§4Περὶ μὲν δὴ τῶν θερμῶν τε καὶ ψυχρῶν νοσημάτων αὐτάρκως εἴρηται·
さて、熱い疾患および冷たい疾患については十分に語られた。
περὶ δὲ τῶν ξηρῶν ἐφεξῆς λεγέσθω.
他方、乾燥した疾患については、次に語ることにしよう。
εἰ δέ τις διαπονοίη μὲν πλείω καὶ διαπνοίη, τρέφοιτο δὲ ἐλάττω, καὶ ταῦτα ξηρότερα τὴν δύναμιν, ξηρότερος ὢν τὴν κρᾶσιν, εἰς ξηρὸν ῥᾳδίως ὑπαχθήσεται νόσημα, καὶ μάλιστα εἰ φροντίσειεν, ἢ ἀγρυπνήσειε πλείω.
もし誰かがより多く労作し、より多く発散する一方で、より少なく養われ、しかもその食物が性質においてより乾燥しており、かつ彼自身がその混合においてより乾燥しているならば、容易に乾燥した疾患へと陥るだろう。 そして、もしより多く思い悩むか、あるいは不眠であるならば、なおさらである。
καὶ μὴν καὶ αἱ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις αἱ ξηραὶ ξηραίνουσι δηλονότι καὶ αὐτὰ τὰ τῶν ζώων σώματα, καὶ νῆξις ἐν ὕδατι νιτρώδει τε καὶ θειώδει καὶ στυπτηριώδει καὶ ἀσφαλτώδει καί τινος ἑτέρου τοιαύτης ποιότητος μετέχοντι.
そしてさらに、私たちを取り囲む空気の乾燥した状態も、明らかに動物の身体それ自体を乾燥させるし、硝石質、硫黄質、明礬質、アスファルト質、およびその他の何かそのような性質を帯びた水の中での水浴もまた同様である。
καὶ μέν γε καὶ ὅσα τῶν φαρμάκων ξηρὰ τὴν δύναμίν ἐστιν, εἴτ’ ἔσωθεν, εἴτ’ ἔξωθεν προσφέροιτο, ξηραίνει καὶ ταῦτα.
そしてまた、その性質において乾燥している薬物はすべて、それが内部から施されようと、外部から施されようと、これらもまた乾燥させる。
εἴρηται δὲ ὑπὲρ αὐτῶν ἐπιπλέον ἐν τοῖς περὶ φαρμάκων.
これらについては、『薬物について』においてより詳しく語られている。
§5Αὗται μὲν καὶ αἱ τῶν ξηρῶν νοσημάτων αἰτίαι.
これらが、乾燥した疾患の原因でもある。
τῶν δ’ ὑγρῶν αἱ ἐναντίαι σύμπασαι, ἐδεσμάτων μὲν ὑγροτέρων τὴν δύναμιν ἀφθονία, καὶ πλείω τὰ πώματα, καὶ σύμπασα ἡ ἁβροτέρα δίαιτα, καὶ ἡ θυμηδία, καὶ λουτρὰ γλυκέων ὑδάτων πολλὰ, καὶ μᾶλλον μετὰ τροφήν.
他方、湿った疾患の原因は、これらとすべて反対のものである。 すなわち、性質においてより湿った食物の豊富さ、より多くの飲み物、より優雅な生活様式全体、心の楽しさ、そして淡水での多くの入浴、特に食事の後のそれである。
οὕτω δὲ καὶ ἀργὸς ὁ σύμπας βίος, καὶ ἄπονος, ὄμβροι τε πολλοὶ, καὶ ἡ πᾶσα κατάστασις ὑγρὰ, καὶ φάρμακα ταὐτὸ τοῦτο δρᾷν δυνάμενα.
同じように、何もしない生活全体、および労作のない生活、多くの雨、および湿った気候全体、そして同じこのことを行うことができる薬物である。