§11.35.1οἱ δʼ Ἕλληνες κατασκεψάμενοι τὰ κατʼ αὐτοὺς ἀπεβίβασαν τὴν δύναμιν.
ギリシア人たちは自分たちの正面にある状況を偵察したうえで、軍隊を上陸させた。
τῇ δʼ ὑστεραίᾳ παρασκευαζομένων αὐτῶν τὰ πρὸς τὴν παράταξιν, προσέπεσε φήμη ὅτι νενικήκασιν οἱ Ἕλληνες τοὺς Πέρσας κατὰ τὰς Πλαταιάς.
翌日、彼らが戦闘の陣形を整えていたところ、ギリシア人たちがプラタイアイにおいてペルシア人たちを破ったという噂が彼らのもとに届いた。
§11.35.2διόπερ οἱ μὲν περὶ Λεωτυχίδην ἀθροίσαντες ἐκκλησίαν, τὰ πλήθη παρεκάλεσαν εἰς τὴν μάχην, τά τε ἄλλα προφερόμενοι καὶ τὴν ἐν Πλαταιαῖς νίκην τραγῳδοῦντες, διʼ ἣν ὑπελάμβανον θρασυτέρους ποιήσειν τοὺς μέλλοντας ἀγωνίζεσθαι.
それゆえ、レオテュキデスらは民会を招集して、兵士たちを戦闘へと鼓舞した。 彼らは他の様々な根拠を持ち出し、またプラタイアイでの勝利を劇的に語った。 それによって、これから戦いに臨む者たちをより勇敢にさせることができると考えたからである。
θαυμαστὸν δὲ ἐγένετο τὸ ἀποτέλεσμα·
そして、その結果は驚くべきものであった。
κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἐφάνησαν αἱ παρατάξεις γεγενημέναι, ἥ τε πρὸς τῇ Μυκάλῃ συντελεσθεῖσα καὶ ἡ κατὰ τὰς Πλαταιὰς γενομένη.
なぜなら、ミカレで戦われた戦闘と、プラタイアイで行われた戦闘という、二つの対陣がまさに同じ日に行われていたことが明らかになったからである。
§11.35.3διόπερ ἔδοξαν οἱ περὶ τὸν Λεωτυχίδην οὔπω μὲν πεπυσμένοι περὶ τῆς νίκης, ἀφʼ ἑαυτῶν δὲ πλάττοντες τὴν εὐημερίαν, στρατηγήματος ἕνεκεν τοῦτο πεποιηκέναι·
そのため、レオテュキデスらは実際にはまだ勝利の知らせを聞いておらず、自分たちで吉報をでっち上げたのであるが、策略のためにこれを行ったのだと考えられた。
τὸ γὰρ μέγεθος τοῦ διαστήματος ἤλεγχεν ἀδύνατον οὖσαν τὴν προσαγγελίαν.
というのも、距離の大きさが、そのような知らせが届くことは不可能であることを証明していたからである。
§11.35.4οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀπίστως ἔχοντες τοῖς Ἕλλησι, τούτους μὲν ἀφώπλισαν, τὰ δὲ ὅπλα τοῖς ἑαυτῶν φίλοις παρέδωκαν·
一方、ペルシア人の指揮官たちは、ギリシア人たちに不信感を抱いていたので、彼らの武装を解除し、その武器を自分たちの味方に引き渡した。
παρακαλέσαντες δὲ τὰ πλήθη, καὶ τὸν Ξέρξην αὐτὸν μετὰ πολλῆς δυνάμεως εἰπόντες ἥξειν βοηθόν, ἐποίησαν ἅπαντας εὐθαρσεῖς πρὸς τὸν κίνδυνον.
そして兵士たちを鼓舞し、クセルクセス自身が大軍を率いて援軍としてやって来ると告げることで、全員を危険に対して勇敢にさせた。