§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΚΑΤΑΣΚΕΥΗΣ ΤΟΥ ΣΩΜΑΤΟΣ ΗΜΩΝ ΒΙΒΛΙΟΝ.
Τίς ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος ἡμῶν;
ガレノス「我が身体の最善の構成について」我が身体の最善の構成とは何か。
ἆρά γε ἡ εὐκρατοτάτη, καθάπερ ἔδοξε πολλοῖς μὲν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων;
果たして、古代の多くの医師や哲学者たちに思われたように、最もよく調和した構成であろうか。
ἢ τὴν μὲν ἀρίστην ἀναγκαῖον εὐκρατοτάτην ὑπάρχειν, οὐ μὴν τήν γε εὐκρατοτάτην ἀρίστην ἐξ ἀνάγκης;
あるいは、最善の構成は最もよく調和したものであることが必然であるが、最もよく調和した構成が必然的に最善であるとは限らないのだろうか。
ἡ μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ σύμμετρος κρᾶσις ὑγεία τῶν ὁμοιομερῶν ἐστι μελῶν τοῦ σώματος ἡμῶν·
なぜなら、熱・冷・乾燥・湿潤による適度な調和は、我が身体の同質的部分の健康であるからだ。
ἡ δὲ ἐκ τούτων ἁπάντων διάπλασις τοῦ ζώου ἐν θέσει καὶ μεγέθει καὶ σχήματι καὶ ἀριθμῷ τῶν συνθέντων ὑπάρχει.
しかし、これらすべてによる動物の形成は、構成要素の位置、大きさ、形状、数の中に存在する。
καὶ δόξειεν ἂν ἐγχωρεῖν τὸ ἐκ τῶν πλείστων μορίων εὐκράτων συγκείμενόν τι σῶμα παρὰ τὸ μέγεθος αὐτῶν ἢ τὸν ἀριθμὸν, ἢ τὴν διάπλασιν, ἢ τὴν πρὸς ἄλληλα σύνταξιν ἡμαρτῆσθαι.
そして、ほとんどの部位がよく調和して構成されている身体であっても、それらの大きさ、数、形成、あるいは相互の配列に関して、欠陥が生じることがあり得ると考えられるかもしれない。
πειρατέον οὖν ὑπὲρ ἁπάντων τούτων ἐφεξῆς διελθεῖν ἀρξαμένους ἀπὸ τῶν ὀνομάτων, οἷς ἐξ ἀνάγκης χρώμεθα κατὰ τὸν λόγον, ἐπειδὴ καὶ περὶ τούτων ἐρίζουσί τινες, οἱ μὲν κατασκευὴν ἀρίστην, οἱ δὲ διάθεσιν, οἱ δὲ σχέσιν, οἱ δὲ ἕξιν, ἢ φύσιν σώματος, ἢ ὅπως ἂν ἑκάστῳ δόξειε λέγειν ἀξιοῦντες.
したがって、我々が議論において必然的に用いる名称から始めて、これらすべてについて順に論じるように努めねばならない。 なぜなら、これらについても議論する人々がおり、ある者は「最善の構成」、ある者は「状態」、ある者は「関係」、ある者は「持続的状態」あるいは「身体の自然」と、あるいは各人が語るのがふさわしいと思うように呼ぶことを要求しているからである。
ἐγὼ δὲ τὸ μὲν, ὡς ἄν τῳ παρασταίη, ποιεῖσθαι τὴν ἑρμηνείαν οὐ μέμφομαι·
しかし私は、表現を各人に思い浮かぶままに行うこと自体は非難しない。
τὸ δ’ ἐγκαλεῖν τοῖς ἑτέροις ὀνόμασιν οὐκ ἐπαινῶ, τὴν πλείστην καὶ μεγίστην φροντίδα τῶν πραγμάτων αὐτῶν, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, ἡγούμενος χρῆναι ποιεῖσθαι μᾶλλον ἢ τῶν ὀνομάτων.
だが、他の名称を咎めることは賞賛しない。 言葉よりも、議論の対象となっている事柄そのものにこそ、最も多くの最大の注意が払われるべきであると考えるからである。
εἴτ’ οὖν ἀρίστην κατασκευὴν σώματος, εἴτε διάθεσιν, εἴτε ἕξιν, εἴτε σχέσιν, εἴτε φύσιν, εἴθ’ ὁπωσοῦν ἑτέρως ὀνομάζειν ἐθέλοι τις, οὕτω θέμενος, ἐὰν ἀπό τε τῆς ὁμολογουμένης ἐννοίας ἄρξηται, καὶ προϊὼν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν ἐν τάξει τινὶ καὶ μεθόδῳ ποιῆται τὴν ζήτησιν, ἐπαινέσομαι τοῦτον ἐγὼ πολὺ μᾶλλον, ἢ εἰ περὶ ὀνομάτων πάνδεινός τίς μοι φαίνοιτο.
それゆえ、身体の「最善の構成」であれ、「状態」であれ、「持続的状態」であれ、「関係」であれ、「自然」であれ、あるいは他のどのようにでも呼びたいように呼ぶとしても、そのように前提した上で、もし合意された概念から始めて、秩序と方法に従って本質の探求へと進むならば、私はそのような人を、言葉について非常に巧みであると思われる人よりもはるかに称賛するだろう。
καὶ τοίνυν καὶ ἡμεῖς οὕτως ποιῶμεν ἀπὸ τῆς κοινῆς ἐννοίας ἀρξάμενοι, καὶ ταύτην διορισάμενοι μεθόδῳ προΐωμεν ἐπὶ τὸ συνεχὲς τῆς σκέψεως.
したがって、我々もまた同様に、共通の概念から始めて、これを規定した上で、探求の継続へと方法に従って進んでいくことにしよう。