἀπόλυσιν μέγας ἦν παρὰ τοῖς Ἀθηναίοις· ἠγάπων γὰρ αὐτὸν ἐπὶ τοῖς πεπραγμένοις διαφερόντως οἱ πολῖται· μετὰ δὲ ταῦτα οἱ μὲν φοβηθέντες αὐτοῦ τὴν ὑπεροχήν, οἱ δὲ φθονήσαντες τῇ δόξῃ, τῶν μὲν εὐεργεσιῶν ἐπελάθοντο, τὴν δʼ ἰσχὺν αὐτοῦ καὶ τὸ φρόνημα ταπεινοῦν ἔσπευδον.
アテナイにおいてプラクシエルゴスが執政官であった時、ローマ人たちはアウルス・ウェルギニウス・トリコストゥスとガイウス・セルウィリウス・ストルクトゥスを執政官に任命した。この彼らの任期中、多くの小さな都市に住んでいたエリス人たちは、エリスと呼ばれる一つの都市へと合併して移住した。ラケダイモン人たちは、スパルタが将軍パウサニアスの裏切りによって不名誉な状態にある一方で、アテナイ人たちは市民の中に裏切りで有罪判決を受けた者が一人もいないために高い名声を得ているのを見て、アテナイにも同様の非難を浴びせようと躍起になった。それゆえ、テミストクレスがアテナイ人たちの間で高い名声を博し、その卓越性によって大きな評判を得ていた時、彼らは彼を裏切りの罪で告発し、彼がパウサニアスの最も親しい友人であり、彼とともにギリシアを共同でクセルクセスに売り渡すことを合意していたと主張した。彼らはまた、テミストクレスの政敵たちとも接触して、彼らをそそのかして告発させ、金を与えて次のように教え込んだ。すなわち、パウサニアスはギリシア人を裏切ることを決意した際、自身の計画をテミストクレスに明かしてその企てに加わるよう勧めたが、テミストクレスはその申し出を受け入れず、かといって友人である人物を密告すべきだとも考えなかった、ということである。それにもかかわらず、テミストクレスは告発されたものの、その時には裏切りの裁判を免れた。そのため、無罪放免となった直後の当初は、彼はアテナイ人たちの間で大いなる存在であった。市民たちは彼の成し遂げた業績のために、彼を格別に愛していたからである。しかしその後、ある者は彼の卓越性を恐れ、またある者は彼の名声を妬んで、彼が施した恩恵を忘れ去り、彼の権力と気概をくじこうと躍起になった。