§11.36.1ἀμφοτέρων δὲ αὐτῶν ἐκταξάντων τὴν στρατιὰν καὶ προσαγόντων ἐπʼ ἀλλήλους, οἱ μὲν Πέρσαι τοὺς πολεμίους ὁρῶντες ὀλίγους ὄντας κατεφρόνησαν αὐτῶν καὶ μετὰ πολλῆς κραυγῆς ἐπεφέροντο·
両者が軍を整え、互いに進軍したとき、ペルシア人たちは敵が少数であるのを見て彼らを侮り、大声を上げて襲いかかった。
§11.36.2τῶν δὲ Σαμίων καὶ Μιλησίων πανδημεὶ προελομένων βοηθῆσαι τοῖς Ἕλλησι καὶ μετʼ ἀλλήλων κοινῇ προσαγόντων κατὰ σπουδήν, ὡς προϊόντες εἰς ὄψιν ἦλθον τοῖς Ἕλλησιν, οἱ μὲν Ἴωνες ἐνόμιζον εὐθαρσεστέρους ἔσεσθαι τοὺς Ἕλληνας, ἀπέβη δὲ τοὐναντίον.
サモス人たちとミレトス人たちが挙ってギリシア人たちを援助することを選択し、互いに共同して急いで進軍したとき、彼らが進み出てギリシア人たちの視界に入ると、イオニア人たちはギリシア人たちがより勇敢になるだろうと考えたが、結果は反対になった。
§11.36.3δόξαντες γὰρ οἱ περὶ τὸν Λεωτυχίδην τὸν Ξέρξην ἐκ τῶν Σάρδεων ἐπιέναι μετὰ τῆς δυνάμεως, ἐφοβήθησαν, καὶ ταραχῆς γενομένης ἐν τῷ στρατοπέδῳ διεφέροντο πρὸς ἀλλήλους·
というのも、レオテュキデスらは、クセルクセスがサルデイスから大軍を率いて進軍してきていると考えたため、恐れを抱いたのである。 そして陣営のなかに混乱が生じたので、彼らは互いに対立した。
οἱ μὲν γὰρ ἔφασαν τὴν ταχίστην δεῖν εἰς τὰς ναῦς ἀπιέναι, οἱ δὲ μένειν καὶ τεθαρρηκότως παρατάξασθαι.
ある者たちは大急ぎで船へと退却すべきだと言い、他の者たちは留まって勇敢に陣を整えるべきだと言った。
ἔτι δʼ αὐτοῖς τεθορυβημένοις ἐπεφάνησαν οἱ Πέρσαι διεσκευασμένοι καταπληκτικῶς καὶ μετὰ βοῆς ἐπιφερόμενοι.
彼らがまだ動揺しているところに、ペルシア人たちが恐るべき装備を整え、叫び声を上げて襲いかかる姿を現した。
§11.36.4οἱ δʼ Ἕλληνες οὐδεμίαν ἀνοχὴν ἔχοντες τοῦ βουλεύσασθαι, συνηναγκάσθησαν ὑπομεῖναι τὴν ἔφοδον τῶν βαρβάρων.
ギリシア人たちは相談するための猶予が全くなかったので、異民族の襲撃に持ちこたえることを余儀なくされた。
καὶ τὸ μὲν πρῶτον ἀμφοτέρων ἀγωνιζομένων εὐρώστως ἰσόρροπος ἦν ἡ μάχη καὶ συχνοὶ παρʼ ἀμφοτέροις ἔπιπτον·
そして最初は、双方が力強く戦っていたので、戦いは拮抗しており、双方において多くの者が倒れた。
τῶν δὲ Σαμίων καὶ τῶν Μιλησίων ἐπιφανέντων οἱ μὲν Ἕλληνες ἐπερρώσθησαν, οἱ βάρβαροι δὲ καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν.
しかしサモス人たちとミレトス人たちが姿を現すと、ギリシア人たちは元気づけられ、一方、異民族たちは驚愕して敗走し始めた。
§11.36.5πολλοῦ δὲ γενομένου φόνου, οἱ μὲν περὶ τὸν Λεωτυχίδην καὶ Ξάνθιππον ἐπικείμενοι τοῖς ἡττημένοις κατεδίωξαν τοὺς βαρβάρους μέχρι τῆς παρεμβολῆς, συνεπελάβοντο δὲ τῆς μάχης ἤδη κεκριμένης Αἰολεῖς καὶ τῶν ἄλλων πολλοὶ τῶν κατὰ τὴν Ἀσίαν·
多くの戦死者が出たが、レオテュキデスやクサンティッポスらは敗者たちに猛追撃をかけ、異民族たちを陣営のところまで追い詰めた。 そして戦いがすでに決したときに、アイオリス人たちや、アジア在住の他の多くの者たちも戦いに加わった。
δεινὴ γάρ τις ἐνέπεσεν ἐπιθυμία ταῖς κατὰ τὴν Ἀσίαν πόλεσι τῆς ἐλευθερίας.
というのも、アジアの諸都市に自由を求める激しい熱望が生じたからである。
§11.36.6διόπερ σχεδὸν ἅπαντες οὔθʼ ὁμήρων οὔτε ὅρκων ἐποιήσαντο φροντίδα, ἀλλὰ μετὰ τῶν ἄλλων Ἑλλήνων ἀπέκτειναν ἐν τῇ φυγῇ τοὺς βαρβάρους.
それゆえ、ほぼ全員が、人質も誓いも顧みることなく、他のギリシア人たちとともに、敗走する異民族たちを殺害した。
τοῦτον δὲ τὸν τρόπον ἡττηθέντων τῶν Περσῶν, ἀνῃρέθησαν αὐτῶν πλείους τῶν τετρακισμυρίων·
このようにしてペルシア人たちが敗北したとき、彼らのうち四万人以上が殺された。
τῶν δὲ διασωθέντων οἱ μὲν εἰς τὴν στρατοπεδείαν διέφυγον, οἱ δὲ εἰς Σάρδεις ἀπεχώρησαν.
生き残った者のうち、ある者は陣営へと逃れ、他の者はサルデイスへと退却した。
§11.36.7Ξέρξης δὲ πυθόμενος τήν τε περὶ τὰς Πλαταιὰς ἧτταν καὶ τὴν ἐν τῇ Μυκάλῃ τροπὴν τῶν ἰδίων, μέρος μὲν τῆς δυνάμεως ἀπέλιπεν ἐν Σάρδεσιν, ὅπως διαπολεμῇ πρὸς τοὺς Ἕλληνας, αὐτὸς δὲ τεθορυβημένος μετὰ τῆς λοιπῆς στρατιᾶς προῆγεν, ἐπʼ Ἐκβατάνων ποιούμενος τὴν πορείαν.
一方クセルクセスは、プラタイアイでの敗北と、ミカレにおける味方の敗走を知ると、ギリシア人たちとの戦争を継続させるために、軍の一部をサルデイスに残し、自身は動揺しつつ、残りの軍勢を率いてエクバタナへと行軍を進めた。