Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.41.1-11.41.5

テミストクレスによるペイライエウス港整備の構想

42 / 723 箇所 · ギリシア語

要旨

テミストクレスは市民や全ギリシア人からの名声に基づき、アテナイの海上覇権を確立するために、ファレリコンに代わる大港湾としてペイライエウスを建設する計画を構想した。

§11.41.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἀδείμαντος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Μάρκος Φάβιος Οὐιβλανὸς καὶ Λεύκιος Οὐαλέριος Πόπλιος.
1年が経過すると、アテナイではアデイマントスがアルコンとなり、ローマではマルクス・ファビウス・ウィブラヌスとルキウス・ウァレリウス・ポプリウスが執政官に就任した。
ἐπὶ δὲ τούτων Θεμιστοκλῆς διὰ τὴν στρατηγίαν καὶ ἀγχίνοιαν ἀποδοχῆς ἔτυχεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς Ἕλλησι.
彼らの任期中、テミストクレスはその将才と機知によって、市民の間だけでなく、すべてのギリシア人の間でも大いなる称賛を得た。
§11.41.2διὸ καὶ μετεωριζόμενος ἐπὶ τῇ δόξῃ πολὺ μείζοσιν ἄλλαις ἐπιβολαῖς ἐχρήσατο πρὸς αὔξησιν ἡγεμονίας ἀνηκούσαις τῇ πατρίδι.
それゆえ、彼はこの名声に促されて、祖国の覇権の拡大に寄与する、はるかに大きな他の企てに着手した。
τοῦ γὰρ καλουμένου Πειραιῶς οὐκ ὄντος λιμένος κατʼ ἐκείνους τοὺς χρόνους, ἀλλʼ ἐπινείῳ χρωμένων τῶν Ἀθηναίων τῷ προσαγορευομένῳ Φαληρικῷ, μικρῷ παντελῶς ὄντι, ἐπενόησε τὸν Πειραιᾶ κατασκευάζειν λιμένα, μικρᾶς μὲν προσδεόμενον κατασκευῆς, δυνάμενον δὲ γενέσθαι λιμένα κάλλιστον καὶ μέγιστον τῶν κατὰ τὴν Ἑλλάδα.
当時、いわゆるペイライエウスは港ではなく、アテナイ人たちはファレリコンと呼ばれる完全に小さな碇泊地を軍港として用いていたが、彼はペイライエウスを港として整備することを思いついたのである。 それは、わずかな工事を必要とするだけで、ギリシア全土で最も美しく最大の港になり得るものであった。
§11.41.3ἤλπιζεν οὖν τούτου προσγενομένου τοῖς Ἀθηναίοις δυνήσεσθαι τὴν πόλιν ἀντιποιήσασθαι τῆς κατὰ θάλατταν ἡγεμονίας·
そこで彼は、これがアテナイ人たちに付け加わるなら、国家が海の覇権を主張できるようになると期待した。
τριήρεις γὰρ τότε πλείστας ἐκέκτηντο, καὶ διὰ τὴν συνέχειαν τῶν ναυμαχιῶν ἐμπειρίαν καὶ δόξαν μεγάλην τῶν ναυτικῶν ἀγώνων περιεπεποίηντο.
なぜなら、当時彼らは極めて多くの三段櫂船を所有しており、一連の海戦を通じて、海上の闘いにおける豊かな経験と大いなる名声を獲得していたからである。
§11.41.4πρὸς δὲ τούτοις τοὺς μὲν Ἴωνας ὑπελάμβανε διὰ τὴν συγγένειαν ἰδίους ἕξειν, τοὺς δὲ ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας διʼ ἐκείνους ἐλευθερώσειν, ἀποκλινεῖν τε ταῖς εὐνοίαις πρὸς τοὺς Ἀθηναίους διὰ τὴν εὐεργεσίαν, τοὺς δὲ νησιώτας ἅπαντας καταπεπληγμένους τὸ μέγεθος τῆς ναυτικῆς δυνάμεως ἑτοίμως ταχθήσεσθαι μετὰ τῶν δυναμένων καὶ βλάπτειν καὶ ὠφελεῖν τὰ μέγιστα.
さらに彼は、イオニア人たちを血縁関係のゆえに味方に引き入れ、アジアの他のギリシア人たちを彼らを通じて解放し、彼らもまたその恩義のゆえにアテナイ人に好意を寄せるようになり、島々の住民もすべて、海軍力の巨大さに圧倒されて、最大の害を与えることも最大の益をもたらすこともできる者たち(アテナイ人)の側に喜んで味方するであろうと考えた。
§11.41.5τοὺς γὰρ Λακεδαιμονίους ἑώρα περὶ μὲν τὰς πεζὰς δυνάμεις εὖ κατεσκευασμένους, πρὸς δὲ τοὺς ἐν ταῖς ναυσὶν ἀγῶνας ἀφυεστάτους.
というのも、彼はスパルタ人が陸上戦力に関しては十分に訓練されているものの、船上での闘いに対しては極めて不向きであることを見抜いていたからである。

語釈・文法注

  1. 11.41.1ἐπὶ δὲ τούτων — 前置詞 ἐπί +属格代名詞で「彼らの(任期の)もとで」という時の表現。直前に述べられたアテナイのアルコンおよびローマの執政官の就任年(同じ年)を指す。
  2. 11.41.2ἀνηκούσαις — 現在分詞 ἀνήκων(〜に関係する、貢献する)の女性複数与格形で、先行する名詞 ἐπιβολαῖς(企て)を修飾する。前置詞句 πρὸς αὔξησιν ἡγεμονίας(覇権の拡大のために)が間に挿入され、与格補語の τῇ πατρίδι(祖国に)を従えている。
  3. 11.41.2τοῦ γὰρ καλουμένου Πειραιῶς οὐκ ὄντος λιμένος... ἀλλʼ ἐπινείῳ χρωμένων τῶν Ἀθηναίων... — 二つの属格絶対構文(τοῦ... Πειραιῶς οὐκ ὄντος と χρωμένων τῶν Ἀθηναίων)が ἀλλά によって対比的に接続され、主節 ἐπενόησε(彼は思いついた)の背景説明として機能している。
  4. 11.41.4ὑπελάμβανε — 動詞 ὑπελάμβανε(彼は推測していた)に導かれる4つの不定詞節(ἕξειν, ἐλευθερώσειν, ἀποκλινεῖν, ταχθήσεσθαι)が並列されている。各節の意味上の主語が異なることに注意:ἕξειν と ἐλευθερώσειν はテミストクレス(またはアテナイ人)、ἀποκλινεῖν は「アジアの他のギリシア人たち」(τοὺς δὲ ἄλλους... Ἕλληνας)、ταχθήσεσθαι は「島々の住民全員」(τοὺς δὲ νησιώτας ἅπαντας)が主語となる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.41.1-11.41.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.41.1-11.41.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。