§53ΣΩ.
σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι·
ソクラテス:「しかし、お前はラケダイモンもクレテも選ばなかった。 お前がいつも秩序ある国だと公言しているそれらの国を。 また他のどのギリシアの国も、蛮族の国も選ばず、足の不自由な者や盲人、その他の不具者たちよりもアテナイから出ることが少なかった。
οὕτω σοι διαφερόντως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς οἱ νόμοι δῆλον ὅτι·
それほどまでに際立って、他のアテナイ人以上に、この国と我々法律がお前にとって気に入るものであったことは明らかだ。
τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων;
法律のない国が誰に気に入るというのだ。
νῦν δὲ δὴ οὐκ ἐμμενεῖς τοῖς ὡμολογημένοις;
それなのに、今になって合意したことに従わないというのか。
ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες·
いや、ソクラテスよ、もし我々に従うなら従うべきだ。
καὶ οὐ καταγέλαστός γε ἔσῃ ἐκ τῆς πόλεως ἐξελθών.
そうすれば国を出ても物笑いの種にはならないだろう。
σκόπει γὰρ δή, ταῦτα παραβὰς καὶ ἐξαμαρτάνων τι τούτων τί ἀγαθὸν ἐργάσῃ σαυτὸν ἢ τοὺς ἐπιτηδείους τοὺς σαυτοῦ.
考えてもみよ。 これらのことを破って過ちを犯すことで、お前自身やお前の友人たちにどんな良いことをもたらすのか。
ὅτι μὲν γὰρ κινδυνεύσουσί γέ σου οἱ ἐπιτήδειοι καὶ αὐτοὶ φεύγειν καὶ στερηθῆναι τῆς πόλεως ἢ τὴν οὐσίαν ἀπολέσαι, σχεδόν τι δῆλον·
お前の友人たち自身もまた、追放の危険に晒され、市民権を奪われるか、財産を失うことになるのは、ほぼ明らかだからだ。
αὐτὸς δὲ πρῶτον μὲν ἐὰν εἰς τῶν ἐγγύτατά τινα πόλεων ἔλθῃς, ἢ Θήβαζε ἢ Μέγαράδε— εὐνομοῦνται γὰρ ἀμφότεραι—πολέμιος ἥξεις, ὦ Σώκρατες, τῇ τούτων πολιτείᾳ, καὶ ὅσοιπερ κήδονται τῶν αὑτῶν πόλεων ὑποβλέψονταί σε διαφθορέα ἡγούμενοι τῶν νόμων, καὶ βεβαιώσεις τοῖς δικασταῖς τὴν δόξαν, ὥστε δοκεῖν ὀρθῶς τὴν δίκην δικάσαι·
お前自身について言えば、まず、最も近い国の一つ、例えばテーバイやメガラに行くなら、これらはどちらも秩序ある国なのだから、ソクラテスよ、お前はその国制に対する敵として赴くことになる。 その国の法を重んじるすべての者が、お前を法律の破壊者とみなして警戒の目を向けるだろう。 そしてお前は裁判官たちに対して、彼らの判決が正しかったという確信を与えることになる。
ὅστις γὰρ νόμων διαφθορεύς ἐστιν σφόδρα που δόξειεν ἂν νέων γε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι.
なぜなら、法律の破壊者である者は、若者や無知な人々の破壊者であるとも強く思われるに違いないからだ。
πότερον οὖν φεύξῃ τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους;
それでは、お前は秩序ある国々や、最も品行方正な人々を避けて生きるつもりか。
καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιόν σοι ζῆν ἔσται;
そして、そのようなことをしてまで、お前にとって生きる価値があるだろうか。
ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενος—τίνας λόγους, ὦ Σώκρατες;
それとも、彼らに近づき、臆面もなく対話をするつもりか。 ソクラテスよ、どんな対話をだ。
ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώποις καὶ τὰ νόμιμα καὶ οἱ νόμοι;
まさかこの地で行っていたように、徳や正義、そして掟や法律こそが人間にとって最も価値あるものであるという対話か。
καὶ οὐκ οἴει ἄσχημον φανεῖσθαι τὸ τοῦ Σωκράτους πρᾶγμα;
ソクラテスの振る舞いが見苦しく映ると思わないのか。
οἴεσθαί γε χρή.
そう思わねばなるまい。
ἀλλʼ ἐκ μὲν τούτων τῶν τόπων ἀπαρεῖς, ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοὺς Κρίτωνος;
では、それらの土地からは立ち去り、クリトンの友人たちがいるテッサリアへ行くというのか。
ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία, καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες σκευήν τέ τινα περιθέμενος, ἢ διφθέραν λαβὼν ἢ ἄλλα οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντες, καὶ τὸ σχῆμα τὸ σαυτοῦ μεταλλάξας·
あそこはまさに最も無秩序で放埒な土地であり、お前がどのように滑稽な姿で牢獄から逃げ出したか、何か変装をしたり、革の衣をまとったり、あるいは逃亡者がよく身にまとうような他の衣装を着て、自分の姿を変えて逃げたという話を、彼らは喜んで聞くことだろう。
ὅτι δὲ γέρων ἀνήρ, σμικροῦ χρόνου τῷ βίῳ λοιποῦ ὄντος ὡς τὸ εἰκός, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβάς, οὐδεὶς ὃς ἐρεῖ;
しかし、お前のような老人が、おそらく残り少ない寿命であるにもかかわらず、最も重大な法律を破ってまで、それほど見苦しく生にしがみつこうとしたことを、誰も非難しないと思うか。
ἴσως, ἂν μή τινα λυπῇς·
お前が誰の感情も害さない限りは、そうかもしれない。
εἰ δὲ μή, ἀκούσῃ, ὦ Σώκρατες, πολλὰ καὶ ἀνάξια σαυτοῦ.
だが、もし害するなら、ソクラテスよ、お前は自分にふさわしくない多くの屈辱的な言葉を耳にすることになるだろう。
ὑπερχόμενος δὴ βιώσῃ πάντας ἀνθρώπους καὶ δουλεύων— τί ποιῶν ἢ εὐωχούμενος ἐν Θετταλίᾳ, ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν;
お前はすべての人にへつらい、奴隷のようにして生きることになる。 テッサリアでご馳走を食べながら、まるで食事のためにテッサリアへ旅に出たかのようにして、何をして過ごすというのだ。
§54ΣΩ.
λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς ποῦ ἡμῖν ἔσονται;
正義やその他の徳についてのあの言葉は、一体どこへ行ってしまうのか。
ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν, ἵνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς;
それとも、子供たちのために生きたい、彼らを育て教育したいと望むのか。
τί δέ;
何のために。
εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τε καὶ παιδεύσεις, ξένους ποιήσας, ἵνα καὶ τοῦτο ἀπολαύσωσιν;
彼らをテッサリアへ連れて行き、そこで育て教育し、異邦人にしてしまうことで、その恩恵を彼らに受けさせるというのか。
ἢ τοῦτο μὲν οὔ, αὐτοῦ δὲ τρεφόμενοι σοῦ ζῶντος βέλτιον θρέψονται καὶ παιδεύσονται μὴ συνόντος σοῦ αὐτοῖς;
あるいは、そのようなことはせず、お前が生きてさえいれば、お前がそばにいなくても、この地で彼らはより良く育てられ、教育されるというのか。
οἱ γὰρ ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶν.
お前の友人たちが彼らの面倒を見るからか。
πότερον ἐὰν μὲν εἰς Θετταλίαν ἀποδημήσῃς, ἐπιμελήσονται, ἐὰν δὲ εἰς Ἅιδου ἀποδημήσῃς, οὐχὶ ἐπιμελήσονται;
それでは、お前がテッサリアへ旅立てば面倒を見て、冥府へ旅立てば面倒を見ないというのか。
εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστιν τῶν σοι φασκόντων ἐπιτηδείων εἶναι, οἴεσθαί γε χρή.
もしお前の友人であると自称する者たちが少しでも役に立つ存在であるなら、そんなことはないと信じねばならない。
ἀλλʼ, ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς πάντα ταῦτα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν·
だから、ソクラテスよ、お前を育てた我々に従い、子供も命も、あるいは他の何ものも、正義より優先してはならない。 そうすれば、冥府へ行ったときに、あちらの支配者たちに対して、これらすべてのことを弁明できるだろう。
οὔτε γὰρ ἐνθάδε σοι φαίνεται ταῦτα πράττοντι ἄμεινον εἶναι οὐδὲ δικαιότερον οὐδὲ ὁσιώτερον, οὐδὲ ἄλλῳ τῶν σῶν οὐδενί, οὔτε ἐκεῖσε ἀφικομένῳ ἄμεινον ἔσται.
というのも、お前が今企てていることを行うことは、この世においてもお前にとってより良く、より正しく、より敬虔であるとは思われず、お前の身内の誰にとってもそうではなく、またあの世に到着したときにも、より良くなることはないからだ。
ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει, ἐὰν ἀπίῃς, οὐχ ὑφʼ ἡμῶν τῶν νόμων ἀλλὰ ὑπʼ ἀνθρώπων·
今、お前が去るならば、不当な扱いを受けて去るのだ。 それは我々法律からではなく、人間からである。
ἐὰν δὲ ἐξέλθῃς οὕτως αἰσχρῶς ἀνταδικήσας τε καὶ ἀντικακουργήσας, τὰς σαυτοῦ ὁμολογίας τε καὶ συνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς καὶ κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα ἔδει, σαυτόν τε καὶ φίλους καὶ πατρίδα καὶ ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι, καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοὶ οἱ ἐν Ἅιδου νόμοι οὐκ εὐμενῶς σε ὑποδέξονται, εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι τὸ σὸν μέρος.
しかし、もしお前がそのように見苦しく、不正に不正を返し、悪に悪を返し、我々との契約と合意を破り、最も害してはならない人々、すなわちお前自身、友人たち、祖国、そして我々を害して逃亡するなら、お前が生きている間は我々がお前を怒り、あの世では我々の兄弟である冥府の法律が、お前を好意的に迎えることはないだろう。 お前が我々をできる限り滅ぼそうとしたことを知っているからだ。
ἀλλὰ μή σε πείσῃ Κρίτων ποιεῖν ἃ λέγει μᾶλλον ἢ ἡμεῖς. ταῦτα, ὦ φίλε ἑταῖρε Κρίτων, εὖ ἴσθι ὅτι ἐγὼ δοκῶ ἀκούειν, ὥσπερ οἱ κορυβαντιῶντες τῶν αὐλῶν δοκοῦσιν ἀκούειν, καὶ ἐν ἐμοὶ αὕτη ἡ ἠχὴ τούτων τῶν λόγων βομβεῖ καὶ ποιεῖ μὴ δύνασθαι τῶν ἄλλων ἀκούειν·
だから、クリトンがお前に勧めることに従わず、我々に従うのだ」友なるクリトンよ、私にはこれらの言葉が聞こえるように思えるのだ。 ちょうどコリュバスの信者たちがフルートの音を聞いているように。 私の中でこの言葉の響きが鳴り響き、他の言葉を聞くことができなくしている。
ἀλλὰ ἴσθι, ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα, ἐὰν λέγῃς παρὰ ταῦτα, μάτην ἐρεῖς.
だから知っておいてほしい、今の私の確信によれば、もしお前がこれに反することを言うなら、それは無駄に語ることになる。
ὅμως μέντοι εἴ τι οἴει πλέον ποιήσειν, λέγε.
それでもなお、何か得ることがあると思うなら、言いなさい。
ΚΡ. ἀλλʼ, ὦ Σώκρατες, οὐκ ἔχω λέγειν.
クリトン:いや、ソクラテスよ、私は言うべき言葉がありません。
ΣΩ. ἔα τοίνυν, ὦ Κρίτων, καὶ πράττωμεν ταύτῃ, ἐπειδὴ ταύτῃ ὁ θεὸς ὑφηγεῖται.
ソクラテス:それなら、クリトンよ、このままにしておこう。 そしてこの道を進もう、神がそのように導いてくださるのだから。 」