§504ΣΩ. οἷον εἰ βούλει ἰδεῖν τοὺς ζωγράφους, τοὺς οἰκοδόμους, τοὺς ναυπηγούς, τοὺς ἄλλους πάντας δημιουργούς, ὅντινα βούλει αὐτῶν, ὡς εἰς τάξιν τινὰ ἕκαστος ἕκαστον τίθησιν ὃ ἂν τιθῇ, καὶ προσαναγκάζει τὸ ἕτερον τῷ ἑτέρῳ πρέπον τε εἶναι καὶ ἁρμόττειν, ἕως ἂν τὸ ἅπαν συστήσηται τεταγμένον τε καὶ κεκοσμημένον πρᾶγμα·
ソクラテス:例えば、君が見たいと思うなら、画家や建築家、船大工、その他すべての職人のうち、君が望む者なら誰でもよいが、いかにして彼ら一人ひとりが、置くべきそれぞれのものをある秩序の中に置き、全体のものが秩序づけられ整えられたものとして構成されるようになるまで、一方のものが他方のものに適合し調和するように強制しているかを見よ。
καὶ οἵ τε δὴ ἄλλοι δημιουργοὶ καὶ οὓς νυνδὴ ἐλέγομεν, οἱ περὶ τὸ σῶμα, παιδοτρίβαι τε καὶ ἰατροί, κοσμοῦσί που τὸ σῶμα καὶ συντάττουσιν.
そして、他の職人たちも、また我々が先ほど語った身体に関する者たち、すなわち体育教師や医師たちも、おそらく身体を整え、かつ秩序づけている。
ὁμολογοῦμεν οὕτω τοῦτʼ ἔχειν ἢ οὔ;
我々はこれがこのようであると同意するか、それとも同意しないか。
ΚΑΛ. ἔστω τοῦτο οὕτω.
ΚΑΛ. そのようにしておこう。
ΣΩ. τάξεως ἄρα καὶ κόσμου τυχοῦσα οἰκία χρηστὴ ἂν εἴη, ἀταξίας δὲ μοχθηρά;
ソクラテス:それなら、秩序と整調を得た家は良いものであり、無秩序を得たものは悪質なものとなるだろうか。
ΚΑΛ. φημί.
ΚΑΛ. そう主張する。
ΣΩ. οὐκοῦν καὶ πλοῖον ὡσαύτως;
ソクラテス:それなら、船も同様かね。
ΚΑΛ. ναί.
ΚΑΛ. そうだ。
ΣΩ. καὶ μὴν καὶ τὰ σώματά φαμεν τὰ ἡμέτερα;
ソクラテス:そしてさらに、我々の身体についてもそうだと言うかね。
ΚΑΛ. πάνυ γε.
ΚΑΛ. まったくその通りだ。
ΣΩ. τί δʼ ἡ ψυχή;
ソクラテス:では、魂はどうか。
ἀταξίας τυχοῦσα ἔσται χρηστή, ἢ τάξεώς τε καὶ κόσμου τινός;
無秩序を得たとき良いものになるだろうか、それとも何らかの秩序と整調を得たときだろうか。
ΚΑΛ. ἀνάγκη ἐκ τῶν πρόσθεν καὶ τοῦτο συνομολογεῖν.
ΚΑΛ. 以前の議論から、このことも同意せざるを得ない。
ΣΩ. τί οὖν ὄνομά ἐστιν ἐν τῷ σώματι τῷ ἐκ τῆς τάξεώς τε καὶ τοῦ κόσμου γιγνομένῳ;
ソクラテス:では、秩序と整調から身体の中に生じるものの名前は何か。
ΚΑΛ. Ὑγίειαν καὶ ἰσχὺν ἴσως λέγεις.
ΚΑΛ. おそらく、健康や強さのことを君は言っているのだろう。
ΣΩ. ἔγωγε.
ソクラテス:その通りだ。
τί δὲ αὖ τῷ ἐν τῇ ψυχῇ ἐγγιγνομένῳ ἐκ τῆς τάξεως καὶ τοῦ κόσμου;
では、秩序と整調から魂の中に生じるものについてはどうか。
πειρῶ εὑρεῖν καὶ εἰπεῖν ὥσπερ ἐκεῖ τὸ ὄνομα.
あの場合と同様に、その名前を見出し、言ってみてくれ。
ΚΑΛ. τί δὲ οὐκ αὐτὸς λέγεις, ὦ Σώκρατες;
ΚΑΛ. ソクラテスよ、どうして君自身が言わないのだ。
ΣΩ. ἀλλʼ εἴ σοι ἥδιόν ἐστιν, ἐγὼ ἐρῶ·
ソクラテス:だが、もし君にとってその方が心地よいなら、私が言おう。
σὺ δέ, ἂν μέν σοι δοκῶ ἐγὼ καλῶς λέγειν, φάθι, εἰ δὲ μή, ἔλεγχε καὶ μὴ ἐπίτρεπε.
しかし君は、もし私がよく語っていると思われるなら、そう言い、そうでないなら、論駁して許しておかないように。
ἐμοὶ γὰρ δοκεῖ ταῖς μὲν τοῦ σώματος τάξεσιν ὄνομα εἶναι ὑγιεινόν, ἐξ οὗ ἐν αὐτῷ ἡ ὑγίεια γίγνεται καὶ ἡ ἄλλη ἀρετὴ τοῦ σώματος.
私には、身体の秩序に対する名前は「健康的」であり、これによって身体の中に健康やその他の身体の徳が生じると思われる。
ἔστιν ταῦτα ἢ οὐκ ἔστιν;
これはそうであるか、それともそうでないか。
ΚΑΛ. ἔστιν.
ΚΑΛ. そうだ。
ΣΩ. ταῖς δέ γε τῆς ψυχῆς τάξεσι καὶ κοσμήσεσιν νόμιμόν τε καὶ νόμος, ὅθεν καὶ νόμιμοι γίγνονται καὶ κόσμιοι·
ソクラテス:では、魂の秩序と整調に対するものは「合法的」および「法」であり、これによって人々は法に従う者となり、また規律ある者となる。
ταῦτα δʼ ἔστιν δικαιοσύνη τε καὶ σωφροσύνη.
そしてこれらは正義と節制である。
φῂς ἢ οὔ;
君はそう主張するか、それともしないか。
ΚΑΛ. ἔστω.
ΚΑΛ. そうしておこう。
ΣΩ. οὐκοῦν πρὸς ταῦτα βλέπων ὁ ῥήτωρ ἐκεῖνος, ὁ τεχνικός τε καὶ ἀγαθός, καὶ τοὺς λόγους προσοίσει ταῖς ψυχαῖς οὓς ἂν λέγῃ, καὶ τὰς πράξεις ἁπάσας, καὶ δῶρον ἐάν τι διδῷ, δώσει, καὶ ἐάν τι ἀφαιρῆται, ἀφαιρήσεται, πρὸς τοῦτο ἀεὶ τὸν νοῦν ἔχων, ὅπως ἂν αὐτοῦ τοῖς πολίταις δικαιοσύνη μὲν ἐν ταῖς ψυχαῖς γίγνηται, ἀδικία δὲ ἀπαλλάττηται, καὶ σωφροσύνη μὲν ἐγγίγνηται, ἀκολασία δὲ ἀπαλλάττηται, καὶ ἡ ἄλλη ἀρετὴ ἐγγίγνηται, κακία δὲ ἀπίῃ.
ソクラテス:それなら、技術を心得た良い弁論家は、これらに目を向けつつ、魂に対して自分が語るいかなる言葉も向け、あらゆる行為を向け、またもし何か贈り物を贈るなら贈り、何かを取り去るなら取り去るのだろうか。 常にこのことに心を配りながら。 すなわち、彼の市民たちの魂の中に正義が生じて不正が取り除かれ、節制が生じて放縦が取り除かれ、その他の徳が生じて悪徳が去るようにと。
συγχωρεῖς ἢ οὔ;
君は同意するか、それともしないか。
ΚΑΛ. συγχωρῶ.
ΚΑΛ. 同意する。
ΣΩ. τί γὰρ ὄφελος, ὦ Καλλίκλεις, σώματί γε κάμνοντι καὶ μοχθηρῶς διακειμένῳ σιτία πολλὰ διδόναι καὶ τὰ ἥδιστα ἢ ποτὰ ἢ ἄλλʼ ὁτιοῦν, ὃ μὴ ὀνήσει αὐτὸ ἔσθʼ ὅτι πλέον ἢ τοὐναντίον κατά γε τὸν δίκαιον λόγον καὶ ἔλαττον;
ソクラテス:カリクレスよ、病んでいて悪い状態にある身体に対して、多くの食物や最も心地よい飲み物、その他いかなるものを与えても、それが身体をいささかも益さず、正しい道理によれば、むしろ反対にそれどころかより少(、害に)しかしないなら、一体何の意味があるだろうか。
ἔστι ταῦτα;
これはそうではないかね。