§6Πλὴν οὐχ ἁπλῶς δοτέον αὐτὴν ἐπὶ τῶν νοσημάτων, ἀλλὰ προσδιορισμῶν δεῖται πολλῶν.
ただし、病気に対してそれを単に与えればよいというものではなく、多くの条件判断を必要とする。
οὔτε γὰρ ἐν τοῖς ἐπικινδύνως ἔχουσι διδόναι αὐτὴν προσήκει, οὔτε τοῖς φλεβοτομίας ἢ καθάρσεως δεομένοις ἢ κλυστῆρός τινος, ἢ τοῖς πεπληρωμένοις τῶν κατὰ γαστέρα περιττωμάτων, ἢ τοῖς ὑπὸ ὀδύνης ἐνοχλουμένοις μεγάλης, καὶ μηδαμῶς δεομένοις ταῖς ἰατρικαῖς πυρίαις, ἢ φλεβοτομίαις, ἢ καθάρσεσιν, ἀλλ’ οὐδὲ τοῖς ξηροτάτοις νοσήμασι προσφέρειν αὐτὴν ἁρμόζει.
というのも、危険な状態にある者たちにそれを与えることは適しておらず、瀉血や下剤、あるいは何らかの灌腸を必要としている者たちにも、胃の中の老廃物で満たされている者たちにも、また激しい痛みに悩まされ、かつ医術的な温罨法や瀉血や下剤をまったく施されていない者たちにも適していないし、さらには、極めて乾燥した病気に対してそれを処方することも適していないからである。
κσυνεπισκέπτεσθαι δὲ χρὴ καὶ τὸν καιρὸν, καὶ τὸ ποσὸν τῆς δόσεως, καὶ τὸ ἦθος τοῦ κάμνοντος, καὶ τὸ πότε τὸν χυλὸν μόνον προσήκει, ἢ καὶ τὴν πτισάνην αὐτὴν, ἢ καὶ ἀμφότερα, ἢ καὶ οὐδέτερα.
また、時期、投与の量、患者の習慣、そして、いつ搾り汁だけを与えるべきか、あるいは大麦粥そのものも与えるべきか、あるいは両方か、あるいはどちらでもないか、ということも合わせて考慮に入れなければならない。
ὁ μὲν οὖν καιρός ἐστι τοῦ διδόναι ῥοφήματος, ὁπηνίκα διορισάμενος μέλλεις αὐτὴν παρασχεῖν, ὁπότε τὸ σῶμα γέγονε διακείμενον ὁμαλῶς, καὶ μὴ τὸ μὲν αὐτοῦ ἐστι θερμότερον, τὸ δὲ ψυχρότερον.
さて、大麦粥を与えるべき時期は、あなたが条件を定めてそれを処方しようとする時であり、すなわち、身体の状態が均一になっていて、身体のある部分がより熱く、別の部分がより冷たいということがない時である。
τοιοῦτον δ’ ἐστὶ, καθ’ ὃν καιρὸν ἡ τοῦ νοσήματος παρακμή·
そしてそのような時期とは、病気の衰退期にあたる時期である。
μετὰ ταῦτα γὰρ ἡ τοῦ σώματος σύμπασα θερμότης ὁμαλῶς ἐπὶ πάντα τὰ μόρια διακέχυται.
なぜなら、この時期の後は、身体のすべての熱がすべての部位に均一に分散されるからである。
τὸ δὲ πλῆθος μὴ πολὺ ὑπάρχῃ μηδὲ ὑπέρπαχυ.
また、その量は多くあってはならず、極端に濃くてもいけない。
σφαλερὸν γάρ ἐστι καὶ αὐτῷ τῷ Ἱπποκράτει τὸ κατὰ πολὺ καὶ ἀθρόως πληροῦν, κατὰ βραχὺ δὲ ἀσφαλές.
というのも、ヒッポクラテス自身にとっても、多量にかつ一度に満たすことは危険であり、少しずつ満たすことが安全だからである。
τιθέσθω καὶ πρὸς τὸ ἔθος παραμετρείσθω.
投与の量は適切に定められ、かつ習慣に合わせて加減されるべきである。
εἰ μὲν γὰρ ἅπαξ ἦν εἰθισμένος διαιτᾶσθαι, παρέχε καὶ αὐτὸς καθάπαξ τὸ πόμα·
もし彼が1日1回食事をとる習慣であったなら、あなた自身もその飲み物を1回だけ与えよ。
εἰ δὲ δὶς τῆς ἡμέρας ἐτρέφετο, διπλασίαζε καὶ αὐτὸς τὴν δόσιν.
しかし、もし1日に2回栄養をとっていたなら、あなた自身もその投与量を2倍にせよ。
ἡ δὲ παραύξησις καὶ ἡ προσθήκη τοῦ ῥοφήματος ἐπὶ μὲν τῶν ξηροτέρων νοσημάτων οὐ χρὴ γίνεσθαι·
しかし、大麦粥の漸増や追加は、より乾燥した病気に対しては行われるべきではない。
δεῖται γὰρ τὸ τοιοῦτον προπομάτων ἰσχυροτέρων, ἢ κατὰ πτισάνην, ἵνα πλέον ὑγρανθῇ.
なぜなら、そのような病気は、より十分に潤されるために、大麦粥よりも強力な前投与の飲料を必要とするからである。
ξηρὰ δὲ νοσήματά εἰσι πλευρῖτις καὶ περιπνευμονία, καὶ ὅλως τὰ κατὰ θώρακα, ὅταν μηδὲν ἐξ αὐτῶν ἀναπτύηται, τὰ δὲ καθ’ ἧπαρ καὶ γαστέρα καὶ ἔντερα, ὅταν μηδὲν ἐκκρίνηται, καὶ σκληρὰ, καὶ μὴ πρὸς ἀνάγκην, καὶ μὴ ἄξια λόγου.
そして乾燥した病気とは、肋膜炎や肺炎、また総じて胸部の疾患であって、それらから何も痰として吐き出されない場合や、肝臓や胃や腸の疾患であって、何も排出されないか、排出されても固く、便意を伴わず、取るに足らない量である場合である。
αἱ δὲ κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας ξηρότητες διὰ τῆς γλώττης καὶ τοῦ ἔξω δέρματος διαγινώσκονται·
また、動脈や静脈における乾燥は、舌や外側の皮膚を通じて診断される。
οὕτως δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ πάθη, μηδενὸς δι’ ὑπερώας ἢ ῥινὸς ἐκκαθαιρομένου.
頭部の疾患も同様であり、口蓋や鼻を通じて何も排出されず清められない場合である。
κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ φλεγμοναὶ καὶ ἕλκη ξηρὰ τυγχάνουσιν, ἀφ’ ὧν μηδὲν εἰς ἰχῶρας ἀποκρίνεται.
同様にして、炎症や潰瘍も、それらから漿液が何も分泌されない時には乾燥したものとなる。
ἐπὶ δὲ τῶν τοιούτων νοσημάτων οὐ προσήκει ποιεῖσθαι τὴν πτισάνην, οὔτε γὰρ ὑγραίνειν αὐτὰ δύναται, ἅτε μὴ ἄγαν ὑγραίνουσα τὰ πολλῆς καὶ ἰσχυρᾶς δυνάμεως ὑγραινούσης δεόμενα, καὶ ἔτι τὴν ἀπὸ πληρώσεως βλάβην τοῖς σώμασι παρέχουσα.
そして、このような病気に対して大麦粥を処方することは適していない。 なぜなら、多大で強力な湿潤作用を必要としているものに対して、大麦粥は十分に潤すものではないためにそれらを潤すことができず、その上さらに、充満から生じる害を身体に与えてしまうからである。
ἂν δὲ καὶ τὸ σῶμα ὑγρότερον ᾖ, καὶ εἴ τι ἀπὸ τοῦ πνεύμονος ἐκπτύεται, τότε χρὴ ἐπαύξειν ἀεὶ καὶ προστιθέναι τὴν πόσιν αὐτῆς·
しかし、もし身体がより湿潤であり、肺から何かが吐き出されているなら、その時は常に大麦粥の服用量を増やし、追加すべきである。
ὑγραίνουσα γὰρ καὶ τέμνουσα ὁμοίως τὰ προσόντα ἐν τῷ σώματι ὑγρὰ, καὶ ῥῶσιν τοῖς μορίοις παρέχουσα διὰ τὴν τροφὴν, καθαρὸν ἀποτελεῖ συντόμως τὸ ζῶον τῆς ἐνοχλούσης κακοχυμίας.
というのも、それは身体に存在する湿ったものを同様に潤し、かつ分解し、その栄養によって諸部位に活力を与えることで、悩まされている悪液質から、患者の身体を速やかに清めるからである。
συνελθόντων γὰρ ἀμφοτέρων ῥᾳδίως ἐκκαθαίρεται τὰ μοχθηρὰ περιττώματα, οὐδενὸς δὲ τῶν ἄλλων, ὅσα ὡς φάρμακον ἢ τροφὴ προσφέρεται, ἀμφότερα ταῦτα κεκτημένου, ἀλλ’ ἢ κατὰ τὸ λεπτύνειν ἐνδεόντως καὶ ὑγραίνειν τὸ τρόφιμον ἔχοντος, καθάπερ ἄρτος καὶ χόνδρος καὶ ὠὰ καὶ ἰχθῦς, ἢ τὸ μὲν τέμνειν ἔχοντος, τὸ δ’ ὑγραίνειν τε καὶ τρέφειν οὐ περιφέροντος, καθάπερ ὀξύμελι, καὶ εἴ τι τοιοῦτον ἕτερον.
なぜなら、両者が合わさることで有害な老廃物が容易に排出されるからであり、薬や食物として処方される他のもののうち、これら両方を兼ね備えているものは存在しないからである。 それらは、パンや大麦の挽き割り粉、卵、魚のように、栄養は持っているものの希釈して潤すことにおいては不十分であるか、あるいは酢蜜やその他の同様なもののように、分解する作用は持っているものの潤して栄養を与える性質を持ち合わせていないかのいずれかである。
ταῦτα δὲ πάντα τὰ ἀγαθὰ ἥκουσι τῇ πτισάνῃ.
そして、これらすべての利点が大麦粥には備わっている。
ἀλλ’ ὅμως οὐδεμίαν ὠφέλειαν προξενεῖ χωρὶς τῶν προδιορισμῶν προσαγομένη, ὅπου γε καὶ θανάτου μᾶλλον καθεστήκασιν αἴτια διδόμενα.
しかしながら、事前の条件判断なしに投与されるなら、それは何の有益性ももたらさず、それどころか、投与されることによってむしろ死の原因にさえなるのである。
τοῦ γὰρ κάμνοντος κλυστῆρος δεομένου διὰ τὴν τῶν περιττωμάτων κάθαρσιν, ἢ φλεβοτομίας διὰ περιουσίαν αἵματος καὶ τῆς ὀδύνης, μὴ ἐνδεούσης χρείαν ἔχοντος ὀδύνης αἴτιον πλῆθος, αἰτία θανάτου γέγονεν ἡ πτισάνη προσφερομένη, τάχα καὶ αὐτὴ καὶ διπλασιάζουσα τὸ πλῆθος.
なぜなら、患者が老廃物の排出のために灌腸を必要とし、あるいは血液の過多と痛みのために瀉血を必要としていて、その必要性が明らかである時に、痛みの原因である充満(過多)に対して大麦粥が処方されるなら、それは死の原因となるのであり、おそらくはそれ自体がその充満した量を倍増させることによってそうなるからである。
διὰ τοῦτο οὐ χρὴ παρέχειν αὐτὴν πυρετῷ ἐνδεχομένῳ, εἴτε σὺν ὀδύνῃ ἐστὶν εἴτε χωρὶς ὀδύνης ὁ πυρετὸς, ἢ μετ’ ὀλίγον τῆς τροφῆς ὁ ἄνθρωπος πυρέττειν ἤρξατο, καὶ μήπω ὑπεχώρησεν.
このため、熱病が痛みに伴うものであれ伴わないものであれ、発熱の恐れがある時、あるいは食後まもなく発熱し始めてそれがまだ治まっていない時には、それを与えるべきではない。
οἱ αὐτοὶ δὲ διορισμοὶ οὐκ ἐπὶ τοῦ χυλοῦ μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς πτισάνης.
そして、これらと同じ条件判断は、搾り汁だけでなく、大麦粥そのものに対してもなされるべきである。
οἷς δὲ χρήσιμος ἦν, καὶ αὐτοῖς οὐκ εὐθὺς διδόναι προσήκει, ἀλλὰ πρῶτον μὲν τὸν χυλὸν μόνον, ᾔ τὰ πλείονα μὲν τὸν χυλὸν, ὀλίγον δὲ τὴν πτισάνην, εἶτα ἐπίσης ἀμφότερα, εἶτα καὶ μόνην αὐτὴν, ἐπιστάμενον, εἰς μὲν ῥῶσιν καὶ θρέψιν τοῦ σώματος μέγιστα συντελεῖν τὴν πτισάνην, εἰς δὲ τὸ εὐκατέργαστον καὶ εὔπεπτον καὶ εὐανάδοτον τὸν χυλόν.
また、それが有益である人々に対しても、すぐに与えるのは適しておらず、まず搾り汁だけを、あるいは搾り汁を多くして大麦粥を少しだけ、次に両方を同じ分量で、その次に大麦粥だけを与えるべきである。 身体の活力と栄養に対しては大麦粥が最も大きく貢献し、他方、処理や消化のしやすさ、吸収の速さに対しては搾り汁が貢献するということを理解した上で。
ταῦτα δ’ ὡς ἐν κεφαλαίῳ περὶ τῆς πτισάνης εἰρήσθω, ἵν’ ἔχῃς εἰδέναι τήν τ’ εὔκρατον αὐτῆς χρῆσιν καὶ τοὺς ἀναγκαίους διορισμούς.
さて、大麦粥については、あなたがその適切な使用法と必要な条件判断を知ることができるように、これらのことが要約として語られたものとせよ。