§11.44.1Λακεδαιμόνιοι δὲ Παυσανίαν τὸν ἐν Πλαταιαῖς στρατηγήσαντα καταστήσαντες ναύαρχον προσέταξαν ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, ὅσαι βαρβαρικαῖς φυλακαῖς διέμενον ἔτι φρουρούμεναι.
スパルタ人は、プラタイアイで将軍を務めたパウサニアスを海軍総司令官に任命すると、いまだ異民族の守備隊によって占領され警備されているすべてのギリシアの都市を解放することを彼に命じた。
§11.44.2οὗτος δὲ πεντήκοντα μὲν τριήρεις ἐκ Πελοποννήσου λαβών, τριάκοντα δὲ παρʼ Ἀθηναίων μεταπεμψάμενος, ὧν Ἀριστείδης ἡγεῖτο, πρῶτον μὲν εἰς τὴν Κύπρον ἔπλευσε καὶ τῶν πόλεων τὰς ἔτι φρουρὰς ἐχούσας Περσικὰς ἠλευθέρωσε,
彼はペロポネソスから五十隻の三段櫂船を率い、アテナイ人からはアリステイデスが率いる三十隻を召集すると、まずキプロスへと航行し、いまだペルシアの守備隊が置かれていた諸都市を解放した。
§11.44.3μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ τὸν Ἑλλήσποντον Βυζάντιον μὲν ὑπὸ Περσῶν κρατούμενον ἐχειρώσατο, καὶ τῶν ἄλλων βαρβάρων οὓς μὲν ἀνελὼν, οὓς δʼ ἐκβαλὼν ἠλευθέρωσε τὴν πόλιν, πολλοὺς δʼ ἐν αὐτῇ Περσῶν ἀξιολόγους ζωγρήσας ἄνδρας παρέδωκεν εἰς φυλακὴν Γογγύλῳ τῷ Ἐρετριεῖ, τῷ μὲν λόγῳ πρὸς τιμωρίαν τηρήσοντι, τῷ δʼ ἔργῳ διασώσοντι πρὸς Ξέρξην·
その後、ヘレスポントスへと航行して、ペルシア人に支配されていたビュザンティオンを制圧した。 そして他の異民族については、ある者を殺し、ある者を追放してその都市を解放した。 また、その都市の中で多くの身分の高いペルシア人男性を生け捕りにし、エレトリア人ゴンギュロスに監視のために引き渡した。 これは、表向きには処罰のために留め置くためであったが、実際には彼らを無事に救出してクセルクセスのもとへ送るためであった。
συνετέθειτο γὰρ διʼ ἀπορρήτων φιλίαν πρὸς τὸν βασιλέα, καὶ τὴν θυγατέρα τοῦ Ξέρξου γαμεῖν ἔμελλεν, ἵνα προδῷ τοὺς Ἕλληνας.
というのも、彼は王と秘密裏に交友関係を構築しており、ギリシア人を裏切るためにクセルクセスの娘を娶るつもりだったからである。
§11.44.4ἦν δʼ ὁ ταῦτα πραττόμενος Ἀρτάβαζος στρατηγός, καὶ χρημάτων πλῆθος ἐχορήγει λάθρᾳ τῷ Παυσανίᾳ πρὸς τὸ διὰ τούτων φθείρειν τοὺς εὐθέτους τῶν Ἑλλήνων.
これらの交渉を執り行っていたのは将軍アルタバゾスであり、彼はパウサニアスに秘密裏に多額の資金を提供して、これらによってギリシア人のうち都合の良い者たちを懐柔しようとした。
ἐγένετο δὲ καταφανὴς καὶ τιμωρίας ἔτυχε τοιῷδέ τινι τρόπῳ.
しかし、パウサニアスは発覚し、次のような方法で処罰を受けることになった。
§11.44.5ζηλώσαντος γὰρ αὐτοῦ τὴν Περσικὴν τρυφὴν καὶ τυραννικῶς προσφερομένου τοῖς ὑποτεταγμένοις, χαλεπῶς ἔφερον ἅπαντες, μάλιστα δὲ οἱ τεταγμένοι τῶν Ἑλλήνων ἐπί τινος ἡγεμονίας.
というのも、彼がペルシア風の贅沢を模倣し、部下たちに対して僭主的に振る舞ったので、すべての者が憤慨し、とりわけ何らかの指揮権に任命されていたギリシア人たちがそうであったからである。
§11.44.6διόπερ τῶν κατὰ τὴν στρατιὰν καὶ κατὰ ἔθνη καὶ κατὰ πόλεις ἀλλήλοις ὁμιλούντων καὶ τοῦ Παυσανίου τῆς βαρύτητος καταλαλούντων, Πελοποννήσιοί τινες μὲν καταλιπόντες αὐτὸν εἰς Πελοπόννησον ἀπέπλευσαν, καὶ πρέσβεις ἀποστείλαντες κατηγόρουν τοῦ Παυσανίου, Ἀριστείδης δὲ ὁ Ἀθηναῖος τῷ καιρῷ χρώμενος ἐμφρόνως ἐν ταῖς κοινολογίαις ἀνελάμβανε τὰς πόλεις καὶ διὰ τῆς ὁμιλίας προσαγόμενος ἰδίας ἐποίησε τοῖς Ἀθηναίοις.
それゆえ、軍隊の者たちが民族ごと、あるいは都市ごとに互いに語り合い、パウサニアスの横柄さを非難していたため、ペロポネソス人の一部は彼を置き去りにしてペロポネソスへと船で去り、使節を派遣してパウサニアスを告発した。 他方、アテナイ人のアリステイデスはこの好機を賢明に利用し、会談を通じて諸都市を味方に引き入れ、対話を通じて彼らを懐柔することでアテナイ人の味方にした。
ἔτι δὲ μᾶλλον συνήργησε καὶ τὸ αὐτόματον τοῖς Ἀθηναίοις διὰ ταύτας τὰς αἰτίας.
さらに、こうした理由から、偶然の出来事もまたアテナイ人たちにいっそう味方したのである。