§7#1Τούτων ἤδη γεγραμμένων, καί τισι τῶν ἑταίρων ἐκδιδομένων, ἢ ἀξιωσάντων ἑτέρων μαθεῖν, ὅπως ἂν ᾖ τοῦ διαγράμματος, ἐγὼ παραχρῆμα τοῖς προβάλλουσιν ἀποκρίνομαι τὸ πλῆθος τῶν τύπων.
これらがすでに執筆され、仲間たちの幾人かに配られたとき、あるいは他の人々が図表のあり方について知ることを求めたとき、私は問いを投げかける人々に対して、ただちにタイプの数を答える。
ἔστιν οὖν ἡ μέθοδος οὐχ ἑτέρου τινὸς γένους, ἀλλ’ ὑποπεπτωκυῖα τῇ προτέρᾳ.
したがって、この方法は何か他の種類のものではなく、前の方法に従属しているのである。
πεισθήσῃ δὲ καὶ αὐτὸς οὕτως ἔχειν ἀναμνησθεὶς πρότερον ἀεί τε πρόχειρον ἔχων τὴν μνήμην αὐτῶν, ὡς ἡμέραν ὀνομάζομεν ἐν τῷ χρόνῳ τούτῳ τὸν συγκείμενον χρόνον ἔκ τε τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ὅπερ ἔνιοι προσαγορεύουσι νυχθήμερον.
そしてあなた自身も、あらかじめ思い出し、またそれらについての記憶を常に手元に留めておくなら、このように(状況が)なっていると確信するだろう。 すなわち、この文脈において我々は、昼と夜とから構成される時間を「日」と呼んでおり、これを一部の人々は「一昼夜」と呼んでいるということである。
οὕτω γοῦν καὶ τὸν ἐνιαυτὸν εἶναι λέγομεν ἡμερῶν τξε΄ καὶ τετάρτου.
とにかくこのようにして、我々は1年が365日と4分の1日であると言うのである。
μιᾶς μὲν οὖν ἡμέρας τέτταρες ἐπὶ ταῖς κ΄ ὧραι γίγνονται, δυοῖν δὲ ὀκτὼ καὶ τετταράκοντα, τριῶν δὲ δύο καὶ ἑβδομήκοντα·
それゆえ、1日は24時間になり、2日は48時間、3日は72時間になる。
τὰ δὲ ὀνόματα τοῖς τύποις οὐκ ἀπὸ τῶν συμπληρουμένων ἡμερῶν ἐστιν, ἀλλ’ ἀπὸ τῆς ἀνταποδόσεως τοῦ παροξυσμοῦ.
しかし、タイプに対する名称は、経過する日数から名付けられているのではなく、発作の回帰から名付けられている。
τριταῖον μὲν ὀνομάζομεν ᾧ διὰ τρίτης ἡμέρας ὁ παροξυσμὸς γίγνεται, δυοῖν μεταξὺ δηλονότι καὶ συμπληρωθεισῶν·
すなわち、明らかにその間に2日(間)が満了したうえで、3日目ごとに発作が起こるものを我々は「三日熱」と呼ぶ。
τεταρταῖον δὲ ᾧ κατὰ τετάρτην, τριῶν κᾀπὶ τούτῳ μεταξὺ συμπληρουμένων ἡμερῶν, ἐπί τε τῶν ἄλλων ἀνάλογον·
また「四日熱」とは、さらにその間に3日(間)が満了したうえで、4日目に発作が起こるものであり、他のものについても同様である。
ὥσθ’ ὅταν εὕρῃς περίοδον τύπου τεττάρων ἡμερῶν, πεμπταῖον ἐρεῖς αὐτὸν, οὐ ταὐτὸν γάρ ἐστι διὰ πέμπτης τε παροξύνεσθαι καὶ πέντε ἡμερῶν ἔχειν περίοδον.
したがって、あるタイプの周期が4日であることを見出すとき、あなたはそれを「五日熱」と呼ぶことになる。 なぜなら、5日目ごとに発作が起こることと、5日の周期を持つこととは同じではないからである。
ἐν μνήμῃ τοίνυν θέμενος ταῦτα, πάλιν ἀναμνήσθητί μοι τῆς εἰρημένης ἔμπροσθεν ἐπὶ τῷ διαγράμματι μεθόδου.
それゆえ、これらのことを記憶に留めたうえで、図表に関して前に述べられた方法をもう一度私に思い出してほしい。
λέλεκται δὲ ὅτι τὸν προβληθέντα περιοδικῶν ἀριθμὸν ὡρῶν, ὃς ἐν τῷ μεταξὺ δυοῖν ἀρχῶν γίνεται παροξυσμὸς, ἐπισκέπτου πότερον μετρεῖ τὸν ἐν τῷ διαγράμματι περιεχόμενον ἀριθμὸν ὁντιναοῦν.
そして、二つの発作の開始の間に生じる、提示された周期的な時間の数が、図表に含まれるいずれかの数を割り切るかどうかを調べよ、と述べられている。
ἦσαν δ’ ἐκεῖνοι κατὰ πολλαπλασιασμὸν ὡρῶν εἰκοσιτεσσάρων γενόμενοι.
そして、それらの数は24時間の乗算によって生じたものであった。
ἵνα οὖν χωρὶς διαγράμματος αὐτὸς εὑρίσκῃς ἐπὶ δακτύλου τοῦτο, ταυτὶ πρᾶττε.
したがって、図表なしで自分自身で指折りこれを求めるために、次のようにしなさい。
τοῦ μὲν ἓξ καὶ ὀκτὼ προβληθέντος, εὐκαίρως ἂν εὕροις τέσσαρας μὲν ἀμφημερινοὺς γιγνομένους, ὅταν ἓξ ὡρῶν προβεβλημένη περίοδος ᾖ· τρεῖς δ’, ὅταν ὀκτώ.
例えば、6あるいは8が提示された場合、提示された周期が6時間であるときは4つの日常熱が生じ、8時間であるときは3つの日常熱が生じることを、容易に見出すことができるだろう。
τοῦ δ’ ἑπτὰ προβληθέντος, ἤ τινος ἄλλου τῶν μὴ μετρούντων τὸν τῶν εἰκοσιτεσσάρων ὡρῶν ἀριθμὸν, ἐπισκέπτου πότερον ἔχει τι μέρος ὁ προβληθεὶς, ἢ οὐδὲν, ὅτι μὴ τὴν μονάδα.
しかし、7、あるいは24の数を割り切らない他の数が提示された場合には、提示された数が1以外に何か約数を持っているか、あるいは1以外には何もないかを調べなさい。
εἰ μὲν ἔχει τι παρὰ τὴν μονάδα μέρος ἄλλο, καθάπερ ὁ μὲν ἐννέα τὸ τρίτον, ὁ δὲ πεντεκαίδεκα τὸ τρίτον τε καὶ τὸ πέμπτον, ἐπισκέπτου ποῖον αὐτοῦ τῶν μερῶν κοινόν ἐστι πρὸς τὸν τῶν εἰκοσιτεσσάρων.
もしそれが1以外に何か他の約数を持っているなら――例えば9なら3分の1を、15なら3分の1と5分の1を持っているように――、その約数のどれが24の数と共通であるかを調べなさい。
εὐθέως γοῦν τρίτον μὲν ὁ τῶν εἰκοσιτεσσάρων ὡρῶν ἀριθμὸς ἔχει, πέμπτον δ’ οὐκ ἔχει, καθάπερ ὁ τῶν πεντεκαίδεκα.
例えばすぐにわかるように、24という数は3分の1(3)を約数に持っているが、15が持っているような5分の1(5)は約数に持っていない。
ἐὰν μὲν οὖν προβεβλημένη περίοδος ὡρῶν ἐννέα τύχῃ, τὸ τρίτον μὲν ταύτης λήψῃ, τὸ τρίτον δὲ καὶ τῶν κδ΄ τὰ ὀκτὼ, καὶ φήσεις ὀκτὼ τύπους εἶναι τρισὶν ἡμέραις περιγραφομένους.
したがって、もし提示された周期が 9時間であるなら、これの3分の1(すなわち3)を取り、また24の3分の1である8を取って、3日(72時間)におさまる8つのタイプがあると結論するだろう。
ἠξίουν δέ σε μεμνῆσθαι τοὺς τοιούτους τύπους τεταρταίους ὀνομάζεσθαι.
そして、私はあなたに、このようなタイプが「四日熱」と呼ばれることを覚えておくよう求めていた。
εἰ δὲ ιε΄ ὡρῶν περίοδος εἴη, τῶν μὲν ιε΄ τὸ τρίτον λαβὼν, πένθ’ ἡμερῶν εἶναι τοὺς τύπους, ὅπερ ἐστιν ἑκταίους· τῶν δὲ κδ΄ ἐπειδὴ καὶ τούτων τὸ τρίτον ὀκτὼ γίγνεται, τοσούτους ἐρεῖς εἶναι καὶ τοὺς ἑκταίους τύπους·
また、もし15時間の周期であるなら、15の3分の1(すなわち5)を取って、そのタイプは5日の周期を持つもの、すなわち「六日熱」であるとし、また24についても、これの3分の1が8になるので、そのような六日熱のタイプもまたそれだけの数(8つ)あると言うだろう。
εἰ δὲ μηδὲν μόριον ὁ προβεβλημένος ἀριθμὸς ᾖ, οἷός πέρ ἐστιν ὁ ζ΄, κδ΄ ὀγδοαίους.
しかし、もし提示された数が(24と共通の)いかなる部分も持たないなら――例えば7がそうであるように――、24個の「八日熱」となる。