§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΑΝΑΠΝΟΗΣ ΑΙΤΙΩΝ.
Τὰ τῆς ἀναπνοῆς αἴτια ὁ προκείμενος ἀποδεῖξαι λόγος ἐπαγγέλλεται.
## ガレノス「呼吸の原因について」提示された議論は、呼吸の原因を解き明かすことを目的としている。
οὔτε γὰρ βεβαιώσασθαι τὴν ὑπόθεσιν τῆς ἀναπνοῆς, οὔτε παραποδιζομένην ἢ καὶ τέλεον εἰργομένην ἐπανορθώσασθαι δυνατὸν τὰς αἰτίας αὐτῆς ἀγνοοῦντα.
というのも、呼吸の原因を知らない者にとっては、呼吸の前提を確かなものにすることも、呼吸が妨げられたり完全に阻害されたりしたときにそれを回復させることも不可能だからである。
ὁ γὰρ τὸ ποιοῦν φωράσας πρὸς ἀλήθειαν, οὗτος εἰδήσει μόνος καὶ τῆς βλάβης τὴν διαφορὰν, καὶ τῆς ἰάσεως τὸν τρόπον.
なぜなら、作用する原因を真に突き止めた者、その者だけが、障害の相違と治療の方法の双方を知るだろうからである。
ὄντων δὲ τριῶν κατὰ γένος, ὡς τύπῳ φάναι, τῶν αἰτίων τῆς ἀναπνοῆς, δυνάμεως προαιρετικῆς, ὀργάνων τῶν ὑπηρετουμένων τῇ προαιρέσει, κᾀπὶ τούτοις τῆς χρείας, δι’ ἣν καὶ τῶν προκειμένων αἰτίων δεόμεθα, ἡ μὲν χρεία τὸ κυριώτατόν ἐστι τῶν τῆς ἀναπνοῆς αἰτίων, τηροῦσα μὲν τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, τρέφουσα δὲ τὴν οὐσίαν τοῦ ψυχικοῦ πνεύματος·
大まかに言って、呼吸の原因には属において三つのもの――意思による力、その意思に仕える器官、そしてこれらに加えて、私たちが前述の原因を必要とする理由である有用性――があるが、有用性は呼吸の原因のうちで最も主要なものであり、生まれながらの熱の適度な割合を維持し、精神的プネウマの本体を養うものである。
ἡ προαίρεσις δὲ διατάττει καὶ οἷον ῥυθμίζει τὰς ἀναπνευστικὰς ἐνεργείας·
一方、意思は呼吸の活動を方向づけ、いわば調整する。
τό γε μὴν τῶν ὀργάνων εἶδος πολυσχιδὲς καὶ πολύτροπόν τι καθέστηκε.
そして器官の種類は、極めて多様で多方面にわたるものとなっている。
τὰ μὲν γὰρ τῇ παρακομιδῇ τοῦ πνεύματος ἀνάκειται· τὰ δ’ ὑποδέχεται τὸν ἀέρα· τὰ δὲ τούτων ἐστὶ κινητικὰ τῶν κινούντων.
というのも、あるものはプネウマの移送を担い、別のものは空気を受け入れ、さらに別のものは、これら動くものを動かすものだからである。
ἀρχὴ μὲν οὖν διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν ἑλκόμενος ἀὴρ, ὕλη τυγχάνων τῆς κατὰ τὴν ἀναπνοὴν χρείας, διχῇ μεριζόμενος, θατέρῳ μὲν, τῷ μείονι, διὰ τῶν ῥινῶν εἰς τὸν ἐγκέφαλον φερόμενος, θατέρῳ δὲ, τῷ πλείονι, διὰ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα κομιζόμενος.
まず、口と鼻から吸い込まれる空気は、呼吸の用を果たす素材であるが、二つに分かれる。 一方の少ない部分は、鼻を通って脳へと運ばれ、他方の多い部分は、気管を通って肺へと送り届けられる。
αὐτή γε μὴν ἡ ἀρτηρία, ὄργανον οὖσα φωνῆς, ὁδός ἐστιν ἀναπνοῆς.
そして、この気管自体は、声の器官であり、呼吸の通路でもある。
ὁ δὲ πνεύμων οἷα βαθὺς γαστὴρ ὑπόκειται τῷ πνεύματι.
肺は、深い胃のように、プネウマの下に位置している。
τούτου δὲ τὰς διαστολάς τε καὶ συστολὰς ὁ θώραξ οἰακίζει, μυσὶ κινούμενος, ὀστοῖς τε διαρθρούμενος.
そして、胸郭が、筋肉によって動かされ、骨によって関節されつつ、この肺の拡張と収縮をコントロールしている。
καὶ μὴν καὶ τὸ διάφραγμα·
さらに、横隔膜もそうである。
καὶ γὰρ δὴ καὶ αὐτὸ τοῦτο ἦν ὄργανον ἀναπνοῆς·
というのも、実にこれ自体も呼吸の器官だからである。
κυκλοτερὲς δέ ἐστι, καὶ νευρῶδες μὲν περὶ τὸ κέντρον ἑαυτοῦ, σαρκῶδες δὲ τὰ πέριξ.
それは円形であり、その中心部は腱のようであり、周辺部は肉質である。
οὕτω δὲ καὶ οἱ κατὰ τὰς πλευρὰς μύες, οἱ μὲν ἐν ταῖς μέσαις χώραις αὐτοῦ δύο καὶ εἴκοσιν τυγχάνουσιν, καὶ δύο μὲν οἱ τῶν πρώτων πλευρῶν, ἰσάριθμοι δὲ τούτων οἱ τῶν ἐσχάτων δύο· καὶ πρὸς τούτοις οἱ καθήκοντες ἐκ τοῦ τραχήλου τρεῖς· εἶθ’ οἱ παρατεταμένοι τοῖς ῥαχίταις ἑπτά· σὺν αὐτοῖς δὲ οἱ κατ’ ἐπιγάστριον ὀκτώ.
同様に、肋骨に沿った筋肉もそうである。 その胸郭の中間の部位にあるものは 22個あり、最初の肋骨のものが2個、これらと同数のものが最後の2本の肋骨にあり、これらに加えて、首から下るものが3個、次いで脊柱に沿って伸びるものが7個、これらとともに上腹部にあるものが8個である。
τοσοῦτοι μὲν οἱ ὑπηρετοῦντες μύες τῇ ἀναπνοῇ.
呼吸に仕える筋肉はこれほど多く存在する。
ἐνέργειαι δὲ καθ’ ἕκαστον τούτων, τῶν μὲν τῶν φρενῶν, ἀβίαστον ἐργάζεσθαι τὴν ἀναπνοὴν, τῶν δὲ κατὰ τὰς πλευρὰς, διαστέλλειν τε καὶ συστέλλειν ἀκριβῶς τὸν θώρακα.
そして、これらの各々の活動は次の通りである。 横隔膜の活動は、無理のない呼吸を行わせることであり、肋骨に沿った筋肉の活動は、胸郭を正確に拡張・収縮させることである。
διπλῶν δὲ ὄντων αὐτῶν, οἱ μὲν ἐκτὸς τὴν ἐκπνοὴν, οἱ δ’ ἐντὸς τὴν εἰσπνοὴν ἀποτελοῦσιν.
これらは二重になっており、外側のものが呼気を、内側のものが吸気を生じさせる。
καὶ τῶν μὲν πρώτων δυοῖν ἐνέργεια μέν ἐστι διαστέλλειν μόνον τὸ ἄνω τοῦ θώρακος μέρος, τῶν δ’ ἐσχάτων συστέλλειν μόνον τὸ κάτω μέρος.
そして、最初の 2つの筋肉の活動は胸郭の上部だけを拡張することであり、最後のものの活動は下部だけを収縮することである。
οἱ δ’ ἐκ τῶν τραχήλων καθήκοντες ἀνασπῶσί τε ἅμα καὶ διαστέλλουσι τὰ τοῦ θώρακος ὑψηλὰ μόρια.
首から下る筋肉は、胸郭の高い部分を引き上げると同時に拡張させる。
τῶν δὲ ὀρθίων τῶν κατὰ τὸν τράχηλον οἱ μὲν πρὸς τὰς κλεῖς ἀνατεινόμενοι προστέλλουσι τὰ ταύτῃ πέρατα τῶν χόνδρων, ὥσπερ καὶ οἱ παρατεταμένοι ταῖς ῥαχίτισι ῥίζαις τῶν πλευρῶν.
首に沿った直筋のうち、鎖骨へと伸びるものは、その部分の軟骨の端を引き寄せ、それは肋骨の脊柱側の根元に沿って伸びる筋肉と同様である。
οἱ δὲ κατ’ ἐπιγάστριον, ἕδρα τῶν φρενῶν ὄντες, τῇ τοῦ θώρακος βοηθοῦσι συστολῇ.
また、上腹部にあるものは、横隔膜の支持台となっており、胸郭の収縮を助ける。
διττῶν τοίνυν οὐσῶν κατὰ γένος τῶν ἀναπνοῶν, ἀβιάστου τε καὶ βιαίας, εἶθ’ ἑκατέρας αὐτῶν ἐχούσης οἰκεῖα μόρια β΄, τήν τε εἰσπνοὴν καὶ τὴν ἐκπνοὴν, τέτταρα τὰ σύμπαντα μόρια γίγνεται τῆς ἀναπνοῆς.
したがって、呼吸は属において、無理のないものと強制的なものの二種類があり、その各々が固有の二つの部分、すなわち吸気と呼気を持っているため、呼吸の全体的な部分は四つになる。
καθ’ ἕκαστον δὲ τῶν τεττάρων ἰδία τις φύσις ὀργάνων ἐστὶ, ἀβιάστου μὲν εἰσπνοῆς τὸ διάφραγμα, βιαίας δὲ ἥ τε κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ἥ τ’ ἐντὸς τῶν μεσοπλευρίων μοῖρα·
そして、これら四つの各々に対して、特定の性質を持つ器官がある。 無理のない吸気に対しては横隔膜であり、努力性の吸気に対しては肩甲骨の平らな部分に沿った部位と、肋間の内側の部位である。
ὡσαύτως δὲ καὶ τῆς ἐκπνοῆς, ἀβιάστου μὲν οἱ κατ’ ἐπιγάστριον μύες, βιαίας δὲ τῶν μεσοπλευρίων ἡ ἐκτὸς μοῖρα.
同様に、呼気についても、無理のない呼気に対しては上腹部の筋肉であり、努力性の呼気に対しては肋間の外側の部位である。
τὰ μὲν δὴ κατὰ τοὺς μῦς ᾧδ’ ἔχει.
筋肉に関する事柄は以上の通りである。
τῶν δὲ νεύρων τὰ μὲν εἰς τὸ διάφραγμα καθήκοντα, ἐκ τῆς μεταξὺ τετάρτου τε καὶ πέμπτου τῶν ἐν τῷ τραχήλῳ σπονδύλων διαρθρώσεως ὁρμηθέντα, δύο ὄντα, εἰς αὐτὸ τὸ νευρῶδες αὐτοῦ μέρος καταφύεται·
そして、神経のうち横隔膜へと下るものは、首の第四椎骨と第五椎骨の間の関節から始まり、二本あって、横隔膜のその腱の部分自体に入り込んでいる。
τὰ δ’ εἰς τοὺς μεσοπλευρίους μῦς ἐκ τῆς ῥάχεως διασπειρόμενα εἰς τὸ στέρνον φέρονται, οὔτ’ οὖν ὀρθὰ κατὰ τοῦ ζώου μῆκος ἐκτεινόμενα, οὔτ’ ἐγκάρσια ὁμοίως τοῖς μυσὶν, ἀλλὰ λοξὰ φερόμενα, κεφαλὴν μὲν ἔχοντα τὸν ταύτῃ σπόνδυλον, τελευτὴν δὲ τὸ στέρνον.
一方、肋間筋に行くものは、脊柱から分散して胸骨へと至るが、動物の長さに沿ってまっすぐ伸びることも、筋肉のように横方向になることもなく、斜めに走り、その場所の椎骨を起点とし、胸骨を終点としている。
καὶ μὴν καὶ τὰ εἰς τοὺς ἄλλους μῦς τοὺς τῆς ἀναπνοῆς δημιουργοὺς φερόμενα σχεδὸν ἅπαντα ἐκ τοῦ ῥαχίτου μυελοῦ βεβλάστηκε.
さらに、呼吸を司る他の筋肉へと向かう神経も、そのほとんどすべてが脊髄から生じている。
τοιούτων οὖν καὶ τοσούτων ὑπαρχόντων τῶν τῆς ἀναπνοῆς αἰτίων, εὔδηλον τῷ γε μὴ παντάπασιν ἀνοήτῳ, τίνι διενήνοχεν ἕκαστον αὐτῶν.
呼吸の原因がこのように、またこれほど多く存在している以上、まったくの愚者でない者にとっては、それらの各々がどのように異なっているかは極めて明白である。
ἡ μὲν γὰρ προαίρεσις ἔοικε τῷ κινοῦντι τὰς ἡνίας καὶ τοὺς ἵππους ἀναβάτῃ· ταῖς δ’ ἡνίαις τὰ νεῦρα ἐοίκασι, καθάπερ καὶ ἵπποις οἱ μύες·
というのも、意思は手綱と馬を動かす騎手に似ており、神経は手綱に似ており、ちょうど筋肉が馬に似ているからである。
οὕτω δὲ καὶ ἡ χρεία τὸ ἔσχατον ὀρεκτὸν καθέστηκε τῆς ἀναπνοῆς, ὥσπερ ἡ νίκη τῆς ἡνιοχικῆς.
そして同様に、有用性は、勝利が御者の術の最終目標であるように、呼吸の最終的な欲求対象となっているのである。