§229ΣΩ. δεῦρʼ ἐκτραπόμενοι κατὰ τὸν Ἰλισὸν ἴωμεν, εἶτα ὅπου ἂν δόξῃ ἐν ἡσυχίᾳ καθιζησόμεθα.
ソクラテス:こちらに道をそれて、イリソス川に沿って進もう。 それから、良さそうな場所が見つかったら、静かに腰を下ろすことにしよう。
ΦΑΙ. εἰς καιρόν, ὡς ἔοικεν, ἀνυπόδητος ὢν ἔτυχον·
パイドロス:ちょうど都合がよいことに、私は裸足のようです。
σὺ μὲν γὰρ δὴ ἀεί.
あなたはいつもそうですけれど。
ῥᾷστον οὖν ἡμῖν κατὰ τὸ ὑδάτιον βρέχουσι τοὺς πόδας ἰέναι, καὶ οὐκ ἀηδές, ἄλλως τε καὶ τήνδε τὴν ὥραν τοῦ ἔτους τε καὶ τῆς ἡμέρας.
ですから、私たちにとって、足を水に浸しながら水際を進むのはとても簡単ですし、不快でもありません。 一年のうちでも一日のうちでも、まさに今のこの季節、この時間帯ですからなおさらです。
ΣΩ. πρόαγε δή, καὶ σκόπει ἅμα ὅπου καθιζησόμεθα.
ソクラテス:それでは先へ進んで、腰を下ろす場所を同時に探してくれたまえ。
ΦΑΙ. ὁρᾷς οὖν ἐκείνην τὴν ὑψηλοτάτην πλάτανον;
パイドロス:では、あの一番高いプラタナスの木が見えますか?
ΣΩ. τί μήν;
ソクラテス:もちろん見えるとも。
ΦΑΙ. ἐκεῖ σκιά τʼ ἐστὶν καὶ πνεῦμα μέτριον, καὶ πόα καθίζεσθαι ἢ ἂν βουλώμεθα κατακλινῆναι.
パイドロス:あそこには日陰も穏やかな風もありますし、座るのにも、望むなら横になるのにも十分な芝生があります。
ΣΩ. προάγοις ἄν.
ソクラテス:進んでくれたまえ。
ΦΑΙ. εἰπέ μοι, ὦ Σώκρατες, οὐκ ἐνθένδε μέντοι ποθὲν ἀπὸ τοῦ Ἰλισοῦ λέγεται ὁ Βορέας τὴν Ὠρείθυιαν ἁρπάσαι;
パイドロス:教えてください、ソクラテス。 ボレアスがオレイテュイアをさらったのは、このイリソス川のまさにこのあたりのどこかからだと言われているのではありませんか?
ΣΩ. λέγεται γάρ.
ソクラテス:そう言われているね。
ΦΑΙ. ἆρʼ οὖν ἐνθένδε;
パイドロス:では、まさにここからなのでしょうか?
χαρίεντα γοῦν καὶ καθαρὰ καὶ διαφανῆ τὰ ὑδάτια φαίνεται, καὶ ἐπιτήδεια κόραις παίζειν παρʼ αὐτά.
水はいかにも清らかで澄み切っていて透明に見えますし、その傍らで少女たちが遊ぶのにも格好の場所に思えます。
ΣΩ. οὔκ, ἀλλὰ κάτωθεν ὅσον δύʼ ἢ τρία στάδια, ᾗ πρὸς τὸ ἐν Ἄγρας διαβαίνομεν·
ソクラテス:いや、ここではなく、二、三スタディオンほど下流の、アグライの地へと渡るあたりだ。
καὶ πού τίς ἐστι βωμὸς αὐτόθι Βορέου.
そこにはボレアスの祭壇もどこかにあるはずだよ。
ΦΑΙ. οὐ πάνυ νενόηκα·
パイドロス:そこはよく知りません。
ἀλλʼ εἰπὲ πρὸς Διός, ὦ Σώκρατες, σὺ τοῦτο τὸ μυθολόγημα πείθῃ ἀληθὲς εἶναι;
しかし、ゼウスにかけて教えてください、ソクラテス。 あなたはこの神話が真実だと信じておられますか?
ΣΩ. ἀλλʼ εἰ ἀπιστοίην, ὥσπερ οἱ σοφοί, οὐκ ἂν ἄτοπος εἴην, εἶτα σοφιζόμενος φαίην αὐτὴν πνεῦμα Βορέου κατὰ τῶν πλησίον πετρῶν σὺν Φαρμακείᾳ παίζουσαν ὦσαι, καὶ οὕτω δὴ τελευτήσασαν λεχθῆναι ὑπὸ τοῦ Βορέου ἀνάρπαστον γεγονέναι—ἢ ἐξ Ἀρείου πάγου·
ソクラテス:いや、もし私が、あの知者たちのようにこれを疑ったとしても、おかしなことではないだろう。 そして、合理的解釈を施して「彼女がファルマケイアと近くの岩の上で遊んでいたとき、北風(ボレアス)の突風に突き落とされ、そのようにして亡くなったために、ボレアスにさらわれたと言われるようになったのだ」と説明するかもしれない。 あるいはアレイオス・パゴスからさらわれた、という説もある。
λέγεται γὰρ αὖ καὶ οὗτος ὁ λόγος, ὡς ἐκεῖθεν ἀλλʼ οὐκ ἐνθένδε ἡρπάσθη.
というのも、ここからではなく、あそこからさらわれたのだという話もまた語られているからね。
ἐγὼ δέ, ὦ Φαῖδρε, ἄλλως μὲν τὰ τοιαῦτα χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρός, κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δʼ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιρρεῖ δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπίαι τερατολόγων τινῶν φύσεων·
だが、パイドロスよ、私はこうした説明を、別の意味では面白いと思うものの、極めて執拗で骨が折れ、あまり幸運ではない男の仕事だと思う。 それは他でもない、その作業の後には、ケンタウロスたちの姿を合理的整合的に修正しなければならず、次にはキマイラ、さらにゴルゴンやペガサスといった連中の群れや、他にも手に負えない怪物じみた不可思議な性質を持つおびただしい数の異形の生き物たちが押し寄せてくるからだ。
αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει.
もし誰かがこれらを信じず、ある種の野暮ったい知恵を用いて、それぞれを確率的な尤もらしさに当てはめようとするなら、その者には途方もない暇が必要になるだろう。
§230ΣΩ. ἐμοὶ δὲ πρὸς αὐτὰ οὐδαμῶς ἐστι σχολή·
ソクラテス:しかし私には、そのようなことのための暇はまったくおまへん。
τὸ δὲ αἴτιον, ὦ φίλε, τούτου τόδε.
その理由はね、友よ、こういうことなのだ。
οὐ δύναμαί πω κατὰ τὸ Δελφικὸν γράμμα γνῶναι ἐμαυτόν·
私はデルポイの碑文に従って自分自身を知ることがまだできずにいる。
γελοῖον δή μοι φαίνεται τοῦτο ἔτι ἀγνοοῦντα τὰ ἀλλότρια σκοπεῖν.
したがって、これをまだ知らずにいるうちに他人の事柄を究明することは、私には滑稽に思われるのだ。
ὅθεν δὴ χαίρειν ἐάσας ταῦτα, πειθόμενος δὲ τῷ νομιζομένῳ περὶ αὐτῶν, ὃ νυνδὴ ἔλεγον, σκοπῶ οὐ ταῦτα ἀλλʼ ἐμαυτόν, εἴτε τι θηρίον ὂν τυγχάνω Τυφῶνος πολυπλοκώτερον καὶ μᾶλλον ἐπιτεθυμμένον, εἴτε ἡμερώτερόν τε καὶ ἁπλούστερον ζῷον, θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει μετέχον.
だから、そうした事柄にはお引き取り願って、世間で信じられていることに従い、さっき言ったように、私はそれらではなく自分自身を究明しているのだ。 はたして自分がテュポンよりも複雑で、より狂暴な情熱に満ちた獣なのか、それともより穏やかで単純な、神聖で傲慢さのない分を生まれつき分け持っている動物なのかをね。
ἀτάρ, ὦ ἑταῖρε, μεταξὺ τῶν λόγων, ἆρʼ οὐ τόδε ἦν τὸ δένδρον ἐφʼ ὅπερ ἦγες ἡμᾶς;
ところで、友よ、話の途中だが、君が私たちを案内してくれようとしていたのは、まさにこの木ではなかったかね?
ΦΑΙ. τοῦτο μὲν οὖν αὐτό.
パイドロス:まさにその通り、この木です。
ΣΩ. νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή.
ソクラテス:ヘラに誓って、実に美しい休息所だ。
ἥ τε γὰρ πλάτανος αὕτη μάλʼ ἀμφιλαφής τε καὶ ὑψηλή, τοῦ τε ἄγνου τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον, καὶ ὡς ἀκμὴν ἔχει τῆς ἄνθης, ὡς ἂν εὐωδέστατον παρέχοι τὸν τόπον·
このプラタナスの木は実によく葉を茂らせて高くそびえ、セイヨウニンジンボクの高さと陰の濃さもこの上なく素晴らしい。 そしてまさに満開の時期にあって、この場所をこの上なく芳しくしてくれている。
ἥ τε αὖ πηγὴ χαριεστάτη ὑπὸ τῆς πλατάνου ῥεῖ μάλα ψυχροῦ ὕδατος, ὥστε γε τῷ ποδὶ τεκμήρασθαι.
さらに、プラタナスの下から流れ出ている泉も実に見事で、とても冷たい水が流れており、足で測ってみればそれがよく分かる。
Νυμφῶν τέ τινων καὶ Ἀχελῴου ἱερὸν ἀπὸ τῶν κορῶν τε καὶ ἀγαλμάτων ἔοικεν εἶναι.
人形や神像から判断すると、ここはニンフたちとアケロオス川の神の聖域であるようだ。
εἰ δʼ αὖ βούλει, τὸ εὔπνουν τοῦ τόπου ὡς ἀγαπητὸν καὶ σφόδρα ἡδύ·
また望むなら、この場所の風通しの良さは、とても心惹かれ、極めて心地よい。
θερινόν τε καὶ λιγυρὸν ὑπηχεῖ τῷ τῶν τεττίγων χορῷ.
夏らしく、そして澄んだ音で、蝉たちの合唱に和している。
πάντων δὲ κομψότατον τὸ τῆς πόας, ὅτι ἐν ἠρέμα προσάντει ἱκανὴ πέφυκε κατακλινέντι τὴν κεφαλὴν παγκάλως ἔχειν.
しかし、何よりも素晴らしいのはこの芝生で、緩やかな傾斜になっていて、横たわったときに頭を置くのにこの上なく快適なようにできている。
ὥστε ἄριστά σοι ἐξενάγηται, ὦ φίλε Φαῖδρε.
だから、親愛なるパイドロスよ、君の案内は完璧だ。
ΦΑΙ. σὺ δέ γε, ὦ θαυμάσιε, ἀτοπώτατός τις φαίνῃ.
パイドロス:しかし、不思議なソクラテス、あなたこそ最も奇妙な方に見えます。
ἀτεχνῶς γάρ, ὃ λέγεις, ξεναγουμένῳ τινὶ καὶ οὐκ ἐπιχωρίῳ ἔοικας·
それこそあなたが言うように、どこか他所から案内されてきた旅行者で、ここの土地の人間ではないかのようです。
οὕτως ἐκ τοῦ ἄστεος οὔτʼ εἰς τὴν ὑπερορίαν ἀποδημεῖς, οὔτʼ ἔξω τείχους ἔμοιγε δοκεῖς τὸ παράπαν ἐξιέναι.
あなたは市街地から一歩も外の領土へ旅に出ることもなければ、私には、城壁の外へさえ全く出ないように思われますから。
ΣΩ. συγγίγνωσκέ μοι, ὦ ἄριστε.
ソクラテス:許しておくれ、友よ。
φιλομαθὴς γάρ εἰμι·
私は学ぶことが好きなのだ。
τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν μʼ ἐθέλει διδάσκειν, οἱ δʼ ἐν τῷ ἄστει ἄνθρωποι.
田舎の土地や木々は私に何も教えようとはしないが、市内の人間たちは教えてくれる。
σὺ μέντοι δοκεῖς μοι τῆς ἐμῆς ἐξόδου τὸ φάρμακον ηὑρηκέναι.
しかし、君は私の外出のための特効薬を見つけてくれたようだ。
ὥσπερ γὰρ οἱ τὰ πεινῶντα θρέμματα θαλλὸν ἤ τινα καρπὸν προσείοντες ἄγουσιν, σὺ ἐμοὶ λόγους οὕτω προτείνων ἐν βιβλίοις τήν τε Ἀττικὴν φαίνῃ περιάξειν ἅπασαν καὶ ὅποι ἂν ἄλλοσε βούλῃ.
お腹をすかせた家畜に青葉や果物を振りかざして引っ張っていく人々のように、君は本のなかの言論をそのように私の前に差し出すことで、私をアッティカ全土、あるいは君が望むなら他のどこへでも引き回すことができるだろう。
νῦν δʼ οὖν ἐν τῷ παρόντι δεῦρʼ ἀφικόμενος ἐγὼ μέν μοι δοκῶ κατακείσεσθαι, σὺ δʼ ἐν ὁποίῳ σχήματι οἴει ῥᾷστα ἀναγνώσεσθαι, τοῦθʼ ἑλόμενος ἀναγίγνωσκε.
だがともかく、今この場所に到着した以上、私は横になることにしよう。 そして君は、自分が最も読みやすいと思う姿勢を選んで、読んでくれたまえ。
ΦΑΙ. ἄκουε δή.
パイドロス:それでは、お聞きください。