§11.19.1τῶν δὲ Φοινισσῶν καὶ Κυπρίων νεῶν ὑπὸ τῶν Ἀθηναίων χειρουμένων, αἱ τῶν Κιλίκων καὶ Παμφύλων, ἔτι δὲ Λυκίων νῆες, ἐχόμεναι τούτων οὖσαι, τὸ μὲν πρῶτον εὐρώστως ἀντείχοντο, ὡς δʼ εἶδον τὰς κρατίστας ναῦς πρὸς φυγὴν ὡρμημένας, καὶ αὐταὶ τὸν κίνδυνον ἐξέλιπον.
アテナイ人によってフェニキアとキプロスの船が圧倒されると、これらに隣接していたキリキア人、パンフリア人、さらにはリュキア人の船は、最初は力強く持ちこたえていたが、最も強力な船が逃走し始めるのを目にすると、自らも戦闘から離脱した。
§11.19.2ἐπὶ δὲ θατέρου κέρατος γενομένης καρτερᾶς ναυμαχίας μέχρι μέν τινος ἰσόρροπος ἦν ὁ κίνδυνος·
もう一方の翼では激しい海戦が繰り広げられ、しばらくの間は戦況は互角であった。
ὡς δὲ οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταδιώξαντες τοὺς Φοίνικας καὶ Κυπρίους ἐπέστρεψαν, ἐκβιασθέντες ὑπὸ τούτων ἐτράπησαν οἱ βάρβαροι καὶ πολλὰς ναῦς ἀπέβαλον.
しかし、アテナイ人がフェニキア人とキプロス人を陸地まで追跡した後に引き返してくると、異民族は彼らに圧倒されて敗走し、多くの船を失った。
§11.19.3οἱ μὲν οὖν Ἕλληνες τοῦτον τὸν τρόπον προτερήσαντες ἐπιφανεστάτῃ ναυμαχίᾳ τοὺς βαρβάρους ἐνίκησαν·
こうして、ギリシア人はこのようにして優位に立ち、最も輝かしい海戦において異民族を破った。
κατὰ δὲ τὸν κίνδυνον διεφθάρησαν νῆες τῶν μὲν Ἑλλήνων τετταράκοντα, τῶν δὲ Περσῶν ὑπὲρ τὰς διακοσίας χωρὶς τῶν σὺν αὐτοῖς ἀνδράσι ληφθεισῶν.
この戦闘において、ギリシア人の側は40隻の船が、ペルシア人の側は乗組員とともに捕獲された船を除いて200隻以上が破壊された。
§11.19.4ὁ δὲ βασιλεὺς παρʼ ἐλπίδας ἡττημένος τῶν μὲν Φοινίκων τῶν ἀρξάντων τῆς φυγῆς τοὺς αἰτιωτάτους ἀπέκτεινε, τοῖς δʼ ἄλλοις ἠπείλησεν ἐπιθήσειν τὴν προσήκουσαν τιμωρίαν.
王は予想に反して敗北したため、逃走を始めたフェニキア人の中で最も責任のある者たちを処刑し、残りの者たちには相応の処罰を加えると脅した。
οἱ δὲ Φοίνικες φοβηθέντες τὰς ἀπειλὰς τὸ μὲν πρῶτον εἰς τὴν Ἀττικὴν κατέπλευσαν, τῆς δὲ νυκτὸς ἐπιγενομένης ἀπῆραν εἰς τὴν Ἀσίαν.
フェニキア人はこの脅しを恐れ、最初はアッティカへと航行したが、夜が訪れるとアジアに向けて出帆した。
§11.19.5Θεμιστοκλῆς δὲ δόξας αἴτιος γενέσθαι τῆς νίκης, ἕτερον οὐκ ἔλαττον τούτου στρατήγημα ἐπενόησε.
テミストクレスは勝利をもたらした功労者とみなされたが、これに劣らぬもう一つの計略を考案した。
φοβουμένων γὰρ τῶν Ἑλλήνων πεζῇ διαγωνίζεσθαι πρὸς τοσαύτας μυριάδας, ἐταπείνωσε πολὺ τὰς δυνάμεις τῶν πεζῶν στρατοπέδων τοιῷδέ τινι τρόπῳ.
ギリシア人たちが陸上でこれほど多くの大軍と戦うことを恐れていたため、彼は次のような方法で陸上部隊の勢力を大いに削いだのである。
τὸν παιδαγωγὸν τῶν ἰδίων υἱῶν ἀπέστειλε πρὸς τὸν Ξέρξην δηλώσοντα, διότι μέλλουσιν οἱ Ἕλληνες πλεύσαντες ἐπὶ τὸ ζεῦγμα λύειν τὴν γέφυραν.
彼は自らの息子たちの家庭教師をクセルクセスのもとへ派遣し、ギリシア人が航行して架橋を破壊するつもりであることを伝えさせた。
§11.19.6διόπερ ὁ βασιλεὺς πιστεύσας τοῖς λόγοις διὰ τὴν πιθανότητα, περίφοβος ἐγένετο μὴ τῆς εἰς τὴν Ἀσίαν ἐπανόδου στερηθῇ, τῶν Ἑλλήνων θαλαττοκρατούντων, ἔγνω δὲ τὴν ταχίστην διαβαίνειν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, καταλιπὼν Μαρδόνιον ἐπὶ τῆς Ἑλλάδος μετὰ τῶν ἀρίστων ἱππέων τε καὶ πεζῶν, ὧν ὁ σύμπας ἀριθμὸς ὑπῆρχεν οὐκ ἐλάττων τῶν τετταράκοντα μυριάδων.
それゆえ王は、その言葉にもっともらしさがあったために信じ込み、ギリシア人が制海権を握っている以上、アジアへの帰路を断たれるのではないかとひどく恐れた。 そして、最も迅速にヨーロッパからアジアへと渡ることを決意し、最精鋭の騎兵および歩兵を率いるマルドニオスをギリシアに残した。 彼らの総数は40万人を下らなかった。
Θεμιστοκλῆς μὲν οὖν δυσὶ στρατηγήμασι χρησάμενος μεγάλων προτερημάτων αἴτιος ἐγένετο τοῖς Ἕλλησι.
こうしてテミストクレスは二つの計略を用いることで、ギリシア人に多大な成功をもたらす原因となった。
καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα πραχθέντα ἐν τούτοις ἦν.
ギリシアで起こった出来事は以上のとおりであった。