§11.52.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Μένωνος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Λεύκιον Αἰμίλιον Μάμερκον καὶ Γάιον Κορνήλιον Λέντουλον, κατὰ δὲ τὴν Ἰταλίαν πόλεμος ἐνέστη Ταραντίνοις πρὸς τοὺς Ἰάπυγας·
アテナイでメノンがアルコンの時、ローマ人はルキウス・アエミリウス・マメルクスとガイウス・コルネリウス・レントゥルスを執政官に任命した。 一方イタリアでは、タラス人とイアピュゲス人との間に戦争が起こった。
§11.52.2περὶ γὰρ ὁμόρου χώρας ἀμφισβητούντων πρὸς ἀλλήλους, ἐπὶ μέν τινας χρόνους διετέλουν ἁψιμαχοῦντες καὶ λεηλατοῦντες τὰς ἀλλήλων χώρας, ἀεὶ δὲ μᾶλλον τῆς διαφορᾶς συναυξομένης καὶ πολλάκις φόνων γινομένων, τὸ τελευταῖον εἰς ὁλοσχερῆ φιλοτιμίαν ὥρμησαν.
彼らは隣接する土地をめぐって互いに争っていたので、しばらくの間は小競り合いを続け、互いの土地を略奪し合っていたが、対立がますます深まり、しばしば殺戮が起こるようになると、ついに全面的な決戦へと突き進んだ。
§11.52.3οἱ μὲν οὖν Ἰάπυγες τήν τε παρʼ αὑτῶν δύναμιν παρεσκευάζοντο καὶ τὴν παρὰ τῶν ὁμόρων συμμαχίαν συνέλαβον, καὶ τοὺς σύμπαντας ἤθροισαν ὑπὲρ τοὺς δισμυρίους·
そこで、イアピュゲス人は自国の軍勢を整え、近隣諸国からの同盟軍も加えて、総勢二万人を超える兵を集めた。
οἱ δὲ Ταραντῖνοι πυθόμενοι τὸ μέγεθος τῆς ἐπʼ αὐτοὺς ἠθροισμένης δυνάμεως, τούς τε πολιτικοὺς στρατιώτας ἤθροισαν καὶ Ῥηγίνων συμμάχων ὄντων πολλοὺς προσελάβοντο.
他方タラス人は、自分たちに対して集められた軍勢の規模を知ると、市民兵を招集するとともに、同盟関係にあったレギオン人から多くの援軍を募った。
§11.52.4γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων, τὸ τελευταῖον οἱ Ἰάπυγες ἐνίκησαν.
激しい戦闘が起こり、双方に多くの戦死者が出たが、最後にはイアピュゲス人が勝利を収めた。
τῶν δὲ ἡττηθέντων εἰς δύο μέρη σχισθέντων κατὰ τὴν φυγήν, καὶ τῶν μὲν εἰς Τάραντα τὴν ἀναχώρησιν ποιουμένων, τῶν δὲ εἰς τὸ Ῥήγιον φευγόντων, παραπλησίως τούτοις καὶ οἱ Ἰάπυγες ἐμερίσθησαν.
敗れた者たちが逃走の際、二つのグループに分かれ、一方はタラスへ撤退し、他方はレギオンへと逃れたため、イアピュゲス人もこれに対応して同様に二手に分かれた。
§11.52.5οἱ μὲν οὖν τοὺς Ταραντίνους διώξαντες ὀλίγου διαστήματος ὄντος πολλοὺς τῶν ἐναντίων ἀνεῖλον, οἱ δὲ τοὺς Ῥηγίνους διώκοντες ἐπὶ τοσοῦτον ἐφιλοτιμήθησαν ὥστε συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς τὸ Ῥήγιον καὶ τῆς πόλεως κυριεῦσαι.
そこで、タラス人を追撃した者たちは、距離が短かったため、敵の多くを討ち取った。 他方、レギオン人を追撃した者たちは、非常に激しく追い立てたため、逃げる者たちとともにレギオンの町の中へとともになだれ込み、その都市を占領した。