§1.351τοῦτο τοίνυν ἐρωτῶ, ὅπερ ἄρτι, ἵνα καὶ ἑξῆς διασκεψώμεθα >τὸν λόγον, ὁποῖόν τι τυγχάνει ὂν δικαιοσύνη πρὸς ἀδικίαν.
「そこで、先ほどの質問を問いかけよう。 それは私たちが順序を追って議論を検討するためだ。 すなわち、正義が不正に対してどのようなものであるかということだ。
ἐλέχθη γάρ που ὅτι καὶ δυνατώτερον καὶ ἰσχυρότερον εἴη ἀδικία δικαιοσύνης·
というのも、かつて不正は正義よりも力強く、また強いものであると言われたからだ。
νῦν δέ γʼ, ἔφην, εἴπερ σοφία τε καὶ ἀρετή ἐστιν δικαιοσύνη, ῥᾳδίως οἶμαι φανήσεται καὶ ἰσχυρότερον ἀδικίας, ἐπειδήπερ ἐστὶν ἀμαθία ἡ ἀδικία— οὐδεὶς ἂν ἔτι τοῦτο ἀγνοήσειεν—ἀλλʼ οὔ τι οὕτως ἁπλῶς, ὦ Θρασύμαχε, ἔγωγε ἐπιθυμῶ, ἀλλὰ τῇδέ πῃ σκέψασθαι·
だが今や」と私は言った。 「もし正義が知恵であり徳であるなら、不正が無知である以上、正義は不正よりも容易に強いものであると明らかになるだろうと私は思う。 ――このことはもはや誰も無視できないだろう。 ――しかし、トラシュマコスよ、私は単にこのように単純にではなく、むしろ次のように検討したいのだ。
πόλιν φαίης ἂν ἄδικον εἶναι καὶ ἄλλας πόλεις ἐπιχειρεῖν δουλοῦσθαι ἀδίκως καὶ καταδεδουλῶσθαι, πολλὰς δὲ καὶ ὑφʼ ἑαυτῇ ἔχειν δουλωσαμένην;
君はある都市が不正であり、他の都市を不正に服従させようと試みたり、現に服従させていたり、あるいは多くの都市を服従させて自らの支配下に置いている、ということがありうると言うかね。
πῶς γὰρ οὔκ; ἔφη.
」「どうしてそう言わないことがあろうか」と彼は言った。
καὶ τοῦτό γε ἡ ἀρίστη μάλιστα ποιήσει καὶ τελεώτατα οὖσα ἄδικος.
「そして、最も優れた、最も完全に不正な都市が特にそれを行うだろう。
μανθάνω, ἔφην, ὅτι σὸς οὗτος ἦν ὁ λόγος.
」「分かった」と私は言った。 「それが君の議論であったね。
ἀλλὰ τόδε περὶ αὐτοῦ σκοπῶ·
しかし、これについて考えてみたい。
πότερον ἡ κρείττων γιγνομένη πόλις πόλεως ἄνευ δικαιοσύνης τὴν δύναμιν ταύτην ἕξει, ἢ ἀνάγκη αὐτῇ μετὰ δικαιοσύνης;
他より強くなった都市が、正義なしにこの力を持ちうるのか、それともどうしても正義を伴わねばならないのか。
εἰ μέν, ἔφη, ὡς σὺ ἄρτι ἔλεγες ἔχει—ἡ δικαιοσύνη σοφία—μετὰ δικαιοσύνης·
」「もし」と彼は言った。 「君が先ほど言ったように、正義が知恵であるなら正義を伴う。
εἰ δʼ ὡς ἐγὼ ἔλεγον, μετὰ ἀδικίας.
しかし、私が言ったようにであるなら、不正を伴う。
πάνυ ἄγαμαι, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, ὅτι οὐκ ἐπινεύεις μόνον καὶ ἀνανεύεις, ἀλλὰ καὶ ἀποκρίνῃ πάνυ καλῶς.
」「実に見事だ、トラシュマコスよ」と私は言った。 「君がただ頷いたり首を振ったりするだけでなく、じつに立派に答えてくれるのが嬉しいよ。
σοὶ γάρ, ἔφη, χαρίζομαι.
」「君に好意を施しているのだよ」と彼は言った。
εὖ γε σὺ ποιῶν·
「それはありがたい。
ἀλλὰ δὴ καὶ τόδε μοι χάρισαι καὶ λέγε·
だが、さらにこのことでも私に好意を施して言ってくれ。
δοκεῖς ἂν ἢ πόλιν ἢ στρατόπεδον ἢ λῃστὰς ἢ κλέπτας ἢ ἄλλο τι ἔθνος, ὅσα κοινῇ ἐπί τι ἔρχεται ἀδίκως, πρᾶξαι ἄν τι δύνασθαι, εἰ ἀδικοῖεν ἀλλήλους;
君は、都市であれ、軍隊であれ、泥棒であれ、盗賊であれ、その他何であれ、不正に何らかの目的のために共同で向かう集団が、もし互いに不正を働くなら、何かを成し遂げることができると思うかね。
οὐ δῆτα, ἦ δʼ ὅς.
」「決してできないね」と彼は言った。
τί δʼ εἰ μὴ ἀδικοῖεν;
「では、もし不正を働かないなら?
οὐ μᾶλλον;
より成し遂げられるのではないか。
πάνυ γε.
」「まさにその通りだ。
στάσεις γάρ που, ὦ Θρασύμαχε, ἥ γε ἀδικία καὶ μίση καὶ μάχας ἐν ἀλλήλοις παρέχει, ἡ δὲ δικαιοσύνη ὁμόνοιαν καὶ φιλίαν·
」「というのも、不正は互いの間に内紛や憎しみや争いをもたらすが、正義は協調と友情をもたらすのだからね。
ἦ γάρ;
そうではないかね。
ἔστω, ἦ δʼ ὅς, ἵνα σοι μὴ διαφέρωμαι.
」「そうしておこう」と彼は言った。 「君と争わないためにね。
ἀλλʼ εὖ γε σὺ ποιῶν, ὦ ἄριστε.
」「それはありがたい、最善の友よ。
τόδε δέ μοι λέγε·
だが、これを言ってくれ。
ἆρα εἰ τοῦτο ἔργον ἀδικίας, μῖσος ἐμποιεῖν ὅπου ἂν ἐνῇ, οὐ καὶ ἐν ἐλευθέροις τε καὶ δούλοις ἐγγιγνομένη μισεῖν ποιήσει ἀλλήλους καὶ στασιάζειν καὶ ἀδυνάτους εἶναι κοινῇ μετʼ ἀλλήλων πράττειν;
もし憎しみを生み出すことが、それが存在する場所どこにおいてであれ不正の働きであるなら、それが自由人であれ奴隷であれ、その間に生じることで、彼らを互いに憎み合わせ、内紛を起こさせ、共同で行動することを不可能にするのではないかね。
πάνυ γε.
」「まさにその通りだ。
τί δὲ ἂν ἐν δυοῖν ἐγγένηται;
」「では、もし二人の間に生じたなら?
οὐ διοίσονται καὶ μισήσουσιν καὶ ἐχθροὶ ἔσονται ἀλλήλοις τε καὶ τοῖς δικαίοις;
彼らは不和になり、憎み合い、互いに対しても、また正義の人に対しても敵となるのではないかね。
ἔσονται, ἔφη.
」「なるだろう」と彼は言った。
ἐὰν δὲ δή, ὦ θαυμάσιε, ἐν ἑνὶ ἐγγένηται ἀδικία, μῶν μὴ ἀπολεῖ τὴν αὑτῆς δύναμιν, ἢ οὐδὲν ἧττον ἕξει;
「だが、不思議な人よ、もし一人の人の中に不正が生じたなら、それはそれ自体の力を失うのだろうか、それとも少しも衰えずに持ち続けるのだろうか。
μηδὲν ἧττον ἐχέτω, ἔφη.
」「少しも衰えずに持っているとしよう」と彼は言った。