§310ΞΕ. τοῖς δʼ εὐγενέσι γενομένοις τε ἐξ ἀρχῆς ἤθεσι θρεφθεῖσί τε κατὰ φύσιν μόνοις διὰ νόμων ἐμφύεσθαι, καὶ ἐπὶ τούτοις δὴ τοῦτʼ εἶναι τέχνῃ φάρμακον, καὶ καθάπερ εἴπομεν τοῦτον θειότερον εἶναι τὸν σύνδεσμον ἀρετῆς μερῶν φύσεως ἀνομοίων καὶ ἐπὶ τὰ ἐναντία φερομένων.
異邦人:そして、ただ最初から高貴な本性として生まれ、自然に従って育てられた性格に対してのみ、法律を通じてこれが植え付けられるのであり、またこれらに対してこそ、まさにこれが技術による薬なのだ。 そして、私たちが言ったように、これが、性質が異なり反対方向に向かう徳の部分同士を繋ぐ、より神的な絆なのだ。
ΝΕ. ΣΩ. ἀληθέστατα.
若きソクラテス:極めて真実です。
ΞΕ. τοὺς μὴν λοιπούς, ὄντας ἀνθρωπίνους δεσμούς, ὑπάρχοντος τούτου τοῦ θείου σχεδὸν οὐδὲν χαλεπὸν οὔτε ἐννοεῖν οὔτε ἐννοήσαντα ἀποτελεῖν.
異邦人:しかし他方の、人間的な絆である残りのものについては、この神的な絆が存在しているならば、それを考え出すことも、考え出した上で成し遂げることも、ほとんど何も難しくはない。
ΝΕ. ΣΩ. πῶς δή, καὶ τίνας;
若きソクラテス:一体どのように、またどのような絆ですか。
ΞΕ. τοὺς τῶν ἐπιγαμιῶν καὶ παίδων κοινωνήσεων καὶ τῶν περὶ τὰς ἰδίας ἐκδόσεις καὶ γάμους.
異邦人:異族間結婚や子供の共同、そして私的な嫁ぎ先や婚礼に関する絆だ。
οἱ γὰρ πολλοὶ τὰ περὶ ταῦτα οὐκ ὀρθῶς συνδοῦνται πρὸς τὴν τῶν παίδων γέννησιν.
多くの人々は、これらのことに関して、子供の誕生に対して正しく結び合わされていないからだ。
ΝΕ. ΣΩ. τί δή;
若きソクラテス:一体なぜですか。
ΞΕ. τὰ μὲν πλούτου καὶ δυνάμεων ἐν τοῖς τοιούτοις διώγματα τί καί τις ἂν ὡς ἄξια λόγου σπουδάζοι μεμφόμενος;
異邦人:このような事柄における富や権力の追求など、誰が非難すべきものとして、真面目に論じるに値するだろうか。
ΝΕ. ΣΩ. οὐδέν.
若きソクラテス:全くありません。
ΞΕ. μᾶλλον δέ γε δίκαιον τῶν περὶ τὰ γένη ποιουμένων ἐπιμέλειαν τούτων πέρι λέγειν, εἴ τι μὴ κατὰ τρόπον πράττουσιν.
異邦人:むしろ、血統の配慮をする者たちについて、もし彼らが適切でないやり方で事を行っているならば、そのことについて語るのが正しい。
ΝΕ. ΣΩ. εἰκὸς γὰρ οὖν.
若きソクラテス:それはもっともですから。
ΞΕ. πράττουσι μὲν δὴ οὐδʼ ἐξ ἑνὸς ὀρθοῦ λόγου, τὴν ἐν τῷ παραχρῆμα διώκοντες ῥᾳστώνην καὶ τῷ τοὺς μὲν προσομοίους αὐτοῖς ἀσπάζεσθαι, τοὺς δʼ ἀνομοίους μὴ στέργειν, πλεῖστον τῇ δυσχερείᾳ μέρος ἀπονέμοντες.
異邦人:実際、彼らは何ひとつ正しい理屈に基づいて行っているのではなく、当座の安易さを追い求め、自分たちに似た者を歓迎し、似ていない者を好まないことによって、嫌悪感に最大の役割を与えているのだ。
ΝΕ. ΣΩ. πῶς;
若きソクラテス:どのようにですか。
ΞΕ. οἱ μέν που κόσμιοι τὸ σφέτερον αὐτῶν ἦθος ζητοῦσι, καὶ κατὰ δύναμιν γαμοῦσί τε παρὰ τούτων καὶ τὰς ἐκδιδομένας παρʼ αὑτῶν εἰς τούτους ἐκπέμπουσι πάλιν·
異邦人:秩序正しい人々は、自分たちの性格を求め、できる限りそういう人々から妻を娶り、自分たちのところから嫁がせる娘たちを再び彼らのもとへと送る。
ὡς δʼ αὕτως τὸ περὶ τὴν ἀνδρείαν γένος δρᾷ, τὴν αὑτοῦ μεταδιῶκον φύσιν, δέον ποιεῖν ἀμφότερα τὰ γένη τούτων τοὐναντίον ἅπαν.
同様に、勇敢な血統の人々もまた、自らの本性を追い求めてそうする。 しかし、これら両方の血統は、これとは全く反対のことをすべきなのだ。
ΝΕ. ΣΩ. πῶς, καὶ διὰ τί;
若きソクラテス:どのように、またなぜですか。
ΞΕ. διότι πέφυκεν ἀνδρεία τε ἐν πολλαῖς γενέσεσιν ἄμεικτος γεννωμένη σώφρονι φύσει κατὰ μὲν ἀρχὰς ἀκμάζειν ῥώμῃ, τελευτῶσα δὲ ἐξανθεῖν παντάπασι μανίαις.
異邦人:なぜなら、勇敢さは、多くの世代にわたって節制ある本性と交わらずに生まれると、最初は力強く全盛を極めるが、最後には完全に狂気へと開花してしまう性質があるからだ。
ΝΕ. ΣΩ. εἰκός.
若きソクラテス:もっともです。
ΞΕ. ἡ δὲ αἰδοῦς γε αὖ λίαν πλήρης ψυχὴ καὶ ἀκέραστος τόλμης ἀνδρείας, ἐπὶ δὲ γενεὰς πολλὰς οὕτω γεννηθεῖσα, νωθεστέρα φύεσθαι τοῦ καιροῦ καὶ ἀποτελευτῶσα δὴ παντάπασιν ἀναπηροῦσθαι.
異邦人:他方、あまりにも慎み深さに満ち、勇敢な大胆さと交じり合わない魂は、何世代にもわたってそのように生まれ続けると、必要以上に怠惰なものとして生まれ、最後には完全に不具になってしまうのだ。
ΝΕ. ΣΩ. καὶ τοῦτʼ εἰκὸς οὕτω συμβαίνειν.
若きソクラテス:これもそのようになるのがもっともです。
§311ΞΕ. τούτους δὴ τοὺς δεσμοὺς ἔλεγον ὅτι χαλεπὸν οὐδὲν συνδεῖν ὑπάρξαντος τοῦ περὶ τὰ καλὰ κἀγαθὰ μίαν ἔχειν ἀμφότερα τὰ γένη δόξαν.
異邦人:これらの絆を結び合わせることは、両方の血統が美しきものと善きものについて一つの同じ意見を持つということが存在しているなら、何も難しくないと私は言っていたのだ。
τοῦτο γὰρ ἓν καὶ ὅλον ἐστὶ βασιλικῆς συνυφάνσεως ἔργον, μηδέποτε ἐᾶν ἀφίστασθαι σώφρονα ἀπὸ τῶν ἀνδρείων ἤθη, συγκερκίζοντα δὲ ὁμοδοξίαις καὶ τιμαῖς καὶ ἀτιμίαις καὶ δόξαις καὶ ὁμηρειῶν ἐκδόσεσιν εἰς ἀλλήλους, λεῖον καὶ τὸ λεγόμενον εὐήτριον ὕφασμα συνάγοντα ἐξ αὐτῶν, τὰς ἐν ταῖς πόλεσιν ἀρχὰς ἀεὶ κοινῇ τούτοις ἐπιτρέπειν.
というのも、これこそが、王の織り合わせの一つの全体的な仕事だからだ。 すなわち、節制ある性格を勇敢な性格から決して離れさせず、共通の意見、名誉、不名誉、評判、そして互いの間での人質の引き渡しによってこれらを織り合わせ、彼らから滑らかで、いわゆる「良質な糸の」織物をまとめ上げ、国家における諸官職を常にこれらに共同で委ねることである。
ΝΕ. ΣΩ. πῶς;
若きソクラテス:どのようにですか。
ΞΕ. οὗ μὲν ἂν ἑνὸς ἄρχοντος χρεία συμβαίνῃ, τὸν ταῦτα ἀμφότερα ἔχοντα αἱρούμενον ἐπιστάτην· οὗ δʼ ἂν πλειόνων, τούτων μέρος ἑκατέρων συμμειγνύντα.
異邦人:一人の支配者が必要となる場合には、これら両方を備えている者を指導者として選び、多数の支配者が必要となる場合には、これら両方の性格の者を混ぜ合わせるのだ。
τὰ μὲν γὰρ σωφρόνων ἀρχόντων ἤθη σφόδρα μὲν εὐλαβῆ καὶ δίκαια καὶ σωτήρια, δριμύτητος δὲ καί τινος ἰταμότητος ὀξείας καὶ πρακτικῆς ἐνδεῖται.
というのも、節制ある支配者たちの性格は、極めて慎重で正義に叶い、維持する力に富むが、鋭さや、ある種の鋭敏で実践的な大胆さに欠けているからだ。
ΝΕ. ΣΩ. δοκεῖ γοῦν δὴ καὶ τάδε.
若きソクラテス:ともかくも、そのように思われます。
ΞΕ. τὰ δʼ ἀνδρεῖά γε αὖ πρὸς μὲν τὸ δίκαιον καὶ εὐλαβὲς ἐκείνων ἐπιδεέστερα, τὸ δὲ ἐν ταῖς πράξεσι ἰταμὸν διαφερόντως ἴσχει.
異邦人:他方、勇敢な性格は、彼らの正義や慎重さに比べると劣るが、行動における大胆さにおいては著しく優れている。
πάντα δὲ καλῶς γίγνεσθαι τὰ περὶ τὰς πόλεις ἰδίᾳ καὶ δημοσίᾳ τούτοιν μὴ παραγενομένοιν ἀμφοῖν ἀδύνατον.
しかし、これら両方が揃わなければ、国家における公私のすべての事柄が良く行われることは不可能である。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
若きソクラテス:どうしてそうではないことがありましょう。
ΞΕ. τοῦτο δὴ τέλος ὑφάσματος εὐθυπλοκίᾳ συμπλακὲν γίγνεσθαι φῶμεν πολιτικῆς πράξεως τὸ τῶν ἀνδρείων καὶ σωφρόνων ἀνθρώπων ἦθος, ὁπόταν ὁμονοίᾳ καὶ φιλίᾳ κοινὸν συναγαγοῦσα αὐτῶν τὸν βίον ἡ βασιλικὴ τέχνη, πάντων μεγαλοπρεπέστατον ὑφασμάτων καὶ ἄριστον ἀποτελέσασα τούς τʼ ἄλλους ἐν ταῖς πόλεσι πάντας δούλους καὶ ἐλευθέρους ἀμπίσχουσα, συνέχῃ τούτῳ τῷ πλέγματι, καὶ καθʼ ὅσον εὐδαίμονι προσήκει γίγνεσθαι πόλει τούτου μηδαμῇ μηδὲν ἐλλείπουσα ἄρχῃ τε καὶ ἐπιστατῇ.
異邦人:したがって、これこそが、勇敢な人々と節制ある人々の性格が、真っ直ぐな織り方によって織り合わされて完成する、政治的活動の織物の完成であると言おう。 すなわち、王の技術が、彼らの生を協調と愛着によって共同のものへとまとめ上げ、あらゆる織物のうちで最も壮麗で最良のものを仕上げて、国家における他のすべての者たち、奴隷も自由人も包み込み、この織物によって引き締め、幸福な国家にふさわしい限りにおいて何一つ欠けることなく支配し、指導するときに。
ΝΕ. ΣΩ. κάλλιστα αὖ τὸν βασιλικὸν ἀπετέλεσας ἄνδρα ἡμῖν, ὦ ξένε, καὶ τὸν πολιτικόν.
若きソクラテス:異邦人よ、あなたは私たちに、王たる人、すなわち政治家を、再び実に見事に描き出してくださいました。