§3Ἐπὶ μὲν οὖν τῶν ἐσθιομένων τε καὶ πινομένων εὑρῆσθαί μοι δοκῶ τὴν αἰτίαν τῆς τῶν ἐθῶν δυνάμεως, ἐπὶ δὲ τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων ἴδωμεν ἐφεξῆς.
さて、食べられ飲まれるものについては、習慣の力の原因を私は見出したように思うが、次に、外部から我々に降りかかるものについて続けて見てみよう。
ἔοικε γὰρ καὶ ταῦτα τὴν αὐτὴν κατὰ γένος ἔχειν αἰτίαν τοῖς προειρημένοις.
これらもまた、前述のものと属のレベルで同じ原因を有しているように思われるからである。
ἀλλοίωσιν οὖν τιν’ ἐργάζεται κατὰ τὸ σῶμα μάλιστα μὲν τῶν ἐπιπολῆς μορίων, ἤδη δὲ καὶ τῶν διὰ βάθους.
それゆえ、身体、とりわけ表面の部分に、そしてすでに深部の部分にも、何らかの変化を引き起こす。
πιλεῖται μὲν γὰρ καὶ συνάγεται καὶ σφίγγεται καὶ πυκνοῦται τὸ δέρμα πρῶτον μὲν ὑπὸ τῶν ψυχόντων, ἐφεξῆς δὲ καὶ τὰ τούτῳ συνεχῆ κἂν ἐν χρόνῳ πλείονι τὴν αὐτὴν ἀλλοίωσιν πάσχῃ τὸ σῶμα, καὶ τοῖς διὰ βάθους ἡ κοινωνία τῆς μεταβολῆς γίνεται.
なぜなら、皮膚はまず冷やすものによって圧迫され、収縮し、引き締められ、凝縮し、次いで、これに連続する諸部分も、たとえより長い時間の中で身体が同じ変化を被るとしても、深部のものにとっても変化の共有が生じるからである。
κατ’ ἀρχὰς δ’ εὐθέως κατὰ συμβεβηκός, οὐ πρώτως, ὑπὸ τοῦ δρῶντος αἰτίου μεταβολὴ καὶ ἀλλοίωσις οὐχ ἥκιστα τοῖς ἐν τῷ βάθει κειμένοις συμπίπτει·
だが最初から直ちに、一次的にではなく付随的に、作用する原因によって、変化と変質が、深部に位置するものたちにも少なからず生じる。
πυκνωθέντος γὰρ τοῦ δέρματος ἀθροίζεται κατὰ τὸ τοῦ σώματος ὅλου βάθος ἡ θερμασία.
なぜなら、皮膚が凝縮すると、熱が身体全体の深部へと集められるからである。
ὥσπερ δὲ τὸ ψῦχον αἴτιον τὰς εἰρημένας ἀλλοιώσεις ἐργάζεται, κατὰ τὸν αὐτὸν λόγον τὰς ἐναντίας αὐτῷ τὸ θερμαῖνον.
そして、冷やす原因が上述の変化を引き起こすように、同じ理屈で、温めるものはそれと反対の変化を引き起こす。
καὶ γὰρ φύσιν ἔχει πρὸς τῶν ἐναντίων γίνεσθαι τὰ ἐναντία, τὰ μὲν πρώτως, τὰ δὲ κατὰ συμβεβηκός, ἐφ’ ὧν δὴ καὶ μάλιστα σφάλλονται πολλοὶ θεώμενοί τινα κατὰ συμβεβηκὸς ὡσαύτως ἐπιτελούμενα πρὸς τῶν ἐναντίων, ὥσπερ γε πάλιν καὶ ἐναντία πολλάκις ὑπὸ τῶν αὐτῶν αἰτίων γινόμενα.
なぜなら、反対のものたちから反対のものが、あるものは一次的に、あるものは付随的に生じるのが自然だからであり、まさにこれにおいて多くの者が、付随的に同様に反対のものたちから遂行されるいくつかの事柄を観察するときに、とりわけ誤るのである。 それはちょうど、逆に、しばしば同じ原因によって反対の事柄が生じることと同様である。
ἀμέλει κἀπὶ τῶν θερμαινόντων ὁμοίως ἀπατᾶσθαι συμβαίνει.
実際、温めるものたちに関しても同様に、誤ることが起こる。
τὸ γοῦν θερμὸν αἴτιον, οἷον ὁ ἥλιος, ὁπόταν ὁμιλήσῃ τινὶ σώματι πολυχρονίως, ἐναντίαν διάθεσιν τῇ κατ’ ἀρχὰς ἐργάζεται περὶ αὐτό.
すなわち、温かい原因、例えば太陽が、ある身体と長きにわたり接するとき、それについて、最初のものとは反対の状態を引き起こす。
ἐν ἀρχῇ μὲν γὰρ ἀλεαίνων ἡμᾶς διαχεῖ μὲν τὰ ὑγρά, χαλᾷ δὲ τὸ δέρμα καὶ μαλακωτέρας ἐργάζεται τὰς σάρκας·
なぜなら、最初は我々を温めて、体液を分散させ、皮膚を緩め、肉をやわらかくするが、もし誰かが夏の季節にその中で何日も裸で過ごすならば、彼にとって皮膚は荒れて硬くなり、肉は乾燥するからである。
εἰ δὲ πλέοσιν ἡμέραις ὥρᾳ θέρους ἐν αὐτῷ διατρίψειέ τις γυμνός, αὐχμηρὸν μὲν καὶ σκληρὸν τούτῳ γίνεται τὸ δέρμα, ξηραὶ δ’ αἱ σάρκες.
しかし、このようなことにおいては、それは長時間の温熱だけの働きではなく、それに結合している乾燥の働きでもある。
ἀλλ’ ἐπὶ μὲν τῶν τοιούτων οὐ μόνης τῆς πολυχρονίου θερμασίας τοὖργον ἀλλὰ καὶ τῆς ἐζευγμένης αὐτῇ ξηρότητος.
そしてしばしば、原因に関する推論において、この絡み合っている原因が見落とされることによって、このことが我々を誤らせる。
καὶ πολλάκις γ’ ἡμᾶς ἐν τοῖς περὶ τῶν αἰτίων λογισμοῖς σφάλλει τοῦτο παρορωμένης τῆς ἐπιπλεκομένης αἰτίας.
なぜなら、湿った温熱はあることを行い、乾燥した温熱は別のことを行うと我々は理解すべきであったのに、我々は時にそうせず、そのためにこれら二つの原因のそれぞれ固有の作用を見落として誤るからである。
ἐχρῆν γὰρ ἡμᾶς ἐννοεῖν ἕτερον μέν τι δρᾶν τὴν ὑγρὰν θερμασίαν, ἕτερον δὲ τὴν ξηράν, ὅπερ οὐ ποιοῦμεν ἐνίοτε καὶ διὰ τοῦτο σφαλλόμεθα τὴν οἰκείαν ἐνέργειαν ἑκατέρων τῶν αἰτίων παρορῶντες·
しかし、もし誰かが注意を払うならば、それぞれの作用が維持されているのを知るだろう。
εἰ δὲ τις προσέχοι τὸν νοῦν, εἴσεται φυλαττομένην ἑκατέραν.
なぜなら、湿気だけが、顕著な温熱や冷却なしに身体を湿らせ、温熱が温めるように、これら両方の結合は、両方の作用を行っているように見えるからである。
ὥσπερ γὰρ ἡ μὲν ὑγρότης μόνη χωρὶς θερμότητος ἢ ψύξεως ἐπιφανοῦς ὑγραίνει τὸ σῶμα, τῆς θερμότητος θερμαινούσης, οὕτως ἡ σύνοδος ἀμφοτέρων ἀμφότερα φαίνεται δρῶσα.
それゆえ、真水の入浴においてはこれが生じるが、日光浴においては、乾燥させる原因が温める原因に絡み合うのである。
κατὰ μὲν οὖν τὰ τῶν γλυκέων ὑδάτων λουτρὰ συμβαίνει τοῦτο, κατὰ δὲ τὰ εἱληθερῆ τὸ ξηραῖνον αἴτιον ἐπιπλέκεται τῷ θερμαίνοντι.
なぜなら、夏の太陽はそのようなものであるから、刈り入れ人や船乗りのように、その中で大半を裸で過ごす人々は、彼らの皮膚が鱗のある動物の皮膚に似て、硬く乾燥したものになるのは自然だからである。
τοιοῦτος γὰρ ὁ θηρινὸς ἥλιος, ὥστ’ εἰκός, ὅσοι γυμνοὶ τὸ πλεῖστον ἐν αὐτῷ διατρίβουσιν, ὥσπερ οἵ τε θερισταὶ καὶ οἱ ναῦται, σκληρὸν καὶ ξηρὸν αὐτῶν γίνεσθαι τὸ δέρμα παραπλησίως τῷ τῶν φολιδωτῶν ζῴων.
それゆえ、身体の自然な特性や、硬さ・柔らかさ、緊密さ・希薄さによる皮膚の全組織の違いが、異なる食べ物や飲み物を必要とし、また、温められたり冷やされたりするときに、すべてが互いに同様に状態づけられるわけではないように、そのように、習慣によって生じる特性も、自然な特性に類似しており、食べられ飲まれるもの、また冷やしたり温めたりするものからの変化によって、それらと同じ益や害を被るのである。
ὥσπερ οὖν αἱ φυσικαὶ τῶν σωμάτων ἰδιότητές τε καὶ τῆς ὅλης οὐσίας διαφοραί τε τοῦ δέρματος κατὰ σκληρότητα καὶ μαλακότητα πυκνότητά τε καὶ μανότητα διαφόρων μὲν ἐδεσμάτων τε καὶ πομάτων χρῄζουσιν, οὐχ ὁμοίως δ’ ἀλλήλαις ἅπασαι διατίθενται θερμαινόμεναί τε καὶ ψυχόμεναι, οὕτως αἱ δι’ ἔθος γινόμεναι ταῖς φυσικαῖς παραπλήσιαι τὴν αὐτὴν ἐκείναις ἴσχουσιν ὠφέλειάν τε καὶ βλάβην ἐκ τῆς τῶν ἐσθιομένων τε καὶ πινομένων ψυχόντων τε καὶ θερμαινόντων ἀλλοιώσεως. ἀραιὸν μὲν γὰρ καὶ μαλακὸν σῶμα ῥᾳδίως πάσχει θερμαινόμενόν τε καὶ ψυχόμενον·
なぜなら、希薄で柔らかい身体は、温められたり冷やされたりするときに容易に変化を被るが、緊密で硬い身体は、外部からそれに降りかかるすべてのものに耐え、それらを軽視するからであり、それは単にそれらが温めたり冷やしたりする場合だけでなく、たとえ何かが硬く荒いものであっても同様である。
πυκνὸν δὲ καὶ σκληρὸν ἀνέχεταί τε καὶ καταφρονεῖ τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἁπάντων, οὐ μόνον εἰ θερμαίνοιεν ἢ ψύχοιεν, ἀλλ’ εἰ καὶ σκληρὸν εἴη τι καὶ τραχύ.
それゆえ、これらは地べたに寝ることにも耐えるが、反対に状態づけられている人々はそれに耐えられない。
διὸ καὶ χαμευνίας ἀνέχεται ταῦτα, τῶν ἐναντίως διακειμένων οὐ φερόντων αὐτάς· καὶ γὰρ θλᾶται ῥᾳδίως καὶ ψύχεται καὶ πᾶν ὁτιοῦν ἑτοίμως πάσχει.
なぜなら、容易に傷つき、冷やされ、ありとあらゆることを容易に被るからである。