Humanitext Reader

ガレノス · 神経の解剖について §16-17

胸神経と腰仙骨神経の起始および体幹と四肢への分布

7 / 7 箇所 · ギリシア語

要旨

胸髄神経と腰髄・仙髄神経の起始、およびそれらの上肢、胸腹壁、下肢、会陰部への分布経路について、概略的な説明を行う。

§16Ἄλλη δ’ ἐφεξῆς συζυγία αὐτῆς προειρημέναις ταῖς συζυγίαις ἐπιμίγνυται τὸ πλεῖστον μέρος ἐκ τῶν τοῦ θώρακος ἤδη σπονδύλων ἐκφυομένη μεταξὺ τοῦ πρώτου καὶ δευτέρου κατ’ αὐτόν.
それに続くもう一つの対(すなわち第一胸神経)は、すでに述べられたそれらの対にその大部分が混ざり合うが、これはすでに胸部の椎骨から、その胸部における第一と第二の椎骨の間から生じるものである。
μέρος μὲν οὖν τι σμικρὸν αὐτῆς εἴς τε τὸ πρῶτον κατασχίζεται μεσοπλεύριον καὶ εἰς τοὺς ῥαχίτας ὀπίσω μῦς ἀφικνεῖται·
そこで、そのある小さな一部分は第一肋間へと分岐し、後ろの背筋へと達する。
τὸ δ’ ἄλλο πᾶν ὑπὲρ τὴν πρώτην ἀνατεινόμενον πλευρὰν συνάπτεται τῷ μετὰ τὸν ἕβδομον σπόνδυλον νεύρῳ.
しかし他の部分はすべて、第一肋骨の上を越えて上方に伸び、第七椎骨の後(の下)の神経と結合する。
κᾄπειτα οὕτως ἄμφω τε ταῦτα καὶ τὰ ἄλλα τὰ προειρημένα διὰ τῆς μασχάλης ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν καὶ τὸν βραχίονα φέρεται, μιγνύμενά πως πρὸς ἄλληλα καὶ ἀντεμπλεκόμενα.
そしてこのようにして、これら両者および他のすでに述べられた神経は、腋窩を通って、肩甲骨の凹んだ部分と上腕へと運ばれ、互いにいくらか混ざり合い、絡み合っている。
διανέμεται δὲ πολὺ μὲν αὐτῶν εἴς τε τοὺς βραχίονος μῦς καὶ τοὺς τοῦ πήχεως· ὅσον δὲ ὑπόλοιπον, εἰς ἄκραν χεῖρα διασπείρεται.
そして、それらの多くの部分は上腕の筋肉と前腕の筋肉に配られ、残りのすべては手先へと散布される。
κατ’ εὐθὺ δὲ μάλιστά ἐστι τῇ μὲν ἐσχάτῃ τῶν εἰρημένων ἐκφύσεων, ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται νεῦρα· τῇ δ’ ὑπὲρ αὐτῆς τὰ κατὰ τὸν πῆχυν· ὅσα δὲ κατὰ τὸν βραχίονα, καὶ ὅσα τούτων ἔθ’ ὑψηλότερα, καὶ πρὸς τὴν μὲν ὠμοπλάτην ἀφικνεῖται νεῦρα, ταῖς ἀνωτέραις συζυγίαις ἐστὶ κατ’ εὐθύ.
そして、手先に至る神経は、述べられた起始の最も遠いものとほぼ直線上に並んでおり、その上の起始とは前腕のものが、そして上腕のもの、およびこれらよりもさらに高い位置にあるもの、また肩甲骨に達する神経は、より上方の対と直線上に並んでいる。
οἵαν δὲ ὁδὸν διὰ τῆς ὅλης χειρὸς ποιεῖται, καὶ πῶς εἰς μυῶν ἕκαστον διανέμεται, ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἤδη εἴρηται.
それが手全体を通じてどのような経路を進み、どのようにそれぞれの筋肉に分配されるかは、『解剖実習』においてすでに述べられている。
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξ ἁπάντων τοῦ θώρακος τῶν σπονδύλων ἐκφύεται νεῦρα, παραπλησίαν ἔχοντα τὴν νομὴν πάντα, πλὴν τοῦ κατὰ τὸ δεύτερον μεσοπλεύριον.
そして同様の方法で、胸部のすべての椎骨から神経が生じ、第二肋間におけるものを除いて、すべて同様の分布を持っている。
ἐντεῦθεν γάρ ἐκπίπτει σαφὲς νεῦρον ἐπὶ τὸ δέρμα τοῦ βραχίονος παραγινόμενον.
というのも、そこからは明瞭な神経が抜け出て、上腕の皮膚へと至るからである。
αἱ δ’ ἄλλαι πᾶσαι συζυγίαι κατὰ μὲν τὴν ἔκφυσιν αὐτίκα μέρος τι τοῖς ῥαχίταις μυσὶ διδόασι καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸ μετάφρενον, οἷον τοῖς τε τὰς ὠμοπλάτας κινοῦσι καὶ τοῖς ἄνω φερομένοις ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν.
これに対して、他のすべての対は、その起始において直ちに、背筋や背中の他の筋肉、例えば肩甲骨を動かす筋肉や、肩の関節へと上行するものに一部分を与える。
ὅλως δὲ τῷ λοιπῷ καὶ πλείστῳ μέρει σφῶν αὐτῶν διὰ τῶν μεσοπλευρίων προερχόμεναι μέχρι τοῦ κατὰ τὸ στέρνον ὀστοῦ τούς τ’ ἐν αὐτοῖς τοῖς μεσοπλευρίοις μῦς διαπλέκουσι καὶ τοὺς ἔξωθεν ἐπικειμένους τῷ θώρακι, διεκβάλλουσαι μόρια σφῶν αὐτῶν, περὶ ὧν ἑκάστου κατὰ μέρη ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται.
そして、全体としてそれら自体の残りの大部分をもって、肋間を通って前進し、胸骨に至るまで、肋間自体にある筋肉および胸郭に外側から乗っている筋肉の中に神経を織り交ぜ、それら自体の部分を突き出させている。 これらの一つ一つについては『解剖実習』において部分ごとに述べられている。
αἵ γε μὴν κατὰ τὰς νόθας πλευρὰς συζυγίαι τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἐπειδὴ πρὸς τὸ στέρνον οὐκ ἐξήκουσιν αἱ νόθαι, βραχὺ μέν τι τῷ καθ’ ἑαυτὴν ἑκάστη μεσοπλευρίῳ διανέμει· τῷ δὲ ἄλλῳ παντὶ ἐκπίπτει πρὸς ὑποχόνδριον, εἴς τε τοὺς πρώτους ἐπιβεβλημένους ἔξωθεν μῦς τοὺς λοξοὺς τοὺς ἄνωθεν ἐκ τοῦ θώρακος καταφερομένους καὶ τοὺς κατάντεις τοὺς σαρκώδεις διανεμομένη.
他方、仮肋の部分における脊髄神経の対は、仮肋が胸骨に届かないため、それぞれが対応する肋間に短い一部分を分配するが、その残りのすべての部分をもって下肋部へと抜け出て、外側から最初に乗っている斜めの筋肉、すなわち胸郭から上方より下行するものや、下行する肉質の筋肉へと分配される。
§17Μετὰ δὲ ταύτας εἰσὶν αἱ κατὰ τὴν ὀσφὺν ἐκφύσεις τῶν νεύρων, οὐκ ἐκ κοινοῦ τρήματος, ὥσπερ αἱ κατὰ τὸν τράχηλον.
これらの後に、腰部における神経の起始があるが、首におけるもののように共通の孔から生じるのではない。
ὁ γὰρ ὑπερκείμενος σπόνδυλος ἐνταῦθα μόνος διατετρημένος ἔξοδον ἐπιτήδειον παρέχει τῷ νεύρῳ κοινῷ ἐκείνῳ τρήματι τῷ ἐν τραχήλῳ ἐκ τοῖν ἀμφοῖν σπονδύλοιν γινομένῳ κατὰ μικρὸν εἰς ὑπερκείμενον μετατιθεμένῳ·
というのも、ここでは上にある椎骨だけが穿孔されていて、神経に適した出口を提供しているからである。 これは、首において両方の椎骨から形成されていたあの共通の孔が、少しずつ、上にある椎骨へと移行することによる。
ὡς πρῶτον μὲν ἐκείνου διαγλύφηται πολὺ ἐν αὐτῇ, εἶτα δὲ τὸ πᾶν, ἔπειτα καὶ ἀναφέρηται ἀπὸ τοῦ πέρατος τοῦ σπονδύλου, καὶ ἔκφυσις αὐτὴ γένηται ὑπὲρ τὸ πέρας.
すなわち、最初はそれの大部分が椎骨自体に刻まれ、次いでその全体が、その後、椎骨の端から上へと移り、起始そのものが端より上に生じるようになるためである。
κοινὸν δὲ καὶ τούτοις ἅπασι τοῖς νεύροις, εἴς τε τοὺς ῥαχίτας ἰέναι μῦς καὶ τοὺς κατ’ ἐπιγάστριον ἐπί τε τὰς ψόας.
そして、これらのすべての神経にとっても共通しているのは、背筋へ、また上腹部の筋肉へ、そして大腰筋へと行くことである。
ἐκ δὲ τῶν πρώτων κατὰ τὸ διάφραγμα σπονδύλων καὶ τοῖς ἄνωθεν καταφερομένοις ἐξ ἐγκεφάλου νεῦρον ἐπιμίγνυται τὸ μικρὸν ἀφ’ ἑκάστου, κατὰ δὲ τοὺς τελευταίους τῆς ὀσφύος σπονδύλους δύο ἐκφύσεις μέγισται γίγνονται νεύρων ἐπὶ τὰ σκέλη φερομένων·
そして、横隔膜のあたりにある最初の椎骨からは、脳から上方より下行する神経に、それぞれから小さな神経が混ざり合う。 また、腰部の最後の二つの椎骨のところでは、脚へと向かう神経の二つの極めて大きな起始が生じる。
ἀναμίγνυνται δ’ αὐταῖς ἄλλαι μικραὶ, μία μὲν ὑπερκειμένη, μία δὲ ἄλλη κατωτέρω τοῦ πρώτου κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν τρήματος ἐκφυομένη.
そして、これらには他の小さな神経が混ざり合う。 一つは上にあるもの、もう一つはより下方で、いわゆる扁平な骨の最初の孔から生じるものである。
αὗται μὲν οὖν εὐθὺς ἀποχωρισθεῖσαι τοῖς πρώτοις μυσὶ τοῖς κινοῦσι τὴν κατ’ ἰσχίον διάρθρωσιν ἐκφύονται·
そこで、これらは直ちに分かれて、股関節を動かす最初の筋肉へと入っていく。
τὸ δ’ ἄλλο πᾶν εἰς τὰ σκέλη καταφέρεται, διασχιζόμενον ἄχρι τοῦ πέρατος ἐν αὐτοῖς εἰς ἕκαστον μῦν, ἀνάλογον τοῖς ἐν χερσὶν, ὥσπερ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἤδη εἴρηται.
しかし、他の残りの部分はすべて脚へと下行し、手におけるものと対応して、それらの中で末端に至るまでそれぞれの筋肉へと枝分かれする。 これは『解剖実習』においてすでに述べられた通りである。
νῦν γὰρ καθάπερ τινὰ ὑποτύπωσίν τε καὶ σύνοψιν τούτων τῶν ἀκριβῶς ἐν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων χρήσιμον τοῖς εἰσαγομένοις ἐσομένην πεποιήμεθα.
というのも、今私たちは、それらの書物において正確に書かれている事柄の、入門者にとって有益となるような一種の概略と要約を作成したからである。
οὕτω δὴ καὶ ὅσα τὰ διὰ λοιπῶν ὀστοῦ πλατέος τρημάτων ἔκφυσιν νεῦρα καὶ εἰς τοὺς ἐνταῦθα ὑπάρχοντας μῦς διασπείρονται, ἐν ἑκάστῃ πραγματείᾳ ἀκριβῶς διηγήμεθα.
したがって、扁平な骨の残りの孔を通って生じる神経と、そこに存在する筋肉へと散布される神経のすべてについても、私たちはそれぞれの著作において正確に叙述した。
νῦν τοῦτο μόνον εἰρῆσθαι ἱκανῶς ἐστι, τοῖς τῆς ἕδρας τε καὶ τοῦ αἰδοίου καὶ τῆς κύστεως μυσὶν αὐτῷ τῷ αἰδοίῳ, ἔτι καὶ μυσὶ τοῖς ἀπὸ τοῦ πλατέος ὀστοῦ καὶ ἀπὸ τοῦ ἔνδον μέρους τοῦ τῆς ἥβης ὀστοῦ ἐκφυομένοις, καὶ πᾶσι σώμασι τοῖς ἔξωθεν κατ’ αὐτὸ ὀστοῦν πλατὺ καὶ ἱερὸν καλούμενον ἐγκειμένοις, ἐκ τούτων ἔνδοθεν καὶ ἔσωθεν αὐτοῦ τοῦ ὀστοῦ ἱεροῦ τρημάτων τὰς νεύρων ἐκφύσεις ἀπὸ νωτιαίου γεννᾶσθαι εἰς τὸ κόκκυγος ὀστοῦν καλούμενον τελευτώσας.
今はこれだけを述べておけば十分である。 すなわち、肛門、生殖器、膀胱の筋肉、および生殖器自体、さらには扁平な骨や恥骨の内側から生じる筋肉、そしてこの扁平で「聖なる骨」と呼ばれる骨に外側から乗っているすべての組織に対して、これらの内部およびその内側の聖なる骨の孔から、脊髄から生じる神経の起始が発生し、いわゆる尾骨で終わるということである。

語釈・文法注

  1. §16Ἄλλη δ’ ἐφεξῆς συζυγία αὐτῆς προειρημέναις ταῖς συζυγίαις ἐπιμίγνυται — 主語 `Ἄλλη δ’ ἐφεξῆς συζυγία`(もう一つのそれに続く対、すなわち第一胸神経)は単数形であり、動詞 `ἐπιμίγνυται` も単数形である。与格 `προειρημέναις ταῖς συζυγίαις`(すでに述べられたそれらの対、すなわち第八頸神経など)を目的語的に取り、腕神経叢の形成を説明している。`αὐτῆς`(または写本により `αὐταῖς`)は、頸神経の末尾の対に引き続くものであることを示している。
  2. ¦249¦κατ’ εὐθὺ δὲ μάλιστά ἐστι τῇ μὲν ἐσχάτῃ τῶν εἰρημένων ἐκφύσεων, ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται νεῦρα· — 関係節 `ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται νεῦρα`(手先に至る神経)が主語であり、動詞は `ἐστι`。`κατ’ εὐθὺ`(〜と直線上に並ぶ)が与格 `τῇ μὲν ἐσχάτῃ τῶν εἰρημένων ἐκφύσεων` を補語として取っている。これに続く二つの節(`τῇ δ’ ὑπὲρ αὐτῆς...` および `ὅσα δὲ κατὰ τὸν βραχίονα...`)も同様の対比構造を持つが、動詞や `κατ' εὐθὺ` が省略されている。
  3. §17κοινῷ ἐκείνῳ τρήματι τῷ ἐν τραχήλῳ ἐκ τοῖν ἀμφοῖν σπονδύλοιν γινομένῳ κατὰ μικρὸν εἰς ὑπερκείμενον μετατιθεμένῳ· — 与格 `τρήματι` およびそれに付随する分詞 `γινομένῳ` と `μετατιθεμένῳ` は、状況または手段を示す。首における椎間孔(二つの椎骨の切痕が合わさって形成される共通の孔)が、腰部においては次第に上方の椎骨自体の内部へと移行していく「移行によって/移行することに伴い」という理由・状況を説明している。
  4. ¦p.856¦τοῖς τῆς ἕδρας τε καὶ τοῦ αἰδοίου καὶ τῆς κύστεως μυσὶν... τὰς νεύρων ἐκφύσεις... γεννᾶσθαι — 文全体の結びの構造は、`νῦν τοῦτο μόνον εἰρῆσθαι ἱκανῶς ἐστι`(今はこれだけが述べられていれば十分である)に支配された対格不定詞(Acl)構文。対格の主語は `τὰς νεύρων ἐκφύσεις`(神経の起始が)、不定詞は `γεννᾶσθαι`(発生すること)。与格 `τοῖς ... μυσὶν` は、それらの神経が支配する対象(利益の与格)を示している。

この箇所を引用する

ガレノス, 神経の解剖について §16-17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg014.humanitext-grc1:16-17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。