§248ΣΩ. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠνάγκασται καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ὁ ἀνδρεῖος καὶ φρόνιμος·
ソクラテス:というのも、幸福に導くすべてのもの、あるいはそれに近いものが、自分自身に結びつけられており、他人が良く、あるいは悪く行動することによって、自分自身の運命もそれにつられて翻弄されることを余意なくされるほど、他人の身の上に依存していないような男こそ、生きるための最善の準備ができているのであり、この者こそ自制心があり、勇気があり、思慮深い。
οὗτος γιγνομένων χρημάτων καὶ παίδων καὶ διαφθειρομένων μάλιστα πείσεται τῇ παροιμίᾳ·
この者は、富や子供たちが生まれ、また失われることがあっても、あの格言に最もよく従うであろう。
οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι.
すなわち、自分自身を信頼しているがゆえに、過度に喜んだり過度に悲しんだりする姿を見せることはないからである。
τοιούτους δὲ ἡμεῖς γε ἀξιοῦμεν καὶ τοὺς ἡμετέρους εἶναι καὶ βουλόμεθα καὶ φαμέν, καὶ ἡμᾶς αὐτοὺς νῦν παρέχομεν τοιούτους, οὐκ ἀγανακτοῦντας οὐδὲ φοβουμένους ἄγαν εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι.
我々は、我々の身内もそのような者であることを求め、またそう望み、そうであると主張し、我々自身も現在、もしこの瞬間に死なねばならないとしても、過度に憤ったり恐れたりすることなく、そのような姿を示している。
δεόμεθα δὴ καὶ πατέρων καὶ μητέρων τῇ αὐτῇ ταύτῃ διανοίᾳ χρωμένους τὸν ἐπίλοιπον βίον διάγειν, καὶ εἰδέναι ὅτι οὐ θρηνοῦντες οὐδὲ ὀλοφυρόμενοι ἡμᾶς ἡμῖν μάλιστα χαριοῦνται, ἀλλʼ εἴ τις ἔστι τοῖς τετελευτηκόσιν αἴσθησις τῶν ζώντων, οὕτως ἀχάριστοι εἶεν ἂν μάλιστα, ἑαυτούς τε κακοῦντες καὶ βαρέως φέροντες τὰς συμφοράς·
それゆえ、父親たちも母親たちも、これとまったく同じ不屈の精神を持って残りの生涯を過ごすこと、そして、ただ嘆き悲しみ、泣き叫ぶことによって我々を追悼することが、我々を最も喜ばせるのではないと知ることを切に求める。 いやむしろ、もし死者に生者のことについて何らかの感覚があるとするならば、彼らが自分自身を痛めつけ、不幸を重く受け止めることこそが、彼らにとって最も不本意な(恩を仇で返すような)こととなるであろう。
κούφως δὲ καὶ μετρίως μάλιστʼ ἂν χαρίζοιντο.
逆に、軽やかに、また節度を持って耐えることこそが、最も彼らを喜ばせることになる。
τὰ μὲν γὰρ ἡμέτερα τελευτὴν ἤδη ἕξει ἥπερ καλλίστη γίγνεται ἀνθρώποις, ὥστε πρέπει αὐτὰ μᾶλλον κοσμεῖν ἢ θρηνεῖν·
というのも、我々の人生の終わりは、人間にとって最も美しいものとなるのであって、それは嘆き悲しまれるよりも、むしろ飾られるにふわさしいからである。
γυναικῶν δὲ τῶν ἡμετέρων καὶ παίδων ἐπιμελούμενοι καὶ τρέφοντες καὶ ἐνταῦθα τὸν νοῦν τρέποντες τῆς τε τύχης μάλιστʼ ἂν εἶεν ἐν λήθῃ καὶ ζῷεν κάλλιον καὶ ὀρθότερον καὶ ἡμῖν προσφιλέστερον.
そして、我々の妻や子供たちを世話し、養い、そちらに心を向けることによって、彼らはその不幸を最もよく忘れることができ、より美しく、より正しく、また我々にとってもより愛おしく生きることになるであろう。
ταῦτα δὴ ἱκανὰ τοῖς ἡμετέροις παρʼ ἡμῶν ἀγγέλλειν·
これらこそ、我々の身内の者たちへ、我々から伝えるべき十分な伝言である。
τῇ δὲ πόλει παρακελευοίμεθʼ ἂν ὅπως ἡμῖν καὶ πατέρων καὶ ὑέων ἐπιμελήσονται, τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως·
他方、国家に対しては、我々の父親や息子たちを世話するよう、息子たちには秩序正しく教育を施し、父親たちにはその老後をふさわしく養うよう勧めたい。
νῦν δὲ ἴσμεν ὅτι καὶ ἐὰν μὴ ἡμεῖς παρακελευώμεθα, ἱκανῶς ἐπιμελήσεται.
もっとも、我々が勧めずとも、国家が十分に世話をしてくれることを我々は知っている。
ταῦτα οὖν, ὦ παῖδες καὶ γονῆς τῶν τελευτησάντων, ἐκεῖνοί τε ἐπέσκηπτον ἡμῖν ἀπαγγέλλειν, καὶ ἐγὼ ὡς δύναμαι προθυμότατα ἀπαγγέλλω·
それゆえ、子供たちよ、そして亡くなった人々の親たちよ、これらこそ彼らが我々に伝えるよう託したことであり、私もできる限り熱意を込めてこれを伝えている。
καὶ αὐτὸς δέομαι ὑπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι τοὺς αὑτῶν, τῶν δὲ θαρρεῖν ὑπὲρ αὑτῶν, ὡς ἡμῶν καὶ ἰδίᾳ καὶ δημοσίᾳ γηροτροφησόντων ὑμᾶς καὶ ἐπιμελησομένων, ὅπου ἂν ἕκαστος ἑκάστῳ ἐντυγχάνῃ ὁτῳοῦν τῶν ἐκείνων.
そして私自身も、彼らに代わって求める。 子供たちには自らの祖先を模倣することを、親たちには自らのことについて気落ちしないことを。 なぜなら、公私にわたり、我々のうちの誰もが、あなたがた遺族の誰かに出会うたびに、あなたがたを養い、世話をするからである。
§249ΣΩ. τῆς δὲ πόλεως ἴστε που καὶ αὐτοὶ τὴν ἐπιμέλειαν, ὅτι νόμους θεμένη περὶ τοὺς τῶν ἐν τῷ πολέμῳ τελευτησάντων παῖδάς τε καὶ γεννήτορας ἐπιμελεῖται, καὶ διαφερόντως τῶν ἄλλων πολιτῶν προστέτακται φυλάττειν ἀρχῇ ἥπερ μεγίστη ἐστίν, ὅπως ἂν οἱ τούτων μὴ ἀδικῶνται πατέρες τε καὶ μητέρες·
ソクラテス:あなたがた自身もおそらく、国家の配慮については知っているだろう。 国家は、戦争で亡くなった者たちの子や親に関する法を定め、彼らを保護しており、他の市民とは異なり、彼らの父母が不当な扱いを受けることのないよう、最高位の官職にその監視を特に命じている。
τοὺς δὲ παῖδας συνεκτρέφει αὐτή, προθυμουμένη ὅτι μάλιστʼ ἄδηλον αὐτοῖς τὴν ὀρφανίαν γενέσθαι, ἐν πατρὸς σχήματι καταστᾶσα αὐτοῖς αὐτὴ ἔτι τε παισὶν οὖσιν, καὶ ἐπειδὰν εἰς ἀνδρὸς τέλος ἴωσιν, ἀποπέμπει ἐπὶ τὰ σφέτερʼ αὐτῶν πανοπλίᾳ κοσμήσασα, ἐνδεικνυμένη καὶ ἀναμιμνῄσκουσα τὰ τοῦ πατρὸς ἐπιτηδεύματα ὄργανα τῆς πατρῴας ἀρετῆς διδοῦσα, καὶ ἅμα οἰωνοῦ χάριν ἄρχεσθαι ἰέναι ἐπὶ τὴν πατρῴαν ἑστίαν ἄρξοντα μετʼ ἰσχύος ὅπλοις κεκοσμημένον.
さらに、子供たちを共同で養育し、彼らの孤児としての境遇ができるだけ目立たないように努め、彼らがまだ子供である間は自ら父親の役割を務めてやり、彼らが成人したときには、その父親の徳の道具である武具一式で彼らを飾り、それらを与えて送り出す。 そして同時に、幸先の良い兆しをもって、武器で身を飾った力強い姿で、支配者として父親の暖炉へと向かい始めるようにする。
αὐτοὺς δὲ τοὺς τελευτήσαντας τιμῶσα οὐδέποτε ἐκλείπει, καθʼ ἕκαστον ἐνιαυτὸν αὐτὴ τὰ νομιζόμενα ποιοῦσα κοινῇ πᾶσιν ἅπερ ἑκάστῳ ἰδίᾳ γίγνεται, πρὸς δὲ τούτοις ἀγῶνας γυμνικοὺς καὶ ἱππικοὺς τιθεῖσα καὶ μουσικῆς πάσης, καὶ ἀτεχνῶς τῶν μὲν τελευτησάντων ἐν κληρονόμου καὶ ὑέος μοίρᾳ καθεστηκυῖα, τῶν δὲ ὑέων ἐν πατρός, γονέων δὲ τῶν τούτων ἐν ἐπιτρόπου, πᾶσαν πάντων παρὰ πάντα τὸν χρόνον ἐπιμέλειαν ποιουμένη.
また、亡くなった者たち自身を称えることも決して絶やすことなく、毎年、各自が個別に行うはずの慣行を、国がすべての人々のために共同で執り行い、さらにこれに加えて、体育、競馬、そしてあらゆる音楽の競技を催す。 こうして文字通り、亡くなった者たちに対しては相続人や息子の地位に立ち、息子たちに対しては父親の地位に、そして彼らの親たちに対しては後見人の地位に立って、あらゆる人々に対して常に万全の配慮を行っている。
ὧν χρὴ ἐνθυμουμένους πρᾳότερον φέρειν τὴν συμφοράν·
あなたがたはこれらのことを心に留め、不幸をより穏やかに耐えねばならない。
τοῖς τε γὰρ τελευτήσασι καὶ τοῖς ζῶσιν οὕτως ἂν προσφιλέστατοι εἶτε καὶ ῥᾷστοι θεραπεύειν τε καὶ θεραπεύεσθαι.
そうすることによってこそ、あなたがたは死者たちに対しても生者たちに対しても最も愛おしい存在となり、最も容易に世話をし、また世話を受けることができるからである。
νῦν δὲ ἤδη ὑμεῖς τε καὶ οἱ ἄλλοι πάντες κοινῇ κατὰ τὸν νόμον τοὺς τετελευτηκότας ἀπολοφυράμενοι ἄπιτε.
さて、今はあなたがたも他のすべての人々も共同で、法に従って亡き人々を十分に哀悼した上で、立ち去るがよい。
οὗτός σοι ὁ λόγος, ὦ Μενέξενε, Ἀσπασίας τῆς Μιλησίας ἐστίν.
メネクセノスよ、これこそがミレトスのアスパシアによる演説である。
ΜΕΝ. νὴ Δία, ὦ Σώκρατες, μακαρίαν γε λέγεις τὴν Ἀσπασίαν, εἰ γυνὴ οὖσα τοιούτους λόγους οἵα τʼ ἐστὶ συντιθέναι.
メネ:ゼウスにかけて、ソクラテス、アスパシアはまことに素晴らしい女性だ。 女性でありながら、このような言論を構成することができるとは。
ΣΩ. ἀλλʼ εἰ μὴ πιστεύεις, ἀκολούθει μετʼ ἐμοῦ, καὶ ἀκούσῃ αὐτῆς λεγούσης.
ソク:だが、もし信じないなら、私について来なさい、彼女自身が語るのを聞くことができるだろう。
ΜΕΝ. πολλάκις, ὦ Σώκρατες, ἐγὼ ἐντετύχηκα Ἀσπασίᾳ, καὶ οἶδα οἵα ἐστίν.
メネ:私は何度もアスパシアに会ったことがあるし、彼女がどのような人か知っている。
ΣΩ. τί οὖν;
ソク:ではどうだ?
οὐκ ἄγασαι αὐτὴν καὶ νῦν χάριν ἔχεις τοῦ λόγου αὐτῇ;
彼女を称賛せず、この言論について彼女に感謝しないのか?
ΜΕΝ. καὶ πολλήν γε, ὦ Σώκρατες, ἐγὼ χάριν ἔχω τούτου τοῦ λόγου ἐκείνῃ ἢ ἐκείνῳ ὅστις σοι ὁ εἰπών ἐστιν αὐτόν·
メネ:もちろん、ソクラテス、私はこの言論について、彼女、あるいはこれをあなたに語った者が誰であれ、非常に感謝している。
καὶ πρός γε ἄλλων πολλῶν χάριν ἔχω τῷ εἰπόντι.
そしてさらに、これを語ってくれたあなたにも感謝している。
ΣΩ. εὖ ἂν ἔχοι·
ソク:結構だ。
ἀλλʼ ὅπως μου μὴ κατερεῖς, ἵνα καὶ αὖθίς σοι πολλοὺς καὶ καλοὺς λόγους παρʼ αὐτῆς πολιτικοὺς ἀπαγγέλλω.
しかし、私がまた彼女から多くの美しい政治的言論を聞いて君に伝えることができるよう、私のことを告げ口しないでくれよ。
ΜΕΝ. θάρρει, οὐ κατερῶ·
メネ:心配無用だ、告げ口はしない。
μόνον ἀπάγγελλε.
ただ、私に伝えてくれさえすればよい。
ΣΩ. ἀλλὰ ταῦτʼ ἔσται.
ソク:よし、そうしよう。