§11.20.1ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες περὶ τῶν κατὰ τὴν Εὐρώπην πραχθέντων, μεταβιβάσομεν τὴν διήγησιν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις.
さて、我々はヨーロッパで起こった出来事について十分に論じたので、記述の対象を別種の事件へと移行させることにする。
Καρχηδόνιοι γὰρ συντεθειμένοι πρὸς Πέρσας τοῖς αὐτοῖς καιροῖς καταπολεμῆσαι τοὺς κατὰ τὴν Σικελίαν Ἕλληνας, μεγάλας παρασκευὰς ἐποιήσαντο τῶν πρὸς τὸν πόλεμον χρησίμων.
カルタゴ人はペルシア人と協定を結び、同じ時期にシケリアのギリシア人たちを攻め滅ぼすべく、戦争に有用な諸物資の多大な準備を行った。
ὡς δʼ εὐτρεπῆ πάντα αὐτοῖς ὑπῆρχε, στρατηγὸν εἵλοντο Ἀμίλκωνα, τὸν μάλιστα παρʼ αὐτοῖς θαυμαζόμενον προκρίναντες.
そして、彼らにとって万事の準備が整うと、彼らの中で最も称賛されていたハミルカルを選び出し、将軍に任命した。
§11.20.2οὗτος δὲ παραλαβὼν πεζάς τε καὶ ναυτικὰς δυνάμεις μεγάλας ἐξέπλευσεν ἐκ τῆς Καρχηδόνος, ἔχων πεζὴν μὲν δύναμιν οὐκ ἐλάττω τῶν τριάκοντα μυριάδων, ναῦς δὲ μακρὰς πλείους τῶν διακοσίων, καὶ χωρὶς πολλὰς ναῦς φορτίδας τὰς κομιζούσας τὴν ἀγοράν, ὑπὲρ τὰς τρισχιλίας.
彼は大規模な陸海軍を引き連れてカルタゴから出帆したが、その内訳は、30万人を下らない歩兵戦力、200隻以上の軍船、そしてそれとは別に、軍需物資を運ぶ3000隻以上の多くの商船であった。
οὗτος μὲν οὖν διανύσας τὸ Λιβυκὸν πέλαγος καὶ χειμασθεὶς ἀπέβαλε τῶν σκαφῶν τὰ κομίζοντα τοὺς ἱππεῖς καὶ τὰ ἅρματα.
こうして彼はリビア海を横断したものの、嵐に遭って、騎兵と戦車を運んでいた船を失った。
καταπλεύσας δὲ τῆς Σικελίας εἰς τὸν ἐν τῷ Πανόρμῳ λιμένα διαπεπολεμηκέναι τὸν πόλεμον ἔφησε·
しかし、シケリアのパノルモスの港に入港すると、彼はすでに戦争は決着したと言い放った。
πεφοβῆσθαι γὰρ μήποτε ἡ θάλαττα τοὺς Σικελιώτας ἐξέληται τῶν κινδύνων.
なぜなら、海がシケリアの人々をこの危機から救い出すのではないかと恐れていたからである。
§11.20.3ἐπὶ δὲ τρεῖς ἡμέρας ἀναλαβὼν τοὺς στρατιώτας καὶ διορθωσάμενος τὴν ἐν τῷ χειμῶνι γενομένην ναυαγίαν, προῆγε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Ἱμέραν, συμπαραπλέοντος τοῦ ναυτικοῦ.
彼は3日間にわたって兵士たちを休養させ、また嵐の間に生じた難破の損害を修復すると、海軍を並行して航行させながら、軍勢とともにヒメラへと進軍した。
ὡς δʼ ἦλθε πλησίον τῆς προειρημένης πόλεως, δύο παρεμβολὰς ἔθετο, τὴν μὲν τῷ πεζῷ στρατεύματι, τὴν δὲ τῇ ναυτικῇ δυνάμει.
そしてその前述の都市の近くに達すると、二つの陣営を設けた。 一つは歩兵部隊のために、もう一つは海軍部隊のためにである。
καὶ τὰς μὲν μακρὰς ναῦς ἁπάσας ἐνεώλκησε καὶ τάφρῳ βαθείᾳ καὶ τείχει ξυλίνῳ περιέλαβε, τὴν δὲ τῶν πεζῶν παρεμβολὴν ὠχύρωσεν ἀντιπρόσωπον ποιήσας τῇ πόλει καὶ παρεκτείνας ἀπὸ τοῦ ναυτικοῦ παρατειχίσματος μέχρι τῶν ὑπερκειμένων λόφων.
そして軍船をすべて陸に引き揚げ、深い濠と木の壁でそれらを取り囲み、歩兵の陣営については、都市に対面させ、かつ海軍の防壁から背後の丘陵地帯にまで延長させて防備を固めた。
§11.20.4καθόλου δὲ πᾶν τὸ πρὸς δυσμὰς μέρος καταλαβόμενος, τὴν μὲν ἀγορὰν ἅπασαν ἐκ τῶν φορτίδων νεῶν ἐξείλετο, τὰ δὲ πλοῖα ἅπαντα ταχέως ἐξαπέστειλε, προστάξας ἔκ τε τῆς Λιβύης καὶ Σαρδοῦς σῖτον καὶ τὴν ἄλλην ἀγορὰν κομίζειν.
概して西側の地域をすべて占領すると、彼はすべての補給物資を商船から陸揚げし、船をすべて速やかに送り返し、リビアとサルディニアから穀物やその他の補給物資を運んでくるよう命じた。
§11.20.5αὐτὸς δὲ τοὺς ἀρίστους τῶν στρατιωτῶν ἀναλαβὼν ἧκεν ἐπὶ τὴν πόλιν, καὶ τῶν Ἱμεραίων τοὺς ἐπεξιόντας τρεψάμενος καὶ πολλοὺς ἀνελὼν κατεπλήξατο τοὺς ἐν τῇ πόλει.
彼自身は最精鋭の兵士たちを引き連れて都市に進み、出撃してきたヒメラの人々を敗走させ、多くの者を殺害して、市内の人々を震え上がらせた。
διὸ καὶ Θήρων ὁ Ἀκραγαντίνων δυνάστης, ἔχων δύναμιν ἱκανὴν καὶ παραφυλάττων τὴν Ἱμέραν, φοβηθεὶς εὐθὺς ἀπέστειλεν εἰς τὰς Συρακούσας, ἀξιῶν τὸν Γέλωνα βοηθεῖν τὴν ταχίστην.
それゆえ、十分な軍勢を有してヒメラを守備していたアクラガスの支配者テロンも、恐れをなしてただちにシラクサへ使者を送り、ゲロンに対して大至急救援に来るよう求めた。