← ガレノス

病型について書いた者たちへの反論

§7#1

図表を用いずに熱型数と発熱周期を算出する算法

著者は図表なしに発熱のタイプ数や周期を計算する簡便な算法を提示し、一昼夜(24時間)と発熱周期の公約数から各熱型(四日熱、六日熱、八日熱など)の数と周期を導き出す数学的ルールを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7#1

Τούτων ἤδη γεγραμμένων, καί τισι τῶν ἑταίρων ἐκδιδομένων, ἢ ἀξιωσάντων ἑτέρων μαθεῖν, ὅπως ἂν ᾖ τοῦ διαγράμματος,1 ἐγὼ παραχρῆμα τοῖς προβάλλουσιν ἀποκρίνομαι τὸ πλῆθος τῶν τύπων. ἔστιν οὖν ἡ μέθοδος οὐχ ἑτέρου τινὸς γένους, ἀλλ’ ὑποπεπτωκυῖα τῇ προτέρᾳ. πεισθήσῃ δὲ καὶ αὐτὸς οὕτως ἔχειν ἀναμνησθεὶς πρότερον ἀεί τε πρόχειρον ἔχων τὴν μνήμην αὐτῶν, ὡς ἡμέραν ὀνομάζομεν ἐν τῷ χρόνῳ τούτῳ τὸν συγκείμενον χρόνον ἔκ τε τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ὅπερ ἔνιοι προσαγορεύουσι νυχθήμερον. οὕτω γοῦν καὶ τὸν ἐνιαυτὸν εἶναι λέγομεν ἡμερῶν τξε΄ καὶ τετάρτου. μιᾶς μὲν οὖν ἡμέρας τέτταρες ἐπὶ ταῖς κ΄ ὧραι γίγνονται, δυοῖν δὲ ὀκτὼ καὶ τετταράκοντα, τριῶν δὲ δύο καὶ ἑβδομήκοντα· τὰ δὲ ὀνόματα τοῖς τύποις οὐκ ἀπὸ τῶν συμπληρουμένων ἡμερῶν ἐστιν, ἀλλ’ ἀπὸ τῆς ἀνταποδόσεως τοῦ παροξυσμοῦ. τριταῖον μὲν ὀνομάζομεν ᾧ διὰ τρίτης ἡμέρας ὁ παροξυσμὸς γίγνεται, δυοῖν μεταξὺ δηλονότι καὶ συμπληρωθεισῶν·2 τεταρταῖον δὲ ᾧ κατὰ τετάρτην, τριῶν κᾀπὶ τούτῳ μεταξὺ συμπληρουμένων ἡμερῶν, ἐπί τε τῶν ἄλλων ἀνάλογον· ὥσθ’ ὅταν εὕρῃς περίοδον τύπου τεττάρων ἡμερῶν, πεμπταῖον ἐρεῖς αὐτὸν, οὐ ταὐτὸν γάρ ἐστι διὰ πέμπτης τε παροξύνεσθαι καὶ πέντε ἡμερῶν ἔχειν περίοδον. ἐν μνήμῃ τοίνυν θέμενος ταῦτα, πάλιν ἀναμνήσθητί μοι τῆς εἰρημένης ἔμπροσθεν ἐπὶ τῷ διαγράμματι μεθόδου. λέλεκται δὲ ὅτι τὸν προβληθέντα περιοδικῶν ἀριθμὸν ὡρῶν, ὃς ἐν τῷ μεταξὺ δυοῖν ἀρχῶν γίνεται παροξυσμὸς, ἐπισκέπτου πότερον μετρεῖ τὸν ἐν τῷ διαγράμματι περιεχόμενον ἀριθμὸν ὁντιναοῦν. ἦσαν δ’ ἐκεῖνοι κατὰ πολλαπλασιασμὸν ὡρῶν εἰκοσιτεσσάρων γενόμενοι. ἵνα οὖν χωρὶς διαγράμματος αὐτὸς εὑρίσκῃς ἐπὶ δακτύλου τοῦτο, ταυτὶ πρᾶττε. τοῦ μὲν ἓξ καὶ ὀκτὼ προβληθέντος, εὐκαίρως ἂν εὕροις τέσσαρας μὲν ἀμφημερινοὺς γιγνομένους, ὅταν ἓξ ὡρῶν προβεβλημένη περίοδος ᾖ· τρεῖς δ’, ὅταν ὀκτώ. τοῦ δ’ ἑπτὰ προβληθέντος, ἤ τινος ἄλλου τῶν μὴ μετρούντων τὸν τῶν εἰκοσιτεσσάρων ὡρῶν ἀριθμὸν, ἐπισκέπτου πότερον ἔχει τι μέρος ὁ προβληθεὶς, ἢ οὐδὲν, ὅτι μὴ τὴν μονάδα. εἰ μὲν ἔχει τι παρὰ τὴν μονάδα μέρος ἄλλο, καθάπερ ὁ μὲν ἐννέα τὸ τρίτον, ὁ δὲ πεντεκαίδεκα τὸ τρίτον τε καὶ τὸ πέμπτον, ἐπισκέπτου ποῖον αὐτοῦ τῶν μερῶν κοινόν ἐστι πρὸς τὸν τῶν εἰκοσιτεσσάρων. εὐθέως γοῦν τρίτον μὲν ὁ τῶν εἰκοσιτεσσάρων ὡρῶν ἀριθμὸς ἔχει, πέμπτον δ’ οὐκ ἔχει, καθάπερ ὁ τῶν πεντεκαίδεκα. ἐὰν μὲν οὖν προβεβλημένη περίοδος ὡρῶν  ἐννέα τύχῃ, τὸ τρίτον μὲν ταύτης λήψῃ, τὸ τρίτον δὲ καὶ τῶν κδ΄ τὰ ὀκτὼ,3 καὶ φήσεις ὀκτὼ τύπους εἶναι τρισὶν ἡμέραις περιγραφομένους. ἠξίουν δέ σε μεμνῆσθαι τοὺς τοιούτους τύπους τεταρταίους ὀνομάζεσθαι. εἰ δὲ ιε΄ ὡρῶν περίοδος εἴη, τῶν μὲν ιε΄ τὸ τρίτον λαβὼν, πένθ’ ἡμερῶν εἶναι τοὺς τύπους, ὅπερ ἐστιν ἑκταίους· τῶν δὲ κδ΄ ἐπειδὴ καὶ τούτων τὸ τρίτον ὀκτὼ γίγνεται, τοσούτους ἐρεῖς εἶναι καὶ τοὺς ἑκταίους τύπους· εἰ δὲ μηδὲν μόριον ὁ προβεβλημένος ἀριθμὸς ᾖ,4 οἷός πέρ ἐστιν ὁ ζ΄, κδ΄ ὀγδοαίους.

これらがすでに執筆され、仲間たちの幾人かに配られたとき、あるいは他の人々が図表のあり方について知ることを求めたとき、私は問いを投げかける人々に対して、ただちにタイプの数を答える。したがって、この方法は何か他の種類のものではなく、前の方法に従属しているのである。そしてあなた自身も、あらかじめ思い出し、またそれらについての記憶を常に手元に留めておくなら、このように(状況が)なっていると確信するだろう。すなわち、この文脈において我々は、昼と夜とから構成される時間を「日」と呼んでおり、これを一部の人々は「一昼夜」と呼んでいるということである。とにかくこのようにして、我々は1年が365日と4分の1日であると言うのである。それゆえ、1日は24時間になり、2日は48時間、3日は72時間になる。しかし、タイプに対する名称は、経過する日数から名付けられているのではなく、発作の回帰から名付けられている。すなわち、明らかにその間に2日(間)が満了したうえで、3日目ごとに発作が起こるものを我々は「三日熱」と呼ぶ。また「四日熱」とは、さらにその間に3日(間)が満了したうえで、4日目に発作が起こるものであり、他のものについても同様である。したがって、あるタイプの周期が4日であることを見出すとき、あなたはそれを「五日熱」と呼ぶことになる。なぜなら、5日目ごとに発作が起こることと、5日の周期を持つこととは同じではないからである。それゆえ、これらのことを記憶に留めたうえで、図表に関して前に述べられた方法をもう一度私に思い出してほしい。そして、二つの発作の開始の間に生じる、提示された周期的な時間の数が、図表に含まれるいずれかの数を割り切るかどうかを調べよ、と述べられている。そして、それらの数は24時間の乗算によって生じたものであった。したがって、図表なしで自分自身で指折りこれを求めるために、次のようにしなさい。例えば、6あるいは8が提示された場合、提示された周期が6時間であるときは4つの日常熱が生じ、8時間であるときは3つの日常熱が生じることを、容易に見出すことができるだろう。しかし、7、あるいは24の数を割り切らない他の数が提示された場合には、提示された数が1以外に何か約数を持っているか、あるいは1以外には何もないかを調べなさい。もしそれが1以外に何か他の約数を持っているなら――例えば9なら3分の1を、15なら3分の1と5分の1を持っているように――、その約数のどれが24の数と共通であるかを調べなさい。例えばすぐにわかるように、24という数は3分の1(3)を約数に持っているが、15が持っているような5分の1(5)は約数に持っていない。したがって、もし提示された周期が9時間であるなら、これの3分の1(すなわち3)を取り、また24の3分の1である8を取って、3日(72時間)におさまる8つのタイプがあると結論するだろう。そして、私はあなたに、このようなタイプが「四日熱」と呼ばれることを覚えておくよう求めていた。また、もし15時間の周期であるなら、15の3分の1(すなわち5)を取って、そのタイプは5日の周期を持つもの、すなわち「六日熱」であるとし、また24についても、これの3分の1が8になるので、そのような六日熱のタイプもまたそれだけの数(8つ)あると言うだろう。しかし、もし提示された数が(24と共通の)いかなる部分も持たないなら――例えば7がそうであるように――、24個の「八日熱」となる。

構文注4 件
  1. 7ὅπως ἂν ᾖ τοῦ διαγράμματος

    接続詞 ὅπως に導かれる間接疑問節。動詞 ᾖ と属格 τοῦ διαγράμματος の組み合わせは、「図表についてどのようであるか」という状態や状況を指す(ἔχῃ +属格と同様の語法)。

  2. 7δυοῖν μεταξὺ δηλονότι καὶ συμπληρωθεισῶν

    名詞 ἡμερῶν(日、女性名詞)が省略された、女性属格複数の属格絶対(独立分詞構文)。前置詞 μεταξὺ は属格を支配し、「その間に」を意味する。

  3. 7τὸ τρίτον μὲν ταύτης λήψῃ, τὸ τρίτον δὲ καὶ τῶν κδ΄ τὰ ὀκτὼ

    提示された周期が9時間の場合の計算手順。9の1/3(すなわち3)を取り、24の1/3(すなわち8)を取る。これにより、周期3日(72時間)の中に8つの発熱タイプが存在することが導かれる。3日の周期を持つ(満3日で回帰する)発熱は、4日目に発作が起こるため「四日熱」と呼ばれる。

  4. 7εἰ δὲ μηδὲν μόριον ὁ προβεβλημένος ἀριθμὸς ᾖ

    ここでの μόριον は24との「共通の約数」を意味する。提示された周期(例えば7時間)が24と公約数を持たない(1以外に割り切る数がない、すなわち互いに素である)場合、1日の時間数である24がそのままタイプ数となり、周期は7日(八日熱)となる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0057.tlg049.humanitext-grc1:7#1