§8Ἀλγοῦσι δὲ καὶ ὅσοι καταψυχόμενοι σφοδρῶς ὑπὸ κρύους καρτεροῦ προεθυμήθησαν ἐκθερμῆναι ταχέως ἑαυτοὺς, καὶ πολλοί γε αὐτῶν ἐπενέγκαντες ἀθρόως τῷ πυρὶ τὰς χεῖρας, ἀλγήματος αἰσθάνονται σφοδροῦ κατὰ τὰς ῥίζας τῶν ὀνύχων.
激しい寒さによって強く冷やされ、自分自身を急速に温めようと急いだ人々もまた苦痛を感じる。 そして、彼らの多くは突然火に手を近づけて、爪の根元に激しい痛みを感じる。
εἶτά τις οὕτως ὁρῶν ἐναργῶς ὀδύνης αἰτίαν γιγνομένην τὴν ἀνώμαλον δυσκρασίαν, ἔτ’ ἀπιστεῖ περὶ τῶν ἐντὸς ἀλγημάτων, ἢ θαυμάζει, πῶς χωρὶς φλεγμονῆς ὀδυνῶνται πολλάκις, ἢ τὸ κῶλον, ἢ τοὺς ὀδόντας, ἢ τῶν ἄλλων τι μορίων;
それゆえ、不均等な不調和が痛みの原因となっているのをこのように明白に目にする者が、なおも体内の痛みについて不審に思ったり、あるいは、いかにして炎症なしに、結腸、あるいは歯、あるいは他の部位のいずれかがしばしば痛むのかと不思議に思うだろうか。
οὔτε γὰρ τῶν τοιούτων διαθέσεων οὐδὲν θαυμαστὸν, οὐδὲ πῶς ἅμα ῥιγοῦσι καὶ πυρέττουσιν ἔνιοι τῶν νοσούντων.
なぜなら、そのような状態は何ら不思議なことではなく、また、病人の一部がなぜ同時に悪寒を感じかつ発熱するのかということも不思議ではないからである。
καὶ γὰρ εἰ φλεγματώδης χυμὸς ψυχρὸς, ὃν ὁ Πραξαγόρας ὑαλοειδῆ καλεῖ, καὶ πικρόχολος καὶ θερμὸς ἅμα πλεονάζοιέν τε καὶ κινοῖντο διὰ τῶν αἰσθητικῶν σωμάτων, οὐδὲν θαυμαστὸν ἀμφοτέρων ὁμοίως αἰσθάνεσθαι τὸν ἄῤῥωστον.
というのも、もし、プラクサゴラスが「硝子体」と呼ぶ冷たい粘液質の体液と、熱い黄胆汁が同時に過剰になり、知覚能力のある身体の部位を通って動くならば、患者が両方の性質を同様に感じることは何ら不思議ではないからである。
οὐδὲ γὰρ εἰ στήσαις ἄνθρωπον ἐν ἡλίῳ θερμῷ, καὶ προσβρέχοις ὕδωρ ψυχρὸν, ἀδύνατον αὐτὸν μὴ οὐχ ἅμα καὶ τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος αἰσθάνεσθαι καὶ τῆς ἀπὸ τοῦ ὕδατος ψυχρότητος.
なぜなら、もし人を熱い太陽の下に立たせ、冷たい水を注ぎかけるならば、彼が太陽からの熱さと水からの冷たさの両方を同時に感じないということは不可能だからである。
ἀλλ’ ἐνταῦθα μὲν ἔξωθέν ἐστιν ἀμφότερα καὶ κατὰ τὰ μεγάλα προσπίπτει μόρια·
しかし、この場合には両方とも外からであり、大きな部位に当たる。
κατὰ δὲ τοὺς ἠπιάλους πυρετοὺς ἔνδοθέν τε καὶ κατὰ μικρὸν, καὶ διὰ τοῦτο σύμπαν ἀμφοτέρων αἰσθάνεσθαι τὸ σῶμα δοκεῖ.
これに対し、エピアロス熱においては、内からであり、かつ微小な部分においてであって、そのため体全体が両方を感じるように思われる。
τῷ γὰρ δὴ ἐλαχίστῳ παρεσπάρθαι τό τε θερμὸν καὶ ψυχρὸν οὐδέν ἐστιν αὐτῆς λαβεῖν μόριον αἰσθητὸν, ἐν ᾧ θάτερον οὐχ ὑπάρχει.
というのも、極めて微細なレベルで熱いものと冷たいものが散在しているために、それ(身体)の知覚可能な部位で、どちらか一方が存在しないような部分を見出すことは不可能だからである。
κατὰ μέντοι τὴν εἰσβολὴν τῶν παροξυσμῶν ἔνιοι τῶν πυρεττόντων καὶ ῥιγοῦσι καὶ διψῶσι καὶ ἀμφοτέρων αἰσθάνονται, ψύξεως ἀμέτρου καὶ θέρμης, ἀλλ’ οὐ κατ’ αὐτὸν τὸν τόπον·
しかしながら、発作の開始時において、発熱している人々の何人かは悪寒を感じ、かつ渇きを覚え、極度の冷たさと熱さの両方を感じるが、同一の場所においてではない。
ἐναργῶς γὰρ ἔχουσι διορίσαι τὰ θερμαινόμενα μόρια τῶν ψυχομένων.
なぜなら、彼らは温められている部位と冷やされている部位をはっきりと区別できるからである。
ἔνδοθεν μὲν γὰρ καὶ κατ’ αὐτὰ τὰ σπλάγχνα θερμασίας, ἐν δὲ τοῖς ἔξωθεν μορίοις ἅπασι τῆς ψύξεως αἰσθάνονται.
実際、彼らは内部においては、まさに内臓において熱さを感じ、外部のすべての部位においては冷たさを感じるのである。
ἔτι δὲ καὶ οἱ λειπυρίαι καλούμενοι πυρετοὶ διὰ παντὸς τοιοῦτοι, καί τι γένος ὀλεθρίων καύσων.
さらにまた、いわゆるレイピリアス熱と呼ばれる発熱も常にこのようなものであり、また致命的なカウソス熱のある種のものも同様である。
ὅπερ οὖν ἐν τούτοις κατὰ τὰ μεγάλα μόρια, τοῦτ’ ἐν τοῖς ἠπιάλοις κατὰ σμικρὰ συμπέπτωκεν.
したがって、これらの発熱において大きな部位で起こっていることが、エピアロス熱においては微小な部分で起こっているのである。
ἀνώμαλος μὲν γὰρ δυσκρασία καὶ ἡ τούτων τῶν πυρετῶν· ἀνώμαλος δὲ καὶ ἡ τῶν ἄλλων ἁπάντων, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων· ἀνώμαλος δὲ καὶ τοῖς ῥιγοῦσι μὲν, οὐκ ἐπιπυρέττουσι δέ.
というのも、これらの発熱の不調和も不均等な不調和であり、いわゆる稽留熱を除く他のすべての発熱の不調和も不均等な不調和であり、また、悪寒を感じるがその後発熱しない人々の不調和も不均等だからである。
σπάνιον μὲν γὰρ τὸ σύμπτωμα, γίνεται μὴν ὅλως καὶ γυναιξὶ καί τισιν ἀνδράσιν ἐνίοτε.
なぜなら、その症状は稀ではあるが、女性や一部の男性に時折まったく生じることがあるからである。
χρὴ δὲ πάντως ἀργὸν προηγεῖσθαι βίον, ἤ τι πλῆθος ἐδεσμάτων ἐν χρόνῳ πλείονι προσενηνέχθαι τὸν ἄνθρωπον, ἔξ οὗ χυμὸς ἀργὸς καὶ ψυχρὸς καὶ ὠμὸς καὶ φλεγματώδης γεννᾶται, ὁποῖόν τινα καὶ Πραξαγόρας ἡγήσατο τὸν ὑαλοειδῆ.
そして、不活発な生活が先行しているか、あるいは人間が長期間にわたって多量の食物を摂取していることが絶対に必要であり、それから不活発で冷たく、未消化で粘液質の体液が生成される。 それは、プラクサゴラスが「硝子体」と考えたようなものである。
πάλαι δὲ, ὡς ἔοικεν, οὐδεὶς οὕτως ἔπασχεν, ὅτι μηδεὶς τοσοῦτον ἀργῶς καὶ πλησμίως διῃτᾶτο, καὶ διὰ τοῦτο γέγραπται παρὰ τοῖς παλαιοῖς ἰατροῖς ἕπεσθαι ῥίγει πυρετόν·
昔は、どうやら誰もこのように病まなかったようである。 なぜなら、誰もこれほど不活発で過食な生活を送っていなかったからであり、そのため、古代の医師たちの著作には「悪寒には発熱が伴う」と書かれているのである。
ἀλλὰ καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πολλοῖς τῶν νεωτέρων ἰατρῶν ὦπται πολλάκις ῥῖγος ᾧ πυρετὸς οὐκ ἐπηκολούθησε.
しかし、私たち自身や他の多くの新しい医師たちにも、発熱を伴わない悪寒がしばしば目撃されてきた。
σύνθετος δ’ ἐκ ταύτης ἐστὶ τῆς δυσκρασίας καὶ προσέτι τῆς τῶν πυρεττόντων ὁ ἠπίαλος.
そして、この不調和と、さらに発熱している人々の不調和とから合成されたものが、エピアロス熱である。
οὕτω δ’ ὀνομάζω τὸν πυρετὸν ἐκεῖνον, ᾧ διὰ παντὸς ἄμφω συμβέβηκεν·
そして私は、常にその両方が伴うような発熱をそのように呼ぶ。
ᾧ δὲ ἡγεῖται μὲν ῥῖγος, ἕπεται δ’ ὁ πυρετὸς, ὡς ἐν τριταίοις καὶ τεταρταίοις, οὐ καλῶ τοῦτον ἠπίαλον.
これに対し、三日熱や四日熱のように、悪寒が先行して発熱が続くようなものを、私はエピアロス熱とは呼ばない。
ὥστε διὰ τῶν ἀνωμάλων δυσκρασιῶν ὁ ἠπίαλος συμπέπλεκται, καὶ οἱ λοιποὶ δὲ πυρετοὶ σχεδὸν ἅπαντες, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων.
したがって、エピアロス熱は不均等な不調和によって織り成されており、いわゆる稽留熱を除く他のほぼすべての発熱も同様である。
§9Ὡσαύτως καὶ ὅσα μορίου τινός ἐστι νοσήματα μετ’ ὄγκου, καὶ ταῦτα σύμπαντα παραπλησίως τῇ φλεγμονῇ κατὰ δυσκρασίαν ἀνώμαλον ἀποτελεῖται, καρκῖνος, ἐρυσίπελας, ἄνθραξ, ἕρπης, οἴδημα, φλεγμονὴ, φαγέδαινα, γάγγραινα.
同様に、ある部位の腫脹を伴う疾病はどれも、これらすべてが炎症とほぼ同様に不均等な不調和に基づいて生じる。 癌、丹毒、炭疽、疱疹、浮腫、炎症、壊疽性潰瘍、壊疽である。
κοινὸν μὲν γὰρ αὐτοῖς ἅπασι τὸ ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεγονέναι·
なぜなら、これらすべてに共通しているのは、液体の流入によって生じるということである。
διαφέρει δὲ τῷ τὰ μὲν ἀπὸ τοῦ φλεγματικοῦ χυμοῦ, τὰ δὲ ὑπὸ χολώδους, ἢ μελαγχολικοῦ χυμοῦ, τὰ δὲ ὑφ’ αἵματος ἤτοι θερμοῦ καὶ λεπτοῦ καὶ ζέοντος, ἢ ψυχροῦ καὶ παχέος, ἤ πως ἄλλως διακειμένου γίγνεσθαι.
しかし、あるものは粘液質の体液から、あるものは胆汁質または黒胆汁質の体液から、あるものは熱くて希薄で沸騰しているか、あるいは冷たくて濃厚であるか、あるいは何らかの他の状態にある血液から生じるという点において異なっている。
δηλωθήσεται γὰρ ἀκριβῶς ὑπὲρ τῆς κατ’ εἶδος ἐν τούτοις διαφορᾶς ἑτέρωθι·
というのも、これらにおける種ごとの差異については別の場所で正確に明らかにされるからである。
πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τοῦτ’ εἰρῆσθαι μόνον, ὡς ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, κατὰ τὸν αὐτὸν λόγον ἕκαστον τῶν εἰρημένων ἐργάσεται παθῶν, καθ’ οἷον ἔμπροσθεν ὑπὸ τοῦ θερμοῦ καὶ αἱματώδους ἐδείκνυτο γενέσθαι φλεγμονή·
しかし、現在の議論に対しては、流入液がどのようなものであれ、温かくて血液に富むものによって炎症が生じることが先に示されたのと全く同じ論理に従って、それが上述の疾患の各々を引き起こすであろうということ、これだけを語ることで十分である。
καὶ ὡς τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν σωμάτων ἕκαστον, ὑπὸ τοῦ ῥεύματος διατεθειμένον, εἰς ἀνώμαλον ἀφίξεται καὶ αὐτὸ δυσκρασίαν, ἔξωθεν μέντοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, μέχρι τοῦ βάθους μηδέπω διακείμενον ὁμοίως·
また、同質的で単純な身体組織の各々が、流入液によって影響を受け、それ自体も不均等な不調和に至るだろうということ(も同様に十分である)。 ただし、流入液がどのようなものであれ、外から温められたり、冷やされたり、乾燥させられたり、湿らされたりして、深部に至るまではまだ同様の状態になっていない限りにおいてである。
εἰ δὲ πᾶν ὅλον δι’ ὅλου μεταβάλλοι καὶ ἀλλοιωθείη, γενήσεται μὲν εὐθέως ἀνώδυνον, ἐν χαλεπωτέρᾳ δὲ ἂν οὕτω γε διαθέσει κατασταίη.
しかし、もし全体がすっかり変化し、変質してしまうならば、それは直ちに無痛になるだろうが、そうであればより深刻な状態に陥ることになるだろう。
ταῦτα ἀρκεῖν μοι δοκεῖ προεγνῶσθαι τοῖς μέλλουσι τῆ τε περὶ φαρμάκων ἀκολουθήσειν πραγματείᾳ καὶ μετ’ αὐτὴν τῇ τῆς θεραπευτικῆς μεθόδου.
これらのことは、薬物に関する研究、そしてその後に治療法に随行しようとする人々にとって、あらかじめ知っておくべきこととして十分であると私は考える。