Humanitext Reader

盖伦 · 论呼吸的原因 §1

呼吸的三大原因与肌肉器官结构

第 1 段,共 1 段 · 希腊语

内容简介

加伦提出了呼吸的三大原因(意志、器官和功能),并详细阐述了相关肌肉和神经的解剖结构及其在呼吸运动中的具体作用。

§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΑΝΑΠΝΟΗΣ ΑΙΤΙΩΝ. Τὰ τῆς ἀναπνοῆς αἴτια ὁ προκείμενος ἀποδεῖξαι λόγος ἐπαγγέλλεται.
## 加伦《论呼吸的原因》本篇论说旨在论证呼吸的原因。
οὔτε γὰρ βεβαιώσασθαι τὴν ὑπόθεσιν τῆς ἀναπνοῆς, οὔτε παραποδιζομένην ἢ καὶ τέλεον εἰργομένην ἐπανορθώσασθαι δυνατὸν τὰς αἰτίας αὐτῆς ἀγνοοῦντα.
因为,一个不了解呼吸原因的人,既不可能确立呼吸的前提假说,也不可能在呼吸受阻甚至完全停止时予以恢复。
ὁ γὰρ τὸ ποιοῦν φωράσας πρὸς ἀλήθειαν, οὗτος εἰδήσει μόνος καὶ τῆς βλάβης τὴν διαφορὰν, καὶ τῆς ἰάσεως τὸν τρόπον.
因为,只有真正查明产生原因的人,才能了解损伤的差异和治疗的方法。
ὄντων δὲ τριῶν κατὰ γένος, ὡς τύπῳ φάναι, τῶν αἰτίων τῆς ἀναπνοῆς, δυνάμεως προαιρετικῆς, ὀργάνων τῶν ὑπηρετουμένων τῇ προαιρέσει, κᾀπὶ τούτοις τῆς χρείας, δι’ ἣν καὶ τῶν προκειμένων αἰτίων δεόμεθα, ἡ μὲν χρεία τὸ κυριώτατόν ἐστι τῶν τῆς ἀναπνοῆς αἰτίων, τηροῦσα μὲν τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, τρέφουσα δὲ τὴν οὐσίαν τοῦ ψυχικοῦ πνεύματος· ἡ προαίρεσις δὲ διατάττει καὶ οἷον ῥυθμίζει τὰς ἀναπνευστικὰς ἐνεργείας· τό γε μὴν τῶν ὀργάνων εἶδος πολυσχιδὲς καὶ πολύτροπόν τι καθέστηκε.
大体而言,呼吸的原因在类别上有三种:自主的力量、服从意志的器官,此外还有功能——即我们之所以需要上述原因的目的。 在这其中,功能是呼吸原因中最主要的一个,它维持着先天热力的适度比例,并滋养着动物性精气的实体;而意志则安排并调节着呼吸的活动;器官的形式则被确立为极其多样和多方面的。
τὰ μὲν γὰρ τῇ παρακομιδῇ τοῦ πνεύματος ἀνάκειται· τὰ δ’ ὑποδέχεται τὸν ἀέρα· τὰ δὲ τούτων ἐστὶ κινητικὰ τῶν κινούντων.
因为其中一些负责输送精气,另一些接受空气,还有一些则是这些运动器官的推动者。
ἀρχὴ μὲν οὖν διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν ἑλκόμενος ἀὴρ, ὕλη τυγχάνων τῆς κατὰ τὴν ἀναπνοὴν χρείας, διχῇ μεριζόμενος, θατέρῳ μὲν, τῷ μείονι, διὰ τῶν ῥινῶν εἰς τὸν ἐγκέφαλον φερόμενος, θατέρῳ δὲ, τῷ πλείονι, διὰ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα κομιζόμενος.
首先,通过口鼻吸入的空气,作为实现呼吸功能的原料,分为两部分:其一较少的部分通过鼻腔输送至大脑;其二较多的部分通过气管输送至肺部。
αὐτή γε μὴν ἡ ἀρτηρία, ὄργανον οὖσα φωνῆς, ὁδός ἐστιν ἀναπνοῆς.
而气管本身,作为发声器官,同时也是呼吸的通道。
ὁ δὲ πνεύμων οἷα βαθὺς γαστὴρ ὑπόκειται τῷ πνεύματι.
肺像一个深腹的容器一样位于精气之下。
τούτου δὲ τὰς διαστολάς τε καὶ συστολὰς ὁ θώραξ οἰακίζει, μυσὶ κινούμενος, ὀστοῖς τε διαρθρούμενος.
胸廓由肌肉驱动,并由骨骼连接,控制着肺的扩张与收缩。
καὶ μὴν καὶ τὸ διάφραγμα· καὶ γὰρ δὴ καὶ αὐτὸ τοῦτο ἦν ὄργανον ἀναπνοῆς· κυκλοτερὲς δέ ἐστι, καὶ νευρῶδες μὲν περὶ τὸ κέντρον ἑαυτοῦ, σαρκῶδες δὲ τὰ πέριξ.
此外还有横隔膜;因为它本身也是呼吸器官;它是圆形的,中心部分呈腱性,外围部分呈肉质。
οὕτω δὲ καὶ οἱ κατὰ τὰς πλευρὰς μύες, οἱ μὲν ἐν ταῖς μέσαις χώραις αὐτοῦ δύο καὶ εἴκοσιν τυγχάνουσιν, καὶ δύο μὲν οἱ τῶν πρώτων πλευρῶν, ἰσάριθμοι δὲ τούτων οἱ τῶν ἐσχάτων δύο· καὶ πρὸς τούτοις οἱ καθήκοντες ἐκ τοῦ τραχήλου τρεῖς· εἶθ’ οἱ παρατεταμένοι τοῖς ῥαχίταις ἑπτά· σὺν αὐτοῖς δὲ οἱ κατ’ ἐπιγάστριον ὀκτώ.
同样,肋部的肌肉也是如此:位于胸廓中间部位的肌肉共有二十二个,属于最上方肋骨的有二个,与其数量相同的是属于最下方两根肋骨的两个;此外,从颈部下行的有三个;接着是沿脊柱延伸的七个;以及与它们在一起的位于上腹部的八个。
τοσοῦτοι μὲν οἱ ὑπηρετοῦντες μύες τῇ ἀναπνοῇ.
服务于呼吸的肌肉就是这么多。
ἐνέργειαι δὲ καθ’ ἕκαστον τούτων, τῶν μὲν τῶν φρενῶν, ἀβίαστον ἐργάζεσθαι τὴν ἀναπνοὴν, τῶν δὲ κατὰ τὰς πλευρὰς, διαστέλλειν τε καὶ συστέλλειν ἀκριβῶς τὸν θώρακα.
而这些肌肉各自的活动如下:横隔膜的活动是使呼吸不费力地进行,而肋部肌肉的活动则是精确地扩张和收缩胸廓。
διπλῶν δὲ ὄντων αὐτῶν, οἱ μὲν ἐκτὸς τὴν ἐκπνοὴν, οἱ δ’ ἐντὸς τὴν εἰσπνοὴν ἀποτελοῦσιν.
由于它们是双层的,外侧的完成呼气,内侧的完成吸气。
καὶ τῶν μὲν πρώτων δυοῖν ἐνέργεια μέν ἐστι διαστέλλειν μόνον τὸ ἄνω τοῦ θώρακος μέρος, τῶν δ’ ἐσχάτων συστέλλειν μόνον τὸ κάτω μέρος.
在最先的两个中,其活动仅是扩张胸廓的上部,而在最后的肌肉中,其活动仅是收缩其下部。
οἱ δ’ ἐκ τῶν τραχήλων καθήκοντες ἀνασπῶσί τε ἅμα καὶ διαστέλλουσι τὰ τοῦ θώρακος ὑψηλὰ μόρια.
从颈部下行的肌肉同时上提并扩张胸廓的高处部位。
τῶν δὲ ὀρθίων τῶν κατὰ τὸν τράχηλον οἱ μὲν πρὸς τὰς κλεῖς ἀνατεινόμενοι προστέλλουσι τὰ ταύτῃ πέρατα τῶν χόνδρων, ὥσπερ καὶ οἱ παρατεταμένοι ταῖς ῥαχίτισι ῥίζαις τῶν πλευρῶν.
在沿颈部的直肌中,向锁骨延伸的那些肌肉拉紧该处软骨的末端,就像沿肋骨脊柱端延伸的肌肉一样。
οἱ δὲ κατ’ ἐπιγάστριον, ἕδρα τῶν φρενῶν ὄντες, τῇ τοῦ θώρακος βοηθοῦσι συστολῇ.
而位于上腹部的肌肉作为横隔膜的基座,辅助胸廓的收缩。
διττῶν τοίνυν οὐσῶν κατὰ γένος τῶν ἀναπνοῶν, ἀβιάστου τε καὶ βιαίας, εἶθ’ ἑκατέρας αὐτῶν ἐχούσης οἰκεῖα μόρια β΄, τήν τε εἰσπνοὴν καὶ τὴν ἐκπνοὴν, τέτταρα τὰ σύμπαντα μόρια γίγνεται τῆς ἀναπνοῆς.
因此,既然呼吸在类别上分为两种,即不费力的呼吸与强力的呼吸,且它们各自都有两个特有的部分,所以呼吸共有四个部分。
καθ’ ἕκαστον δὲ τῶν τεττάρων ἰδία τις φύσις ὀργάνων ἐστὶ, ἀβιάστου μὲν εἰσπνοῆς τὸ διάφραγμα, βιαίας δὲ ἥ τε κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ἥ τ’ ἐντὸς τῶν μεσοπλευρίων μοῖρα· ὡσαύτως δὲ καὶ τῆς ἐκπνοῆς, ἀβιάστου μὲν οἱ κατ’ ἐπιγάστριον μύες, βιαίας δὲ τῶν μεσοπλευρίων ἡ ἐκτὸς μοῖρα.
在这四个部分中,每一个都有其特定性质的器官:不费力的吸气是横隔膜,强力的吸气是沿肩胛骨扁平部位的部分以及肋间内侧的部分;同样地,关于呼气:不费力的呼气是上腹部的肌肉,强力的呼气是肋间外侧的部分。
τὰ μὲν δὴ κατὰ τοὺς μῦς ᾧδ’ ἔχει.
关于肌肉的情况就是这样。
τῶν δὲ νεύρων τὰ μὲν εἰς τὸ διάφραγμα καθήκοντα, ἐκ τῆς μεταξὺ τετάρτου τε καὶ πέμπτου τῶν ἐν τῷ τραχήλῳ σπονδύλων διαρθρώσεως ὁρμηθέντα, δύο ὄντα, εἰς αὐτὸ τὸ νευρῶδες αὐτοῦ μέρος καταφύεται· τὰ δ’ εἰς τοὺς μεσοπλευρίους μῦς ἐκ τῆς ῥάχεως διασπειρόμενα εἰς τὸ στέρνον φέρονται, οὔτ’ οὖν ὀρθὰ κατὰ τοῦ ζώου μῆκος ἐκτεινόμενα, οὔτ’ ἐγκάρσια ὁμοίως τοῖς μυσὶν, ἀλλὰ λοξὰ φερόμενα, κεφαλὴν μὲν ἔχοντα τὸν ταύτῃ σπόνδυλον, τελευτὴν δὲ τὸ στέρνον.
至于神经,下行至横隔膜的那些神经起自颈部第四和第五椎骨之间的关节,共有两根,插入其自身的腱性部分;而分布到肋间肌的那些神经,从脊髓分散出来并通向胸骨,它们既不沿着动物的长度方向直行,也不像肌肉那样横行,而是斜向运行,以该处的椎骨为起点,以胸骨为终点。
καὶ μὴν καὶ τὰ εἰς τοὺς ἄλλους μῦς τοὺς τῆς ἀναπνοῆς δημιουργοὺς φερόμενα σχεδὸν ἅπαντα ἐκ τοῦ ῥαχίτου μυελοῦ βεβλάστηκε.
而且,通往其他产生呼吸的肌肉的神经,几乎全部都源自脊髓。
τοιούτων οὖν καὶ τοσούτων ὑπαρχόντων τῶν τῆς ἀναπνοῆς αἰτίων, εὔδηλον τῷ γε μὴ παντάπασιν ἀνοήτῳ, τίνι διενήνοχεν ἕκαστον αὐτῶν.
既然呼吸的原因是如此且这般众多,那么对于任何并非完全愚蠢的人来说,它们各自如何不同是显而易见的。
ἡ μὲν γὰρ προαίρεσις ἔοικε τῷ κινοῦντι τὰς ἡνίας καὶ τοὺς ἵππους ἀναβάτῃ· ταῖς δ’ ἡνίαις τὰ νεῦρα ἐοίκασι, καθάπερ καὶ ἵπποις οἱ μύες· οὕτω δὲ καὶ ἡ χρεία τὸ ἔσχατον ὀρεκτὸν καθέστηκε τῆς ἀναπνοῆς, ὥσπερ ἡ νίκη τῆς ἡνιοχικῆς.
因为意志就像操纵缰绳和马匹的骑手,神经就像缰绳,肌肉就像马匹;同样地,功能被确立为呼吸的终极追求目标,正如胜利是驾车术的终极目标一样。

词汇与语法注释

  1. p.466τὰ δὲ τούτων ἐστὶ κινητικὰ τῶν κινούντων — 形容词 κινητικά 支配属格短语 τούτων τῶν κινούντων。τούτων 指代前文提到的负责输送或接受空气的器官,而名词化分词 τῶν κινούντων 意为“自身推动他物者”。整句指“那些推动这些运动器官的器官(即肌肉和神经)”。
  2. p.467ἦν — 过去时态的 ἦν 在此非指过去发生的事件,而是哲学上的未完成过去时(表示已确认知觉的事实),用于指代在论证中“已被公认和确立的事实”或“普遍真理”。带有“正如众所周知,正是……”的语气。
  3. 428τῶν μὲν τῶν φρενῶν, ἀβίαστον ἐργάζεσθαι τὴν ἀναπνοὴν — 承接前文的主语 ἐνέργειαι(活动/功能),省略了系动词 ἐστί。τῶν φρενῶν 是所有格(“横隔膜的[活动是]”),不定式 ἐργάζεσθαι 作名词性用法,用以定义其功能。形容词 ἀβίαστον 处于修饰 τὴν ἀναπνοὴν 的述语位置(predicative position),表示“使呼吸成为不费力的状态”。
  4. p.468ἐκ τῆς μεταξὺ τετάρτου τε καὶ πέμπτου τῶν ἐν τῷ τραχήλῳ σπονδύλων διαρθρώσεως — 前置词 ἐκ 支配阴性单数属格名词 διαρθρώσεως(关节)。在定冠词 τῆς 与该名词之间,插入了支配属格 τετάρτου τε καὶ πέμπτου 的副词 μεταξὺ(在第四和第五之间)以及进一步限定的属格短语(颈部椎骨的),构成了极为长且复杂的超步法(hyperbaton,语序倒置)结构。

引用这一段

盖伦, 论呼吸的原因 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg114.humanitext-grc1:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。