Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.19.1-11.19.6

萨拉米斯海战的胜利与薛西斯的撤退

第 20 段,共 723 段 · 希腊语

内容简介

萨拉米斯海战以希腊人的胜利告终,波斯人遭受重创。地米斯托克利设计让薛西斯王相信其退路将被切断,从而成功使波斯陆军主力撤回亚洲。

§11.19.1τῶν δὲ Φοινισσῶν καὶ Κυπρίων νεῶν ὑπὸ τῶν Ἀθηναίων χειρουμένων, αἱ τῶν Κιλίκων καὶ Παμφύλων, ἔτι δὲ Λυκίων νῆες, ἐχόμεναι τούτων οὖσαι, τὸ μὲν πρῶτον εὐρώστως ἀντείχοντο, ὡς δʼ εἶδον τὰς κρατίστας ναῦς πρὸς φυγὴν ὡρμημένας, καὶ αὐταὶ τὸν κίνδυνον ἐξέλιπον.
当腓尼基和塞浦路斯的船只被雅典人击败时,紧邻着它们的基利家、潘菲利亚以及吕基亚的船只起初还顽强抵抗;但当它们看到最强悍的船只也开始逃跑时,它们自己也放弃了战斗。
§11.19.2ἐπὶ δὲ θατέρου κέρατος γενομένης καρτερᾶς ναυμαχίας μέχρι μέν τινος ἰσόρροπος ἦν ὁ κίνδυνος· ὡς δὲ οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταδιώξαντες τοὺς Φοίνικας καὶ Κυπρίους ἐπέστρεψαν, ἐκβιασθέντες ὑπὸ τούτων ἐτράπησαν οἱ βάρβαροι καὶ πολλὰς ναῦς ἀπέβαλον.
在另一翼,激烈的海战展开了,在一定时间内胜负难分;但当雅典人在将腓尼基人和塞浦路斯人追击至陆地后回军包抄时,蛮族被他们击退,被迫逃跑,并损失了许多船只。
§11.19.3οἱ μὲν οὖν Ἕλληνες τοῦτον τὸν τρόπον προτερήσαντες ἐπιφανεστάτῃ ναυμαχίᾳ τοὺς βαρβάρους ἐνίκησαν· κατὰ δὲ τὸν κίνδυνον διεφθάρησαν νῆες τῶν μὲν Ἑλλήνων τετταράκοντα, τῶν δὲ Περσῶν ὑπὲρ τὰς διακοσίας χωρὶς τῶν σὺν αὐτοῖς ἀνδράσι ληφθεισῶν.
于是,希腊人以此种方式占据了上风,在最著名的一场海战中击败了蛮族;在此次冲突中,希腊人损失了四十艘船只,而波斯人损失了二百多艘,这还不包括连同船员一起被俘获的船只。
§11.19.4ὁ δὲ βασιλεὺς παρʼ ἐλπίδας ἡττημένος τῶν μὲν Φοινίκων τῶν ἀρξάντων τῆς φυγῆς τοὺς αἰτιωτάτους ἀπέκτεινε, τοῖς δʼ ἄλλοις ἠπείλησεν ἐπιθήσειν τὴν προσήκουσαν τιμωρίαν.
国王因出乎意料的失败,处死了率先逃跑的腓尼基人中罪责最大者,并威胁其余的人将给以应有的惩罚。
οἱ δὲ Φοίνικες φοβηθέντες τὰς ἀπειλὰς τὸ μὲν πρῶτον εἰς τὴν Ἀττικὴν κατέπλευσαν, τῆς δὲ νυκτὸς ἐπιγενομένης ἀπῆραν εἰς τὴν Ἀσίαν.
腓尼基人害怕这些威胁,起初驶向阿提卡,但当夜幕降临时,他们启航前往亚洲。
§11.19.5Θεμιστοκλῆς δὲ δόξας αἴτιος γενέσθαι τῆς νίκης, ἕτερον οὐκ ἔλαττον τούτου στρατήγημα ἐπενόησε.
地米斯托克利被认为是胜利的功臣,他又设计了另一个不亚于此的策略。
φοβουμένων γὰρ τῶν Ἑλλήνων πεζῇ διαγωνίζεσθαι πρὸς τοσαύτας μυριάδας, ἐταπείνωσε πολὺ τὰς δυνάμεις τῶν πεζῶν στρατοπέδων τοιῷδέ τινι τρόπῳ. τὸν παιδαγωγὸν τῶν ἰδίων υἱῶν ἀπέστειλε πρὸς τὸν Ξέρξην δηλώσοντα, διότι μέλλουσιν οἱ Ἕλληνες πλεύσαντες ἐπὶ τὸ ζεῦγμα λύειν τὴν γέφυραν.
由于希腊人害怕在陆地上与如此多的万大军交战,他用以下方法大大削弱了陆军的力量:他派遣自己儿子的家庭教师去见薛西斯,告诉他希腊人正准备乘船前往浮桥处拆毁桥梁。
§11.19.6διόπερ ὁ βασιλεὺς πιστεύσας τοῖς λόγοις διὰ τὴν πιθανότητα, περίφοβος ἐγένετο μὴ τῆς εἰς τὴν Ἀσίαν ἐπανόδου στερηθῇ, τῶν Ἑλλήνων θαλαττοκρατούντων, ἔγνω δὲ τὴν ταχίστην διαβαίνειν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, καταλιπὼν Μαρδόνιον ἐπὶ τῆς Ἑλλάδος μετὰ τῶν ἀρίστων ἱππέων τε καὶ πεζῶν, ὧν ὁ σύμπας ἀριθμὸς ὑπῆρχεν οὐκ ἐλάττων τῶν τετταράκοντα μυριάδων.
因此,国王因其言之有理而信以为真,极度害怕在希腊人控制海权的情况下,自己返回亚洲的归路会被切断。 于是,他决定尽快从欧洲渡海回到亚洲,将马尔多尼奥斯留在希腊,并配给最精锐的骑兵和步兵,其总数不少于四十万人。
Θεμιστοκλῆς μὲν οὖν δυσὶ στρατηγήμασι χρησάμενος μεγάλων προτερημάτων αἴτιος ἐγένετο τοῖς Ἕλλησι.
地米斯托克利通过使用这两个计谋,为希腊人带来了巨大的优势。
καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα πραχθέντα ἐν τούτοις ἦν.
在希腊所发生的事情便是如此。

词汇与语法注释

  1. §11.19.1ἐχόμεναι τούτων οὖσαι — ἐχόμεναι 是中被动语态现在分词阴性复数主格,修饰主语 αἱ... νῆες。动词 ἔχομαι(中动态)接属格(此处为 τούτων,指腓尼基和塞浦路斯的船只)表示“与……相邻”、“紧接”。它与 οὖσαι(εἰμί 的分词)连用,强调其所处的状态。
  2. §11.19.2ἐκβιασθέντες ὑπὸ τούτων — 关于指示代词 τούτων(属格复数)的指代。在上下文中,它指的是前一个分句的主语 οἱ Ἀθηναῖοι(雅典人)。这表明了因果关系,即由于雅典人回军反击,蛮族(οἱ βάρβαροι)才被击退。
  3. §11.19.3χωρὶς τῶν σὺν αὐτοῖς ἀνδράσι ληφθεισῶν — ληφθεισῶν 是 λαμβάνω 的第一不定过去时被动语态分词阴性复数属格,承接上文的 νεῶν,意为“被俘获的(船只)”。χωρίς 是支配属格的介词。αὐτοῖς 修饰 ἀνδράσι(男人们,指船员或士兵),意为“与他们本人一起”、“连同船员”。
  4. §11.19.5δηλώσοντα, διότι — δηλώσοντα 是 δηλόω 的将来时主动语态分词阳性单数宾格,表目的,修饰前文的 παιδαγωγόν。虽然 διότι 在古典希腊语中通常表示“因为”,但在希腊化时期及之后的希腊语(如通用希腊语 Koine)中,它经常像 ὅτι 一样用于引导名词性从句,表示传达的内容(“即”、“……这一事实”)。此处用于引导所传达的信息。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.19.1-11.19.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.19.1-11.19.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。