§4Τὸ μὲν οὖν ἀκριβῶς εὔκρατον μέσον ἐστὶν ἁπλοῦ τε καὶ σκληροῦ, καὶ δασέος καὶ ψιλοῦ τριχῶν, καὶ φλέβας εὐρείας ἔχοντος ἢ στενὰς, καὶ σφυγμοὺς μεγάλους ἢ μικρούς.
したがって、厳密に良好な調合を持つものは、柔らかいものと硬いもの、毛深いものと毛のないもの、広い脈管を持つものと狭い脈管を持つもの、大きな脈拍を持つものと小さな脈拍を持つものの中間である。
τὸ δ’ ἀκριβῶς σύμμετρον τοῖς ὀργανικοῖς μορίοις ἑνὶ κεφαλαίῳ περιληφθὲν, οἷός περ ὁ Πολυκλείτου κανὼν ὑπάρχειν ἐλέγετο.
一方、器官的部位に関して厳密に調和しているものは、一言で要約すれば、ポリクレイトスのカノンがそうであると言われていたようなものである。
ὅσα δὲ ἤδη θερμότερα τοῦ προσήκοντός ἐστιν, οὐ μὴν πολλῷ γε, ψυχρότερα δὲ καὶ ὑγρότερα καὶ ξηρότερα μετρίως, καίτοι μέρος ἓν οὐκ ὀρθῶς διαπεπλασμένον ἔχοντα, ταῦτα σύμπαντα καὶ πλεονεκτεῖν ἐνίοτε τοῦ συμμέτρου δόξειεν.
しかし、すでに適度を超えて温かい(とはいえ、それほど多くではないが)もの、あるいは適度に冷たいもの、湿っているもの、乾燥しているものは、たとえ一つの部位が正しく形成されていないとしても、これらすべては時に、調和の取れた身体よりも優れているように見えるかもしれない。
αὐτίκα τὸ μὲν σκληρότερον αὐτοῦ σῶμα δυσπαθέστερόν ἐστιν ἅπασι τοῖς ἔξωθεν αἰτίοις, τὸ δ’ ἁπαλώτερον τοῖς ἔνδοθεν.
例えば、それより硬い身体は、すべての外部の原因に対してより侵されにくく、より柔らかい身体は内部の原因に対してそうである。
οὕτω δὲ καὶ τὸ μὲν πυκνότερον τοῖς ἔξωθεν, τὸ δὲ ἀραιότερον τοῖς ἔνδοθεν.
そして同様に、より密な身体は外部の原因に対して、より粗い身体は内部の原因に対してそうである。
τὸ γοῦν ὑφ’ Ἱπποκράτους εἰρημένον ἐν τῷ περὶ τροφῆς·
少なくとも、ヒッポクラテスが『食物について』の中で述べたこと、すなわち「発散のための身体の粗さ。
Ἀραιότης σώματος εἰς διαπνοὴν, οἷς πλεῖον ἀφαιρέεται, ὑγιεινότερον, οἷς ἔλασσον, νοσωδέστερον· περὶ τῶν ἐκ τῆς τροφῆς περιττωμάτων εἰς ὑγείαν καὶ νόσον συντελούντων εἴρηται.
より多くが取り除かれる者にとってはより健康的であり、より少なく取り除かれる者にとってはより病気がちである」という言葉は、健康と病気に寄与する食物からの残留物に関して語られている。
οὐ γὰρ δή γε περὶ τῶν ὑγιεινῶν ἁπλῶς ἢ νοσερῶν σωμάτων ἐν ἐκείνῳ τῷ βιβλίῳ προὔκειτο λέγειν αὐτῷ, ἀλλὰ περὶ πάντων τῶν ἐκ τῆς τροφῆς γινομένων ἀγαθῶν τε καὶ κακῶν τὸν λόγον ποιούμενος εὐλόγως ἐμνημόνευσε καὶ τῶν, ὅσον ἐπὶ τοῖς ἐξ αὐτῶν περιττώμασιν, ὑγιεινῶν καὶ νοσερῶν σωμάτων.
というのも、あの書物において彼にとっての目的は、単に健康な身体や病気がちな身体について語ることではなく、食物から生じるすべての良いことと悪いことについて議論を進める中で、それらから生じる残留物に関する限りにおいて、健康な身体や病気がちな身体についても当然ながら言及したからである。
τὸ μὲν γὰρ ἀραιότερον ὑγιεινότερον, ὅσον ἐπὶ τοῖσδε, τὸ δὲ πυκνότερον νοσερώτερον.
なぜなら、これらに関する限り、より粗い身体はより健康的であり、より密な身体はより病気がちだからである。
ἔμπαλιν δὲ τοῖς ἔξωθεν αἰτίοις ἅπασιν τὸ μὲν ἀραιότερον εὐαλωτότερον, τὸ δὲ πυκνότερον δυσπαθέστερον.
しかし逆に、すべての外部の原因に対しては、より粗い身体はより侵されやすく、より密な身体はより侵されにくい。
ὥστε τὸ σύμμετρον σῶμα πρὸς τοῖς ἄλλοις ἀγαθοῖς οὐδ’ ἀραιὸν ἢ πυκνὸν ἔχομεν εἰπεῖν, ἀλλ’ ὥσπερ τῶν ἄλλων ὑπερβολῶν μέσον, οὕτω καὶ τῶνδε πλεονεκτεῖ κατά τι τῶν ὑπερβαλλόντων ἑκάτερον.
したがって、調和の取れた身体は、他の優れた点に加えて、粗くも密でもないと言うことができるが、他の過剰の中間であるのと同様に、これらにおいても、過剰なもののそれぞれに対してある点において優れている。
τὸ μὲν γὰρ πυκνότερον ἧττον τοῖς ἔξωθεν αἰτίοις εὐάλωτον, τὸ δ’ ἀραιότερον τοῖς ἔνδοθεν.
なぜなら、より密な身体は外部の原因によって侵されにくく、より粗い身体は内部の原因によって侵されにくいからである。
ἀμφοτέροις δὲ δυσάλωτον ἀκριβῶς μὲν οὐκ ἂν εὕροις οὐδὲν, μετρίως δέ πως τὸ μέσον ἁπασῶν τῶν ὑπερβολῶν, ὃ δὴ καὶ πάντων σωμάτων ὑγιεινότατον εἶναί φαμεν.
両者に対して厳密に侵されにくいものを発見することはできないだろうが、すべての過剰の中間であるものは、ある程度適度にそうであり、これこそがすべての身体の中で最も健康的であると我々が言うものである。
οὕτω δὲ καὶ τὸ μὲν ξηρότερον τοῦ συμμέτρου σώματος τοῖς ὑγραίνουσιν αἰτίοις ἅπασίν ἐστι δυσαλωτότερον, τὸ δ’ ὑγρότερον τοῖς ξηραίνουσιν.
そして同様に、調和の取れた身体よりも乾燥しているものは、すべての湿らせる原因に対してより侵されにくく、より湿っているものは乾燥させる原因に対してそうである。
ὥσθ’, ὅπερ μοι ἐλέχθη μικρῷ πρόσθεν, οὐ πάντα πάντων ἐστὶ δυσπαθέστατον τὸ μέσον, ἀλλ’ ἑκάστου μὲν καθ’ ἕν τι χεῖρον, ἁπάντων δὲ αἱρετώτατον.
したがって、私が少し前に述べたように、中間はあらゆるものに対して最も侵されにくいわけではないが、それぞれの点においては何らかのものより劣っているものの、全体としては最も望ましいものである。
ὅτι δ’ οὐκ ἀναγκαῖον, ἢ μέγα τὸ τοιοῦτον, ἢ μικρὸν, ἢ μέσον ὑπάρχειν, εἴρηται μὲν κᾀν τοῖς περὶ κράσεων, οὐδὲν δ’ ἧττον εἰρήσεται καὶ νῦν·
そのような身体が、大きいこと、小さいこと、あるいは中間であることが必然ではないということは、『調合について』の中でも語られているが、今も同様に語られるであろう。
ὡς τὸ μὲν μέγα καὶ διὰ πλῆθος ὕλης, τὸ δὲ σμικρὸν καὶ διὰ βραχύτητα γίνεται τοιοῦτον, ὥσπερ ἀνδριὰς μέγας μὲν ἐκ χαλκοῦ πολλοῦ, μικρὸς δὲ ἐξ ὀλίγου, σύμμετρον δ’ εἶναι τοῖς μορίοις ἑκάτερον οὐδὲν κωλύει.
すなわち、大きいものは物質の多さによってもそのようになり、小さいものは物質の少なさによってそのようになるのであり、あたかも大きな彫像が多くの青銅から作られ、小さな彫像が少ない青銅から作られるが、それぞれの部位が調和していることを何一つ妨げないようなものである。
καὶ δὴ καὶ σῶμα τὸ μὲν μήτ’ εἶναι πυκνὸν ἐπιδήλως, μήτ’ ἀραιὸν, μήτε σκληρὸν, μήτε μαλακὸν, μήτε λάσιον, μήτε ψιλὸν, εὐκρατότατόν ἐστιν, ὁπηλίκον ἦν μεγέθει·
そして確かに、明らかに密でも粗でもなく、硬くも柔らかくもなく、毛深くも毛がないわけでもない身体は、その大きさがどれほどであれ、最も良好な調合を持っている。
εἰ δὲ καὶ τὰς συμμετρίας τῶν ὀργανικῶν μορίων τὰς πρὸς ἄλληλα σώζοι, κάλλιστόν τε ἂν οὕτως ἰδέσθαι κατωρθωμένον τελέως ἐν τῇ κατασκευῇ ὑπάρχον.
もし器官的部位の相互の調和をも保っているなら、そのようにして見事に見え、その構成において完全に整っている。
τὸ δὲ μεῖζον τοῦ δέοντος, ἢ σμικρότερον, κατὰ διττὰς αἰτίας γίνεται·
しかし、必要なものより大きいこと、あるいは小さいことは、二重の原因によって生じる。
τὸ μὲν μεῖζον ἢ διὰ πλεονεξίαν ὑγρότητος, ἢ ὕλης, τὸ δ’ ἔλαττον ἢ διὰ ξηρότητα κρατοῦσαν, ἢ ὕλης ἔνδειαν.
大きいものは湿気または物質の過多により、小さいものは支配的な乾燥または物質の欠乏による。
αὔξησις μὲν γὰρ, ἔστ’ ἂν τὰ ὀστᾶ κρατυνθῇ, κρατύνεται δὲ ἐπὶ σμικρῷ μεγέθει δι’ ὕλης ἔνδειαν ἢ ξηρότητα.
なぜなら、成長は骨が硬くなるまで続くが、物質の欠乏や乾燥のために、小さな大きさにおいて硬くなるからである。
ὥστε οὐχ ἁπλῶς οὔτε τὸ μέγεθος ὑγρότητος σημεῖον οὔθ’ ἡ σμικρότης ξηρότητος.
したがって、端的に言って、大きさが湿気の兆候であるわけでも、小ささが乾燥の兆候であるわけでもない。
παύεται γὰρ τῆς αὐξήσεως ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ διττῇ προφάσει.
なぜなら、それぞれは二重の理由によって、より早く、またはより遅く成長を停止するからである。
ὥστε ἀλλ’ εἰ μὲν τὸ μέγα, καὶ μαλακὸν εὐθὺς ὑπάρχει, τὸ δὲ σμικρὸν, σκληρὸν, εἴη ἂν οὕτω τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρόν.
したがって、もし大きいものが直ちに柔らかくもあり、小さいものが硬いとすれば、そのようにして一方は湿っており、他方は乾燥していることになるだろう。
ἀλλ’ εἰ ταῦτα ἀχώριστα, περιττὸν εἰς μέγεθος ἢ σμικρότητα βλέπειν·
しかし、もしこれらが切り離せないものであるなら、大きさや小ささに目を向けることは余計なことである。
ἀρκεῖ γὰρ τὰ τῶν κράσεων ἴδια γνωρίσματα.
なぜなら、調合独自の兆候だけで十分だからである。
διῄρηται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ κράσεων.
これらについては『調合について』において、より詳細に区分されている。
εἴπερ οὖν ταῦθ’ οὕτως ἔχει, τὴν ἀρίστην κατασκευὴν ἐν δυοῖν τούτοιν θετέον, εὐκρασίᾳ μὲν τῶν ὁμοιομερῶν, συμμετρίᾳ δὲ τῶν ὀργανικῶν.
それゆえ、もしこれらのことがそのようであるなら、最善の構成はこれら二つのこと、すなわち、同質的部分の良好な調合と、器官的部位の調和の中に置くべきである。