§5Αὗται μὲν οὖν εἰσιν αἱ διαφοραὶ τῶν ἐθῶν κατά τε τὴν τῶν ὑλῶν, ἐν αἷς συνίστανται, καὶ τὴν τῶν αἰτίων, ὑφ’ ὧν γίνονται, δύναμιν.
これらが、習慣が成り立つ素材の力、および習慣が引き起こされる原因の力に応じた、習慣の違いである。
Ἐρασιστράτου δὲ καὶ τῶν κενώσεων ἐπιζητητικὸν γίνεσθαι τὸ σῶμα φάντος, ἐπειδὰν ἐθισθῶσί τινες αὐταῖς, καὶ περὶ τούτων ἐπισκεπτέον.
しかし、エラシストラトスが、ある人々が排出に慣れると身体がそれを求めるようになると主張していることについて、これらについても検討せねばならない。
ἴσμεν γάρ τινας ἐκ τῶν ῥινῶν αἱμορραγοῦντας ἤτοι κατὰ περιόδους τινὰς ἰσοχρονίους ἢ ἀτάκτως ἢ δι’ αἱμορροΐδων ἢ δι’ ἐμέτων ἢ διαρροίαις ἢ χολέραις κενουμένους, ἐνίοτε δ’ ἑκουσίως ἀποχέοντας αἵματος ἢ διὰ φλεβοτομίας ἢ δι’ ἀμυχῶν τῶν ἐν σφυροῖς [ἢ διὰ ῥινός], ὥσπερ γε καὶ διὰ τῶν καθαιρόντων φαρμάκων, ἐμετηρίων τε καὶ κατωτερικῶν·
なぜなら、ある人々が、ある一定の周期で、あるいは不規則に鼻から出血するのを知っているし、あるいは痔や、あるいは嘔吐、あるいは下痢、あるいはコレラによって排出するのを知っているからである。 またある時には、瀉血によって、あるいは踝(くるぶし)の切開によって、[あるいは鼻から、]ちょうど催吐剤や下剤といった瀉下薬によるのと同様に、自発的に血液を流し出すのを我々は知っている。
ὑπὲρ ὧν καὶ αὐτῶν ἐσκέφθαι τι χρήσιμον.
これら自体についても、有益な何かを検討せねばならない。
ἐμοὶ γὰρ οὐ δοκεῖ τὰ σώματα δι’ ἔθος δεῖσθαι τῶν τοιούτων κενώσεων, ἀλλὰ δι’ ἣν αἰτίαν τῆς πρώτης ἐδεήθη κενώσεως ἤτοι τῆς φύσεως ἐργασαμένης αὐτὴν ἤ τινος ἀνθρώπου κατὰ συλλογισμὸν ἰατρικόν, οὕτω καὶ αὖθις καὶ πολλάκις χρῄζειν τῶν αὐτῶν ἐπὶ τοῖς αὐτοῖς.
なぜなら、私には、身体が習慣のためにそのような排出を必要としているのではなく、自然がそれを引き起こしたにせよ、あるいは何らかの人間が医学的推論に基づいて行ったにせよ、最初の排出を必要としたのと同じ原因によって、再び、かつ何度も同じ原因のもとで同じ排出を必要としていると思われるからである。
ἔνιοι μὲν γὰρ ἐπὶ μοχθηραῖς διαίταις, ἔνιοι δὲ διὰ κατασκευὴν μοχθηρὰν τοῦ σώματος ἀθροίζοντες αἵματος πλῆθος ἢ κακοχυμίαν ὑπὸ τῶν εἰρημένων κενώσεων ὠφελοῦνται τῆς φύσεως ἤ τινος ἰατροῦ τὸ περιττὸν ἀποχέοντος, πρὶν νοσῆσαι τὸν ἄνθρωπον.
実際、ある人々は不摂生な食生活によって、またある人々は身体の不良な体質によって、多血または悪液質を蓄積するが、その人が病気になる前に、自然または医師が過剰なものを流し出すことによって、前述の排出から恩恵を受けるのである。
ἐνίοις δὲ νοσήσασιν ἡ μὲν κρίσις ἐπὶ τοιαύταις ἐκκρίσεσι τοῦ νοσήματος ἴασις ἐγένετο·
また、病気にかかったある人々にとっては、危機(クリシス)がそのような排出を伴って生じることで、病気の治癒となった。
τινὲς δ’ ὑπὸ τῶν ἰατρῶν ἐθεραπεύθησαν ὁμοίοις βοηθήμασι χρησαμένων, εἶθ’ ὕστερον ἁλόντες ὁμοίῳ νοσήματι θεραπευθέντες τε δι’ αὐτῶν, ἐάν ποτε πάλιν αὐτοῖς ἤτοι που τὸ τοῦ σώματος βάρος ἢ τῆς κεφαλῆς μόνης ἀνωμαλία τις ἢ καί τι τῶν παρὰ φύσιν ἕτερον ἐπιφαίνηται, κοινοῦνται τοῖς ἰατροῖς περὶ αὐτῶν δεδιέναι φάσκοντες ἁλῶναι τοῖς αὐτοῖς νοσήμασιν, οἷς ἔμπροσθεν ἑάλωσαν ἐπὶ προηγησαμένοις ὁμοίοις συμπτώμασι, κἄπειτα φθάσαντες ἢ διὰ καθάρσεώς τινος ἢ δι’ αἵματος ἀφαιρέσεως ἐκφυγεῖν τὴν προσδοκηθεῖσαν νόσον ἑτοιμότερον ἐπὶ τὴν αὐτὴν ἀφικνοῦνται βοήθειαν, ὅταν αἴσθωνταί τινος ὁμοίου συμπτώματος ὕστερόν ποτε συμπεσόντος αὐτοῖς.
またある人々は、類似の治療手段を用いた医師たちによって治療され、その後、類似の病気にかかって再びそれらによって治療され、もし再び彼らに、身体の重さ、あるいは頭部だけの不調、あるいは自然に反する他の何かが現れるならば、医師たちに相談し、以前に同様の前兆症状の後に罹患したのと同じ病気にかかるのを恐れていると述べ、そして、あらかじめ何らかの下剤による浄化、あるいは採血によって、予想される病気から逃れようとし、後になって同様の症状が自分たちに生じたのを自覚するときには、より進んで同じ治療手段を求めるようになる。
ἔνιοι δὲ καὶ πρὶν αἰσθέσθαι τὴν προθεσμίαν ὑφορώμενοι τοῦ χρόνου, καθ’ ὃν ἐν ὡρισμένῃ περιόδῳ τῶν τοιούτων ἔπαθόν τι, κενοῦσθαι φθάνουσιν ὀνομάζουσί τε τὴν προφυλακτικὴν κένωσιν ἐν ἔθει γεγονέναι σφίσιν οὐδεμίαν ὑπαλλαγὴν τοῦ σώματος ἐκ τῶν τοιούτων κενώσεων λαμβάνοντος, ὁποίαν ἐδείχθη λαμβάνον ἐπὶ τοῖς προειρημένοις, ἀλλ’ ὑπὸ τῆς αὐτῆς αἰτίας ταὐτὰ πάσχοντος.
またある人々は、症状を自覚する前にさえ、一定の周期で以前そのような経験をした時期を警戒し、先んじて排出を行う。 そして、身体がそのような排出から何の変化も被っておらず(前述の事例において変化を被ると示されたような変化を被っておらず)、同じ原因によって同じことを被っているだけであるにもかかわらず、この予防的な排出が自分たちの習慣になっていると呼ぶのである。
ἐὰν οὖν ὑπαλλάξωσι τὴν δίαιταν ἐλάττοσι μὲν ἐδέσμασι χρώμενοι, προστιθέντες δέ τι τοῖς γυμνασίοις, ἄνοσοι διατελοῦσιν ἐκ τῆς τῶν ἐθῶν ὑπαλλαγῆς ὠφεληθέντες, οὐχ ὥσπερ οἱ πρόσθεν εἰρημένοι βλαβέντες·
したがって、もし彼らが食事を減らし、運動をいくらか増やすことで食生活を変えるならば、彼らは習慣の変化から恩恵を受け、前述の人々が害を受けたようには害を受けずに、病気にかからずに過ごすことになる。
οὐ γὰρ ἔθους λόγῳ διὰ τῶν κενώσεων ὠφελεῖσθαι συνέβαινεν αὐτοῖς ἀλλ’ ἐπὶ μοχθηρᾷ διαίτῃ κακοχυμίαν τε καὶ πλῆθος ἀθροίζουσιν.
なぜなら、彼らが排出によって恩恵を受けていたのは習慣のゆえではなく、不摂生な食生活によって悪液質や多血を蓄積していたからだからである。