§234ΣΩ. ἐξ ἀγορᾶς ἢ πόθεν Μενέξενος;
ソクラテス:広場からかね、それともどこからだい、メネクセノス?
ΜΕΝ. ἐξ ἀγορᾶς, ὦ Σώκρατες, καὶ ἀπὸ τοῦ βουλευτηρίου.
メネクセノス:広場からです、ソクラテス。 それと、評議場からも。
ΣΩ. τί μάλιστα σοὶ πρὸς βουλευτήριον;
ソクラテス:何が特に君と評議場との間にあるというのだ?
ἢ δῆλα δὴ ὅτι παιδεύσεως καὶ φιλοσοφίας ἐπὶ τέλει ἡγῇ εἶναι, καὶ ὡς ἱκανῶς ἤδη ἔχων ἐπὶ τὰ μείζω ἐπινοεῖς τρέπεσθαι, καὶ ἄρχειν ἡμῶν, ὦ θαυμάσιε, ἐπιχειρεῖς τῶν πρεσβυτέρων τηλικοῦτος ὤν, ἵνα μὴ ἐκλίπῃ ὑμῶν ἡ οἰκία ἀεί τινα ἡμῶν ἐπιμελητὴν παρεχομένη;
それとも、言うまでもなく、教育と知恵の探究が終わりに達したと君は思っていて、すでに十分な状態にあるものとして、より大きな事柄へ進もうと目論んでおり、そして、そんな若さでありながら、驚くべき君よ、我々年長者を支配しようと企てているのかい、君たちの家系が、我々の世話人を常に誰かしら提供し続けることが途絶えないようにするために?
ΜΕΝ. ἐὰν σύ γε, ὦ Σώκρατες, ἐᾷς καὶ συμβουλεύῃς ἄρχειν, προθυμήσομαι·
メネクセノス:もしあなたさえ、ソクラテス、私が支配することを許し、勧めてくださるなら、励みましょう。
εἰ δὲ μή, οὔ.
そうでなければ、いたしません。
νῦν μέντοι ἀφικόμην πρὸς τὸ βουλευτήριον πυθόμενος ὅτι ἡ βουλὴ μέλλει αἱρεῖσθαι ὅστις ἐρεῖ ἐπὶ τοῖς ἀποθανοῦσιν·
しかし今は、評議会が戦死者たちの上で演説をする者を一人選ぼうとしていると聞き知って、評議場へ行ったのです。
ταφὰς γὰρ οἶσθʼ ὅτι μέλλουσι ποιεῖν.
彼らが葬儀を行おうとしていることは、あなたもご存じでしょう。
ΣΩ. πάνυ γε·
ソクラテス:いかにも。
ἀλλὰ τίνα εἵλοντο;
それで、誰を選んだのだい?
ΜΕΝ. οὐδένα, ἀλλὰ ἀνεβάλοντο εἰς τὴν αὔριον.
メネクセノス:誰でもありません、明日へと延期したのです。
οἶμαι μέντοι Ἀρχῖνον ἢ Δίωνα αἱρεθήσεσθαι.
しかし、アルキノスかディオンが選ばれるだろうと私は思います。
§235ΣΩ. καὶ μήν, ὦ Μενέξενε, πολλαχῇ κινδυνεύει καλὸν εἶναι τὸ ἐν πολέμῳ ἀποθνῄσκειν.
ソクラテス:それにしても、メネクセノス、戦争で死ぬということは多方面において素晴らしいことであるようだね。
καὶ γὰρ ταφῆς καλῆς τε καὶ μεγαλοπρεποῦς τυγχάνει, καὶ ἐὰν πένης τις ὢν τελευτήσῃ, καὶ ἐπαίνου αὖ ἔτυχεν, καὶ ἐὰν φαῦλος ᾖ, ὑπʼ ἀνδρῶν σοφῶν τε καὶ οὐκ εἰκῇ ἐπαινούντων, ἀλλὰ ἐκ πολλοῦ χρόνου λόγους παρεσκευασμένων, οἳ οὕτως καλῶς ἐπαινοῦσιν, ὥστε καὶ τὰ προσόντα καὶ τὰ μὴ περὶ ἑκάστου λέγοντες, κάλλιστά πως τοῖς ὀνόμασι ποικίλλοντες, γοητεύουσιν ἡμῶν τὰς ψυχάς, καὶ τὴν πόλιν ἐγκωμιάζοντες κατὰ πάντας τρόπους καὶ τοὺς τετελευτηκότας ἐν τῷ πολέμῳ καὶ τοὺς προγόνους ἡμῶν ἅπαντας τοὺς ἔμπροσθεν καὶ αὐτοὺς ἡμᾶς τοὺς ἔτι ζῶντας ἐπαινοῦντες, ὥστʼ ἔγωγε, ὦ Μενέξενε, γενναίως πάνυ διατίθεμαι ἐπαινούμενος ὑπʼ αὐτῶν, καὶ ἑκάστοτε ἐξέστηκα ἀκροώμενος καὶ κηλούμενος, ἡγούμενος ἐν τῷ παραχρῆμα μείζων καὶ γενναιότερος καὶ καλλίων γεγονέναι.
というのも、たとえ貧しい者として死んだとしても、美しく荘厳な葬儀をしてもらえるし、また、たとえつまらない人間であったとしても、賢く、いい加減に褒めるのではなく長い時間をかけて演説を用意してきた人々によって、さらに称賛を得るのだから。 彼らは実に見事に称賛するので、一人ひとりについて、備わっている美点もそうでないものも語り、言葉によっていとも美しく飾り立てることで、我々の魂を魅了するのだ。 そして、国家をあらゆる方法で称賛し、戦争で亡くなった人々も、我々の先の先祖たちすべてをも、そしてまだ生きている我々自身をも称賛するので、そのおかげで、メネクセノス、私は彼らに称賛されてすっかり高貴な気分になり、聴き惚れてうっとりしながらその都度我を忘れてしまい、その場では自分がより偉大に、より気高く、より美しくなったように思うのだ。
καὶ οἷα δὴ τὰ πολλὰ ἀεὶ μετʼ ἐμοῦ ξένοι τινὲς ἕπονται καὶ συνακροῶνται πρὸς οὓς ἐγὼ σεμνότερος ἐν τῷ παραχρῆμα γίγνομαι·
そして、よくあることだが、何人かの異邦人がいつも私に伴って一緒に聴いているのだが、彼らに対しても、私はその場でより威厳ある存在になる。
καὶ γὰρ ἐκεῖνοι ταὐτὰ ταῦτα δοκοῦσί μοι πάσχειν καὶ πρὸς ἐμὲ καὶ πρὸς τὴν ἄλλην πόλιν, θαυμασιωτέραν αὐτὴν ἡγεῖσθαι εἶναι ἢ πρότερον, ὑπὸ τοῦ λέγοντος ἀναπειθόμενοι.
というのも彼らも、私に対しても、他の市民や国家全体に対しても、これと全く同じことを感じているように私には思われるからだ。 つまり、話し手に説得されて、国家が以前よりもさらに驚嘆すべきものであると思うのだ。
καί μοι αὕτη ἡ σεμνότης παραμένει ἡμέρας πλείω ἢ τρεῖς·
そして、私にはこの威厳が三日以上も残り続ける。
οὕτως ἔναυλος ὁ λόγος τε καὶ ὁ φθόγγος παρὰ τοῦ λέγοντος ἐνδύεται εἰς τὰ ὦτα, ὥστε μόγις τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ ἀναμιμνῄσκομαι ἐμαυτοῦ καὶ αἰσθάνομαι οὗ γῆς εἰμι, τέως δὲ οἶμαι μόνον οὐκ ἐν μακάρων νήσοις οἰκεῖν·
話し手の言葉と響きがこれほどまでに鮮やかに耳に沁み込んでくるので、四日目か五日目になってようやく正気に戻り、自分が地上のどこにいるのかを自覚するほどなのだ。 それまでは、自分は幸福者の島々に住んでいるのではないかとさえ思い込んでいる。
οὕτως ἡμῖν οἱ ῥήτορες δεξιοί εἰσιν.
それほどまでに、我らが弁論家たちは巧みなのだ。
ΜΕΝ. ἀεὶ σὺ προσπαίζεις, ὦ Σώκρατες, τοὺς ῥήτορας.
メネクセノス:あなたはいつも弁論家たちをからかわれますね、ソクラテス。
νῦν μέντοι οἶμαι ἐγὼ τὸν αἱρεθέντα οὐ πάνυ εὐπορήσειν·
しかし今度ばかりは、選ばれる人はあまり用意がうまくできないのではないかと思います。
ἐξ ὑπογύου γὰρ παντάπασιν ἡ αἵρεσις γέγονεν, ὥστε ἴσως ἀναγκασθήσεται ὁ λέγων ὥσπερ αὐτοσχεδιάζειν.
選出が全くの急場で行われることになったので、話し手はまるで行き当たりばったりに即興で話すことを余儀なくされるでしょうから。
ΣΩ. πόθεν, ὠγαθέ;
ソクラテス:まさか、君、そんなはずがあるかい。
εἰσὶν ἑκάστοις τούτων λόγοι παρεσκευασμένοι, καὶ ἅμα οὐδὲ αὐτοσχεδιάζειν τά γε τοιαῦτα χαλεπόν.
彼らの一人ひとりには、すでに用意された演説草稿があるのだ。 それにまた、このようなことを即興で語るのなど、何も難しくはない。
εἰ μὲν γὰρ δέοι Ἀθηναίους ἐν Πελοποννησίοις εὖ λέγειν ἢ Πελοποννησίους ἐν Ἀθηναίοις, ἀγαθοῦ ἂν ῥήτορος δέοι τοῦ πείσοντος καὶ εὐδοκιμήσοντος·
もしアテナイ人をペロポネソス人たちの前で、あるいはペロポネソス人をアテナイ人たちの前で称賛しなければならないのだとしたら、人々を説得し、好評を博すために、優れた弁論家が必要となるだろう。
ὅταν δέ τις ἐν τούτοις ἀγωνίζηται οὕσπερ καὶ ἐπαινεῖ, οὐδὲν μέγα δοκεῖν εὖ λέγειν.
しかし、誰かがまさに自分が称賛する相手であるその人々の間で競うのであれば、見事に語っているように思わせることは大したことではないのだ。
ΜΕΝ. οὐκ οἴει, ὦ Σώκρατες;
メネクセノス:そうは思われませんか、ソクラテス?
ΣΩ. οὐ μέντοι μὰ Δία.
ソクラテス:まったく思わないね、ゼウスに誓って。
ΜΕΝ. ἦ οἴει οἷός τʼ ἂν εἶναι αὐτὸς εἰπεῖν, εἰ δέοι καὶ ἕλοιτό σε ἡ βουλή;
メネクセノス:では、もし必要があり、評議会があなたを選んだとしたら、あなた自身も語ることができると思われますか?
ΣΩ. καὶ ἐμοὶ μέν γε, ὦ Μενέξενε, οὐδὲν θαυμαστὸν οἵῳ τʼ εἶναι εἰπεῖν, ᾧ τυγχάνει διδάσκαλος οὖσα οὐ πάνυ φαύλη περὶ ῥητορικῆς, ἀλλʼ ἥπερ καὶ ἄλλους πολλοὺς καὶ ἀγαθοὺς πεποίηκε ῥήτορας, ἕνα δὲ καὶ διαφέροντα τῶν Ἑλλήνων, Περικλέα τὸν Ξανθίππου.
ソクラテス:私にとってはね、メネクセノス、語ることができるのも何ら驚くべきことではない。 私には、弁論術に関して決して劣ってはいない、むしろ他にも多くの優れた弁論家を、そしてギリシア人の中でも際立って優れた一人、クサンティッポスの子ペリクレスをも作り出した女性が、たまたま教師としてついているのだからね。
ΜΕΝ. τίς αὕτη;
メネクセノス:誰ですか、その女性は?
ἢ δῆλον ὅτι Ἀσπασίαν λέγεις;
アスパシアのことをおっしゃっているのは明らかですが。