§11.37.1οἱ δὲ περὶ Λεωτυχίδην καὶ Ξάνθιππον ἀποπλεύσαντες εἰς Σάμον τοὺς μὲν Ἴωνας καὶ τοὺς Αἰολεῖς συμμάχους ἐποιήσαντο, μετὰ δὲ ταῦτα ἔπειθον αὐτοὺς ἐκλιπόντας τὴν Ἀσίαν εἰς τὴν Εὐρώπην μετοικισθῆναι.
レオテュキデスやクサンティッポスらはサモスへと船で渡り、イオニア人たちとアイオリス人たちを同盟者にし、その後、彼らにアジアを去ってヨーロッパに移住するよう説得した。
ἐπηγγέλλοντο δὲ τὰ μηδίσαντα τῶν ἐθνῶν ἀναστήσαντες δώσειν ἐκείνοις τὴν χώραν·
そして、ペルシア側に加担した諸民族を追い払って、その土地を彼らに与えることを約束した。
§11.37.2καθόλου γὰρ μένοντας αὐτοὺς ἐπὶ τῆς Ἀσίας τοὺς μὲν πολεμίους ὁμόρους ἕξειν, πολὺ ταῖς δυνάμεσιν ὑπερέχοντας, τοὺς δὲ συμμάχους ὄντας διαποντίους μὴ δυνήσεσθαι τὰς βοηθείας εὐκαίρους αὐτοῖς ποιήσασθαι.
というのも、彼らがアジアに留まるならば大体において、軍事力において遥かに勝る敵を隣人に持つことになり、一方、海を隔てた同盟国たちは適切な時期に援助を差し伸べることができないだろうからである。
οἱ δὲ Αἰολεῖς καὶ οἱ Ἴωνες ἀκούσαντες τῶν ἐπαγγελιῶν ἔγνωσαν πείθεσθαι τοῖς Ἕλλησι, καὶ παρεσκευάζοντο πλεῖν μετʼ αὐτῶν εἰς τὴν Εὐρώπην.
アイオリス人たちとイオニア人たちは、これらの約束を聞いてギリシア人たちに従うことを決意し、彼らとともにヨーロッパへ出航する準備をした。
§11.37.3οἱ δʼ Ἀθηναῖοι μετανοήσαντες εἰς τοὐναντίον πάλιν μένειν συνεβούλευον, λέγοντες ὅτι κἂν μηδεὶς αὐτοῖς τῶν ἄλλων Ἑλλήνων βοηθῇ, μόνοι Ἀθηναῖοι συγγενεῖς ὄντες βοηθήσουσιν·
しかしアテナイ人たちは考えを変え、逆に再び留まるよう勧告し、他のギリシア人の誰もが彼らを援助しないとしても、同族であるアテナイ人だけは彼らを援助するだろうと言った。
ὑπελάμβανον δὲ ὅτι κοινῇ κατοικισθέντες ὑπὸ τῶν Ἑλλήνων οἱ Ἴωνες οὐκέτι μητρόπολιν ἡγήσονται τὰς Ἀθήνας.
というのも彼らは、もしイオニア人たちがギリシア人たちによって共同で移住させられたなら、もはやアテナイを母市とは見なさなくなるだろうと考えたからである。
διόπερ συνέβη μετανοῆσαι τοὺς Ἴωνας καὶ κρῖναι μένειν ἐπὶ τῆς Ἀσίας.
それゆえ、イオニア人たちも考えを変えて、アジアに留まることを決定することになった。
§11.37.4τούτων δὲ πραχθέντων συνέβη τὴν δύναμιν τῶν Ἑλλήνων σχισθῆναι,καὶ τοὺς μὲν Λακεδαιμονίους εἰς τὴν Λακωνικὴν ἀποπλεῦσαι, τοὺς δὲ Ἀθηναίους μετὰ τῶν Ἰώνων καὶ τῶν νησιωτῶν ἐπὶ Σηστὸν ἀπᾶραι.
これらのことが行われると、ギリシア人の軍勢は分裂することになり、ラケダイモン人たちはラコニケへと船で帰り、アテナイ人たちはイオニア人や島々の住民たちとともにセストスに向けて出航した。
§11.37.5Ξάνθιππος δὲ ὁ στρατηγὸς εὐθὺς ἐκ κατάπλου προσβολὰς τῇ πόλει ποιησάμενος εἷλε Σηστόν, καὶ φρουρὰν ἐγκαταστήσας τοὺς μὲν συμμάχους ἀπέλυσεν, αὐτὸς δὲ μετὰ τῶν πολιτῶν ἀνέκαμψεν εἰς τὰς Ἀθήνας.
将軍クサンティッポスは、入港するとすぐにその都市へ攻撃を仕掛けてセストスを陥落させ、守備隊を配置した上で同盟兵たちを解散させ、自身は市民たちとともにアテナイへと帰還した。
§11.37.6ὁ μὲν οὖν Μηδικὸς ὀνομασθεὶς πόλεμος γενόμενος διετὴς τοῦτο ἔσχε τὸ πέρας.
こうして、二年間にわたった、いわゆるペルシア戦争は、このような結末を迎えた。
τῶν δὲ συγγραφέων Ἡρόδοτος ἀρξάμενος πρὸ τῶν Τρωικῶν χρόνων γέγραφε κοινὰς σχεδόν τι τὰς τῆς οἰκουμένης πράξεις ἐν βίβλοις ἐννέα, καταστρέφει δὲ τὴν σύνταξιν εἰς τὴν περὶ Μυκάλην μάχην τοῖς Ἕλλησι πρὸς τοὺς Πέρσας καὶ Σηστοῦ πολιορκίαν.
歴史家たちのうちヘロドトスは、トロイア戦争以前の時代から説き起こし、全九巻において居住世界の出来事をほぼ網羅して記述したが、ギリシア人とペルシア人の間のミュカレの戦いとセストスの包囲において、その記述を終えている。
§11.37.7κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς τοὺς Οὐολούσκους πολεμήσαντες καὶ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον.
一方イタリアでは、ローマ人たちがウォルスキ人たちと戦って戦闘で勝利し、多くの者を殺害した。
Σπόριος δὲ Κάσσιος, ὁ κατὰ τὸν προηγούμενον ἐνιαυτὸν ὑπατεύσας, δόξας ἐπιθέσθαι τυραννίδι καὶ καταγνωσθείς, ἀνῃρέθη.
また、前年に執政官を務めたスプリウス・カッシウスは、僭主政治を企てたと見なされて有罪判決を受け、処刑された。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
これらが、この年のうちに行われた出来事である。